← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§150.12-152.9

借助线段与时间扣除对部分感觉的论证

针对亚里士多德借助字母(ΑΒ)和线段证明时间与感觉对象乃就部分而言被感觉的简缩论证(448b4),亚历山大疏解了原文紧凑的句法,并结合几何线段与具体例子(大地与年岁)阐明阴性指示代词(ταύτης)的用法,展示了扣除不可感觉的时间段(ΓΒ)后所引发的推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.32#1

" Εἰ γὰρ τὴν ὅλην ὁρᾷ, καὶ αἰσθάνεται τὸν αὐτὸν συνεχῶς χρόνον οὕτω τῷ ἐν τούτου τινί. ἀφῃρήσθω τὸ ΓΒ, ἐν ᾧ 〈οὐκ〉 ᾐσθάνετο.1" Διὰ γὰρ τούτων τὸ προκείμενον δείκνυσιν ἐπὶ στοιχείων, ὅτι μήτε τις χρόνος πρώτως ἔσται ἐν ᾧ τις αἰσθήσεται μήτε αἰσθητόν τι ὃ μὴ τῷ τῶν τούτου τι αἰσθητὸν εἶναι αἰσθητόν ἐστιν, ἀλλὰ καθ’ αὑτό. σφόδρα δὲ ἐπιτετμημένως τὴν δεῖξιν ποιεῖται. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ ἔστι τις ἀναίσθητος χρόνος, δῆλον ὅτι καὶ ἐν τούτῳ ἔσται ἀναίσθητός τις χρόνος, ἐν ᾧ συνεχῶς αἰσθανόμεθά τινος· ἔσται οὗτος ὁ ΑΒ. ὁμοίως καὶ εἰ ἀναίσθητον ἔστι τι, τοῦ αἰσθητοῦ μέρος ἔσται, καὶ ἐν τούτῳ, οὗ αἰσθανόμεθα ἐν τῷ ΑΒ χρόνῳ, ἀναίσθητά τινα μόρια ἔσται. καὶ τούτου, οὗ αἰσθανόμεθα ἐν τῷ ΑΒ χρόνῳ, τὸ μέγεθος ΑΒ. τοῖς γὰρ αὐτοῖς στοιχείοις χρῆται καὶ ἐπὶ τοῦ χρόνου καὶ ἐπὶ τοῦ αἰσθητοῦ. θηλυκῶς δὲ ἐκφέρει τὸ αἰσθητὸν ὃ λαμβάνει μέγεθος,2 λέγων ἐν ταύτης τινὶ ἢ ταύτης τι, ἐπὶ γραμμῶν τε τὴν δεῖξιν ποιούμενος καὶ ὄντος καὶ τοῦ χρόνου γραμμῆς, ἐφ’ ἧς πρώτως ΑΒ, καὶ τοῦ μεγέθους3 ὁμοίως. εἰπὼν δὲ εἰ γὰρ τὴν ὅλην ὁρᾷ ἐπὶ τοῦ ὁρωμένου μεγέθους, ἐπὶ τοῦ χρόνου πάλιν τὰ αὐτὰ λέγων οὕτως εἶπε· καὶ αἰσθάνεται τὸν αὐτὸν συνεχῶς χρόνον, ἀντὶ μὲν τοῦ ὁρᾶν τὸ αἰσθάνεσθαι, ἀντὶ δὲ τοῦ ὅλου τὸν αὐτὸν συνεχῶς χρόνον· ἴσον γὰρ τοῦτο τῷ ὅλῳ τινὶ χρόνῳ. ἃ λαβὼν ἀφαιρεῖ ἀπὸ τοῦ χρόνου τοῦ ΑΒ τὸ ΓΒ. τὸ μὲν οὖν ἐν ταύτης τινὶ ἐπὶ τοῦ χρόνου καὶ τῆς κατὰ τοῦτον γραμμῆς, λέγει δὲ τὸ ταύτης τι ἐπὶ τῆς τοῦ ὁρωμένου μεγέθους. Πῶς δὲ τὸ ὁρώμενον κατὰ μέρος ὁρᾶται ἔδειξεν ἐπὶ τῆς γῆς, ὥσπερ τὸν χρόνον ἐπὶ τοῦ ἐνιαυτοῦ· τὴν μὲν γὰρ γῆν ὁρᾷ τις, ὅτι τόδε τι μέρος αὐτῆς, ἐν δὲ τῷ ἐνιαυτῷ βαδίζει, ὅτι ἐν τῷδε τῷ μέρει αὐτοῦ. τὸ δὲ οὐκοῦν ἐν ταύτης τινὶ ἢ ταύτης τι ἐξηγητικόν ἐστι τοῦ πῶς λέγεται τὸ ἐν τούτου τινί, ὡς ἂν εἰ ἔλεγεν· οὐκοῦν τοιοῦτόν ἐστι τὸ ἐν ταύτης τινὶ καὶ ταύτης τι, ὁποῖον δή ἐστιν, ὅταν ἐπὶ τῆς γῆς λέγωμεν ὅτι ὁρᾶται ἁπλῶς· τῷ γὰρ μόριον αὐτῆς ὁρᾶσθαι οὕτω λέγεται ὁρᾶσθαι ἡ γῆ· ὁμοίως καὶ ἐν τῷ ἐνιαυτῷ λέγεται τῷδε τὰ Ὀλύμπια, ὅτι ἐν τῷδε τῷ μορίῳ αὐτοῦ. εἰ οὖν τις ὅλης τῆς ΑΒ ἐν τῷ ΑΒ χρόνῳ συνεχῶς αἰσθάνεται, ἔχει δὲ ὁ χρόνος ἐν αὑτῷ μόριά τινα 〈ἀν〉αίσθητα (τούτου γὰρ δηλωτικὴ ἡ λέξις ἡ λέγουσα οὕτως ὅτι ἐν τούτου τινί), εἰ δὴ ἔχει ὁ ΑΒ χρόνος, ἐν ᾧ συνεχῶς κεῖται [τι] αἰσθάνεσθαί τινος, ἀναίσθητά τινα ἐν αὑτῷ, ἀφῃρήσθω ταῦτα· καὶ ἔστω τοῦτο τὸ ΓΒ μέρος τοῦ ΑΒ χρόνου. ἀφαιρεθέντος 〈δὴ〉 δῆλον ὅτι ἐν τῷ καταλειπομένῳ τῷ ΑΓ τοῦ αὐτοῦ αἰσθήσεται. ἐν γὰρ τούτῳ τῷ μορίῳ ἀναισθήτῳ ὄντι οὐδενὸς ᾐσθάνετο, οὐδὲ τὸ † συνημμένον τῷ χρόνῳ, ἐν ᾧ ᾐσθάνετο, ἐν τούτῳ τι αἰσθάνεται τῷ ἐν τούτου τινὶ αἰσθάνεσθαι· τοῦ γὰρ ΑΒ χρόνου μόριον τὸ ΑΓ, ἐν ᾧ αἰσθάνεται τούτου †, οὐκ ἐν τῷ † Β χρόνῳ αἰσθάνεσθαι ἔκειτο. ἀσαφῆ δὲ τὴν λέξιν ἐποίησεν αὐτὸς τόν τε χρόνον θηλυκῶς σχηματίσας καὶ συμπλέξας ἅμα καὶ τὴν ὁρωμένην γῆν, ὡς τοῦ αὐτοῦ συμβαίνοντος καὶ ἐπὶ τοῦ ὁρωμένου, ὅπερ ἐδείχθη καὶ ἐπὶ τοῦ χρόνου, ἐν ᾧ ἐτέθη ὁρᾶσθαι τὸ ὁρώμενον ἔχον ἐν ἑαυτῷ ἀναίσθητα.

