← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§148.21-150.11

不可感觉的时间与大小如何导致感觉的不可能

亚历山大就亚里士多德的论述(448a30)进行阐释,重构了其论证结构:若假定存在不可感觉的时间或大小,则会取消“首要地”被感觉的时间与大小,从而使“就部分而言”的感觉亦无法成立,导致一切感觉皆不可能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.31

" Ἔτι οὐκ ἂν εἴη οὔτε χρόνος οὔτε πρᾶγμα οὐδὲν ὃ αἰσθάνεται ἢ ἐν ᾧ μὴ οὕτως, ὅτι ἐν τούτου τινὶ ἢ ὅτι τούτου τι ὁρᾷ, εἴπερ ἔστι τι μέγεθος καὶ χρόνου καὶ πράγματος ἀναίσθητον." Καὶ διὰ ταύτης τῆς ἐπιχειρήσεως ἔτι ταὐτὸν δείκνυσιν, ὅτι γὰρ μηδεὶς χρόνος ἐστὶν ἀναίσθητος, συναποδείκνυσί τε αὐτῷ ὅτι μηδὲ μέγεθός τι καὶ μέρος αἰσθητοῦ ἀναίσθητον οἷόν τε εἶναι τῇ αὑτοῦ φύσει. ἕπεται γὰρ ταῦτα ἀλλήλοις· καθ’ οὓς γὰρ ἀναίσθητά τινα καὶ ἀμερῆ σώματά ἐστι τῇ αὑτῶν φύσει, κατὰ τούτους καὶ κινήσεις εἰσὶν ἀναίσθητοι καὶ χρόνοι. ἡ δὲ δεῖξις ἀσαφῶς μὲν εἴρηται, ἐκλαβόντι δὲ τὴν διάνοιαν εἴη ἂν τοιαύτη·1 εἰ ἔστι μόριόν τι τοῦ χρόνου ἢ τοῦ μεγέθους ἀναίσθητον, οὔτε χρόνος τις ἔσται, ἐν ᾧ αἰσθανόμεθα, οὔτε μέγεθός τι, οὗ αἰσθανόμεθα, ἁπλῶς καὶ κυρίως· ἀλλ’ ἐν παντὶ χρόνῳ, ἐν ᾧ λέγομεν αἰσθάνεσθαι, οὕτως ἐσόμεθα αἰσθανόμενοι, οὐχ ὅτι ἐν τούτῳ, ἀλλ’ ὅτι τῶν τούτου τινί, καὶ παντὸς μεγέθους αἰσθησόμεθα, οὐχ ὅτι τούτου αἰσθανόμεθα (οὐδενὸς γὰρ ὅλου αἰσθησόμεθα), ἀλλ’ ὅτι τῶν τούτου τινός. ἀλλὰ μὴν ὅσα ἐν χρόνῳ λεγόμεθα αἰσθάνεσθαι οὕτω τῷ ἐν μορίῳ τινὶ αὐτοῦ αἰσθάνεσθαι ἢ μεγέθη τῷ μὴ ὅλων, ἀλλὰ μορίων τινῶν αὐτῶν αἰσθάνεσθαι, διὰ τοῦτο ἀληθεύομεν, ὅτι2 ἔστι τις πρῶτος χρόνος τοῦ ἐν ᾧ αἰσθανόμεθα παντί, καὶ ἐπὶ τοῦ μεγέθους, ὅτι ἔστι τι μόριον τούτου οὗ πρώτου καὶ παντὸς αἰσθανόμεθα. πᾶν γὰρ τὸ κατά τι καὶ κατὰ μόριον ἀληθὲς τότε ἔστιν λαβεῖν, ὅταν ᾖ λαβεῖν ἐκείνου μόριόν τι, ὃ πρῶτον τοιοῦτόν ἐστι. λευκόν τε γὰρ κατὰ μόριον τότε ἀληθές ἐστιν, ὅταν ᾖ τι μόριον αὐτοῦ λαβεῖν, ὃ μηκέτι λαβεῖν κατ’ ἄλλο καὶ κατ’ ἄλλο μόριον λευκόν ἐστιν, ἀλλ’ ἁπλῶς τε καὶ πρώτως· καὶ κινεῖσθαι κατὰ μόριον τότε λέγεται ἀληθῶς, ὅταν ᾖ τι μόριον αὐτοῦ λαβεῖν, ὃ πᾶν, ἀλλ’ οὐ κατὰ μόριον αὐτοῦ κινεῖται. ἐν οἷς γὰρ οὐδέν ἐστι μόριον, καθ’ οὗ τὸ κατηγορούμενον ὅλου ὡς κατὰ μόριον αὐτοῦ ὑπάρχον ὅλου τε καὶ πρώτως κατηγορηθήσεται, 〈κατηγορηθήσεται〉 τούτων οὐκ ἀληθῶς3 τὸ κατὰ μόριον αὐτοῖς ὑπάρχειν ἐκεῖνο ὃ κατηγορεῖται. ὡς οὖν ἐπὶ τῶν ἄλλων, οὕτω καὶ ἐπὶ τῶν προκειμένων ἕξει. εἰ γὰρ μηδὲν εἴη τοιοῦτον μήτε ἐν χρόνῳ μήτε ἐν αἰσθητῷ, ἐν ᾧ πρώτῳ αἰσθησόμεθα ἢ οὗ πρώτου, οὐδ’ ἂν τὸ κατὰ μόριον τοῦ χρόνου αἰσθάνεσθαι ἢ μορίου τινὸς τοῦ μεγέθους ἀληθὲς εἴη· ἀναιρουμένου γὰρ τοῦ πρώτως ἀναιρεῖται καὶ τὸ κατ’ ἄλλο. ἀλλὰ μὴν ἀναιρεῖται τὸ πρώτως, εἰ χρόνος τις εἴη ἀναίσθητος ἢ μέγεθος· πᾶς γὰρ ὁ λαμβανόμενος χρόνος ἕξει τινὰ ἐν αὑτῷ μόρια ἀναίσθητα, ὥστε ἐν οὐδενὶ οὕτως αἰσθησόμεθα, ὡς πρώτως ἐν αὐτῷ αἰσθάνεσθαι, ἀλλ’ ὡς ἔχοντι ἐν αὑτῷ μόρια ἐν οἷς αἰσθανόμεθα. ὁμοίως καὶ πᾶν μέγεθος ἕξει τινὰ μόρια ἀναίσθητα, ὥστε οὐδὲ μεγέθους τινὸς αἰσθησόμεθα τῷ ὅλου αἰσθάνεσθαι, ἀλλὰ τῷ ἔχειν τινὰ μόρια αὑτοῦ αἰσθητά. οὔτε ἄρα ἐν χρόνῳ πρώτῳ τινὶ αἰσθησόμεθα οὔτε πρώτως τινὸς αἴσθησιν ἕξομεν· μὴ 〈ὄντος δὲ τοῦ〉 πρώτως τινός, οὐδέ τινος κατ’ ἄλλο τῶν ἐν οἷς οὐκ ἔστι τὸ πρώτως. οὔτε ἄρα ἐν χρόνῳ αἰσθησόμεθα οὔτε μεγέθους τινός. ὅτι δέ, εἰ ἔστι χρόνος τις ἀναίσθητος ἢ μέγεθος τῇ αὑτοῦ φύσει, οὔτε ἐν χρόνῳ τινὶ πρώτῳ οὔτε μεγέθους τινὸς πρώτως αἰσθησόμεθα, αὐτὸς οὕτω δείκνυσιν.