“因为即使某人看到了整体,并在同一时间内连续地感觉,也是以此种方式,即在其某一部分中。假定ΓΒ已被扣除,在其中某人并不曾感觉。” 因为通过这些话,[亚里士多德]借助字母展示了眼前的主题,即既不会有任何人们首要地在其间进行感觉的时间,也不会有任何本身可感觉而非由于其某一部分可感觉而是可感觉的感觉对象。而他的这一证明做得极为简括。他的意思如下:如果存在某种不可感觉的时间,显而易见,在我们连续感觉某物的这个时间内,也将存在某种不可感觉的时间;假定这就是ΑΒ。同样,如果存在某种不可感觉之物,它也将是感觉对象的一部分,并且在我们于时间ΑΒ中感觉到的这同一事物中,也将存在某些不可感觉的部分。并且我们于时间ΑΒ中感觉到的这一事物的大小也设为ΑΒ。因为他无论对于时间还是对于感觉对象都使用了相同的字母。而且,他将作为所取之大小的感觉对象以阴性形式表达出来,说“在这[阴性]的某一部分中,或这[阴性]的某一部分”,他是借助线段来进行证明的,因为时间也是一条首要地标为ΑΒ的线段,大小同样如此。在对所见的大小说了“因为若看到了整体”之后,他就时间再次表达相同的意思时这样说:“并在同一时间内连续地感觉”,他用“感觉”代替了“看见”,用“在同一时间内连续地”代替了“整个”;因为这等同于某一整个时间。在设定了这些之后,他从时间ΑΒ中扣除ΓΒ。因此,“在这[阴性]的某一部分中”适用于时间及与其对应的线段,而他说“这[阴性]的某一部分”则是就所见大小的线段而言的。至于所见之物是如何就部分而言被看见的,他以大地为例进行了说明,正如以一年为例来说明时间一样;因为某人看见大地,是因为看见了大地的这一特定部分,而在一年中行走,是因为在这一年的这一特定部分中行走。而“因此在这[阴性]的某一部分中,或这[阴性]的某一部分”这一说法是对“在这一事物的某一部分中”如何言说所作的解释,就如同他说:“因此,‘在这[阴性]的某一部分中’和‘这[阴性]的某一部分’就如同我们在论及大地时单纯地说‘它被看见了’一样;因为大地正是由于其某一部分被看见而被说成如此被看见的;同样,奥林匹亚节也被说成是在这特定的一年中举行的,因为是在这特定年份的这一特定部分中举行的。”如果某人在时间ΑΒ中连续地感觉到整个ΑΒ,而时间在其自身中包含某些不可感觉的部分(因为说“以此种方式即在这一事物的某一部分中”的文句就指明了这一点),那么,如果在其中设定某人连续地感觉某物的时间ΑΒ确实在其自身中包含某些不可感觉的部分,就假定这些已被扣除;并设此为时间ΑΒ的部分ΓΒ。既然扣除了,显而易见,他在剩余的[时间]ΑΓ中将感知同一事物。因为在这个不可感觉的部分中,他并不曾感知任何事物,与他在其中进行感知的时间相连结的事物,也不会由于在这一[时间]的某一部分中感知而在这[时间]中感知任何事物;因为ΑΓ是时间ΑΒ的一部分,在其中感知此物,而并没有设定在时间Β中感知。但他自己由于将时间以阴性形式构建,并同时织入了所见的大地,从而使得表述变得晦涩,因为在所见之物上也发生着与在时间上所表明的相同的事情,在其中,其自身包含不可感觉部分之所见之物被设定为被看见。