“此外,若时间和事物确实存在某种不可感觉的大小,那么就既不会有任何被感觉到的时间或事物,也不会有任何在其间[被感觉到]的时间或事物不是以此种方式存在,即在其某一部分中,或者看见其某一部分。” 通过这一论证,[亚里士多德]同样指出了相同之点;因为〔他证明了〕没有任何时间是不可感觉的,并且连同这一点共同论证了:没有任何大小以及感觉对象的任何部分就其自身本性而言能够是不可感觉的。因为这些是相互随顺的;在那些主张存在某些就其自身本性而言不可感觉且无部分之物体的人看来,按照他们,运动和时间也是不可感觉的。这一证明虽然表述晦涩,但对于领会其意图的人而言,它将是这样的:如果时间或大小的某一微小部分是不可感觉的,那么无论是在其间我们进行感觉的任何时间,还是我们所感觉到的任何大小,都不会单纯且严格地存在;相反,在我们说在其间进行感觉的每一时间中,我们将以此种方式在感觉,不是因为在这一[时间]中,而是因为在它的某一部分中,并且我们将感觉到每一大小,不是因为我们感觉到这整个大小(因为我们将感知不到任何整体),而是因为感觉到它的某一部分。然而,在凡是我们被称为在某一时间中以此种方式——即通过在其某一部分中感觉——进行感觉,或者对于大小通过感觉其某些部分而非感觉整体[而被说成在感觉]的事情上,我们之所以说得真实,是因为对于我们在其间整体进行感觉的那个时间而言存在着某种首要的时间,而在大小的事情上,也是因为对于我们首要且作为整体而感觉的对象而言存在着它的某种部分。因为凡是在某一限定方面以及就部分而言为真者,只有当能够把握它的某个首要地如此的部分时,才能够被把握。事实上,就部分而言是白色的,只有当能够把握其某个不再是就另一部分以及又一部分而言为白、而是单纯且首要地为白的部分时,才为真;而就部分而言在运动,只有当能够把握其某个整个在运动、而非就其某一部分而言在运动的部分时,才被真实地说出。因为在那些没有任何部分可以使那作为就部分而言属于整体而被述说于整体者整体且首要地被述说于其上的事物中,那被述说者就部分而言属于它们这一断言将不会被真实地述说于它们。因此,正如在其他事物上一样,在眼前所论及的事物上也将如此。因为如果在时间中或在感觉对象中,没有任何我们首要地在其间感觉、或首要地被我们感觉的事物,那么就时间的一部分而言进行感觉、或者感觉大小的某一微小部分,也就不会是真实的了;因为一旦取消了“首要地”,那“就他物而言”的也将被一同取消。然而,如果有某种时间或大小是不可感觉的,“首要地”便被取消了;因为每一被取定的时间都将在其自身之中具有某些不可感觉的部分,以至于我们不会在任何时间中以首要地在其中感觉的方式去感觉,而是以此种方式:它在其自身之中具有我们在其间进行感觉的部分。同样地,每一大小也将在其自身之中具有某些不可感觉的部分,以至于我们也不会通过感觉整体来感觉任何大小,而是通过它具有其自身某些可感觉的部分来感觉。因此,我们既不会在任何首要的时间中感觉,也不会首要地拥有关于任何事物的知觉;而一旦不存在“首要地”之物,在那些不存在“首要地”的事物中也就没有任何“就他物而言”之物了。因此,我们既不会在时间中感觉,也不会感觉任何大小。但是,如果某种时间或大小就其自身本性而言是不可感觉的,那么我们既不会在某种首要的时间中感觉,也不会首要地感觉到任何大小,对于这一点,他自己是通过以下方式表明的。

语法注3 条
  1. 2.31ἐκλαβόντι δὲ τὴν διάνοιαν εἴη ἂν τοιαύτη

    与格分词 ἐκλαβόντι 用作表示判断者的关涉与格(dative of reference),带有条件意味(“对于领会其意图的人而言……”),与表示潜在的希求法 εἴη ἄν(其主语承接前文的 ἡ δεῖξις)相配合。

  2. 2.31ἀλλὰ μὴν ὅσα ἐν χρόνῳ λεγόμεθα αἰσθάνεσθαι οὕτω τῷ ἐν μορίῳ τινὶ αὐτοῦ αἰσθάνεσθαι ἢ μεγέθη τῷ μὴ ὅλων, ἀλλὰ μορίων τινῶν αὐτῶν αἰσθάνεσθαι, διὰ τοῦτο ἀληθεύομεν, ὅτι

    关系代词 ὅσα 在句中充当 αἰσθάνεσθαι 的宾语或范围对格(“在凡是我们被说成……的场合”),并在主句中被 διὰ τοῦτο 以及后续说明原因的 ὅτι 从句所照应。带冠词不定词 τῷ... αἰσθάνεσθαι 充当原因或方式与格,阐明按部分而述说的条件。

  3. 2.31ἐν οἷς γὰρ οὐδέν ἐστι μόριον, καθ’ οὗ τὸ κατηγορούμενον ὅλου ὡς κατὰ μόριον αὐτοῦ ὑπάρχον ὅλου τε καὶ πρώτως κατηγορηθήσεται, 〈κατηγορηθήσεται〉 τούτων οὐκ ἀληθῶς

    句子的核心骨架为:ἐν οἷς γὰρ οὐδέν ἐστι μόριον... 〈κατηγορηθήσεται〉 τούτων οὐκ ἀληθῶς τὸ κατὰ μόριον αὐτοῖς ὑπάρχειν ἐκεῖνο ὃ κατηγορεῖται。关系代词 καθ' οὗ 以 μόριον 为先行词,其定语从句的主语为 τὸ κατηγορούμενον ὅλου(被述说于整体者)。由校订补入的主动词 〈κατηγορηθήσεται〉 之主语为后续的不定词短语 τὸ... ὑπάρχειν ἐκεῖνο ὃ κατηγορεῖται,而 τούτων 则为从属格,用以指代由关系分句(ἐν οἷς)所引入的复数先行事物。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:148.21-150.11