语法注3 条
  1. 2.32ἀφῃρήσθω τὸ ΓΒ, ἐν ᾧ 〈οὐκ〉 ᾐσθάνετο

    第三人称单数完成时被动态祈使语气ἀφῃρήσθω(源自ἀφαιρέω)引出假定的扣除。关系分句中的否定词οὐκ为后世校勘者所补,但从前文“不可感觉的部分”这一前提以及后文的ἐν γὰρ τούτῳ τῷ μορίῳ ἀναισθήτῳ ὄντι οὐδενὸς ᾐσθάνετο来看,为了逻辑的自洽性必须作此补充。

  2. 2.32θηλυκῶς δὲ ἐκφέρει τὸ αἰσθητὸν ὃ λαμβάνει μέγεθος

    动词ἐκφέρει(“表达”)的宾语是τὸ αἰσθητόν,而ὃ λαμβάνει μέγεθος为其同位语/限定性从句。亚历山大在句法上解释了为何亚里士多德用阴性代词(ταύτης)来指代中性名词αἰσθητόν和μέγεθος,指出其论证是将它们预设为几何学上的“线”(γραμμή,阴性)或借指大地(γῆ)。

  3. 2.32τὸ μὲν οὖν ἐν ταύτης τινὶ ἐπὶ τοῦ χρόνου καὶ τῆς κατὰ τοῦτον γραμμῆς, λέγει δὲ τὸ ταύτης τι ἐπὶ τῆς τοῦ ὁρωμένου μεγέθους

    此句为对比结构(τὸ μὲν οὖν... λέγει δὲ...)。介词短语ἐν ταύτης τινί归属于时间,而表示部分属格的ταύτης τι归属于所见对象的大小。在后半部分中,阴性冠词τῆς之后省略并需补出名词γραμμῆς:ἐπὶ τῆς [γραμμῆς] τοῦ ὁρωμένου μεγέθους。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:150.12-152.9