- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:146.26-148.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大对亚里士多德《论感觉与感觉对象》448a22的注解,针对借助中间时间的不可感知性来解释同时感知表象的观点进行剖析。他阐明时间并非依其自身被感知,并证明依其本性没有任何时间是不可感知的,因为处于现实活动与感知中的主体在任何连续时间中始终共同感知到自身的存有与感知。
" Τάχα γὰρ ἂν φαίη τις καὶ νῦν παρὰ τοῦτο δοκεῖν ἅμα ὁρᾶν καὶ ἀκούειν, ὅτι οἱ μεταξὺ χρόνοι λανθάνουσιν." Εἰ γὰρ τοῦτο οὕτως ἔχοι, εἴη ἂν λύσις τῶν ἀπορεῖσθαι δυναμένων πρὸς ἃ κατεσκεύασεν ὡς νῦν δεικνὺς ὅτι μὴ οἷόν τε ἅμα πλειόνων αἰσθάνεσθαι. ἀποροῖτο μὲν γὰρ ἄν, πῶς δοκοῦμεν ἅμα πλειόνων αἰσθάνεσθαι, εἰ μὴ τοῦτο οἷόν τε. λύοιτο δ’ ἂν ἐν τῇ τῶν μεταξὺ χρόνων ἀναισθησίᾳ, εἰ εἴη τις χρόνος ἀναίσθητος. εἰ δὲ μηδεὶς χρόνος τοιοῦτος, ἄλλῳ τινὶ χρηστέον, ἀλλ’ οὐ τούτῳ. ὅτι οὖν μηδένα χρόνον ἐνδέχεται ἀναίσθητον εἶναι, δείκνυσι. δεῖ δὲ ἡμᾶς προλαβεῖν ὅτι ὁ χρόνος αἰσθητὸν οὐ καθ’ αὑτό ἐστιν.1 οὐ γάρ ἐστιν ὁ χρόνος ὑποκειμένη τις φύσις ἧς αἰσθανόμεθα, ἀλλὰ τῷ τῶν ἐν αὐτῷ γινομένων τε καὶ ὄντων αἰσθάνεσθαι ἡμᾶς, τούτῳ καὶ ὁ χρόνος αἰσθητός ἐστιν. εἴη ἂν οὖν ἀναίσθητος χρόνος οὗτος, ἐν ᾧ μηδενὸς οἷόν τε τῶν ἐν αὐτῷ γινομένων αἴσθησιν γίνεσθαι. εἰ δὲ μηδεὶς εἴη τοιοῦτος, ἀλλ’ εὑρίσκοιτο ἐν παντὶ μορίῳ χρόνου αἴσθησίς τινος τῶν ἐν αὐτῷ γινομένων οὖσα, οὐδεὶς ἂν εἴη χρόνος ἀναίσθητος. οὐ γὰρ εἴ τινα τῶν γινομένων ἐν χρόνῳ ἀναίσθητά ἐστι, διὰ ταύτην τὴν αἰτίαν καὶ ὁ χρόνος ἀναίσθητος ὁ ἐν ᾧ ταῦτα γίνεται. ἀλλ’ εἰ μὲν ἐν τῷ αὐτῷ χρόνῳ, ἐν ᾧ τὰ ἀναίσθητα ἔστι τε καὶ γίνεται, μηδενὸς ὅλως οἷόν τε αἰσθέσθαι, εἴη ἂν οὗτος ὁ χρόνος ἀναίσθητος· εἰ δὲ ἄλλων τινῶν ἐν τῷ αὐτῷ χρόνῳ αἰσθανοίμεθα, οὐ διὰ τὸν χρόνον 〈ἂν〉 ἀναίσθητα ἐκεῖνα εἴη οὐδ’ ἂν ὁ χρόνος δι’ ἐκεῖνα ἀναίσθητος λέγοιτο. δύναται γὰρ ἀναίσθητά τινα καὶ ἐν ἐνιαυτῷ ὅλῳ κινεῖσθαι, ὧν τῆς κινήσεως οὐκ ἔστιν ᾐσθῆσθαι, οἷον εἰ εἴη τινὰ διὰ σμικρότητα ἐκπίπτοντα τὴν αἴσθησιν σώματα· ἀλλ’ οὐ διὰ τοῦτο ὁ τοσοῦτος χρόνος ἀναίσθητος, ἀλλ’ αἰσθητός, ὅτι ἄλλων τινῶν αἰσθανόμεθα ἐν αὐτῷ. ἂν δὴ δείξῃ ἐν παντὶ χρόνῳ αἴσθησίν τινος ἔχοντας ἡμᾶς, εἴη ἂν ἀνῃρηκὼς τὸ εἶναί τινα χρόνον ἀναίσθητον. ὅτι οὖν παντὸς ἐνδέχεται ἡμᾶς αἰσθάνεσθαι χρόνου, τουτέστιν ἐν παντὶ χρόνῳ αἰσθάνεσθαί τινος, οὕτω δείκνυσιν· εἰ, ὅτε τις ἑαυτοῦ αἰσθάνεται αἰσθανομένου καὶ ἐν χρόνῳ, ἀδύνατον τότε λανθάνειν αὐτὸν ἑαυτὸν ὅτι ἔστι τε καὶ αἰσθάνεται, ἀδύνατον ἄρα εἶναί τινα χρόνον ἀναίσθητον. ὃ κατασκευάζει ἐκ τοῦ, εἰ εἴη τις ἀναίσθητος χρόνος, ἔσεσθαι αὐτὸν καὶ ἐν τούτῳ τῷ συνεχεῖ χρόνῳ2 ἐν ᾧ τις αἰσθάνεται αἰσθανομένου ἑαυτοῦ, εἰ δὲ τοῦτο, ἐν τούτῳ τὸν αἰσθανόμενον μήτε τούτων αἰσθήσεσθαί τινος ὧν αἰσθάνεται μήτε αὑτοῦ αἰσθανομένου καὶ ὄντος. εἰ γὰρ εἴη τοιοῦτον, δῆλον ὡς ἐν ἐκείνῳ τῷ χρόνῳ λήσεταί τις αὑτὸν καὶ ὅτι αἰσθάνεται καὶ ὅτι ἔστι, καὶ οὐκ αἰσθήσεται ὄντος ἑαυτοῦ· ὥστε ἐν ᾧ χρόνῳ αἰσθάνεται τις ἑαυτοῦ αἰσθανομένου,3 καὶ οὐκ αἰσθήσεται οὔτε ὄντος ἑαυτοῦ οὔτε αἰσθανομένου· ὃ ἀδύνατον· πᾶς γάρ, ὅτε αἰσθάνεται, ἑαυτοῦ ὄντος τε καὶ αἰσθανομένου συναισθάνεται. ὁμοίως δέ, ὡς ἐφ’ ἑαυτοῦ, κἂν ἄλλου αἰσθανομένου αἴσθηταί τις, ἀδύνατον, κἀκείνου ὅτε αἰσθάνεταί τις αἰσθανομένου, μὴ αἰσθάνεσθαι καὶ ὅτι ἔστιν 〈καὶ ὅτι〉 αἰσθάνεται, ἀλλὰ διαλείπειν τινὰ χρόνον καὶ μὴ αἰσθάνεσθαι ὄντος αὐτοῦ. εἰ δὲ μηδεὶς ἔστι χρόνος, ἐν ᾧ ἐνεργοῦντες καὶ αἰσθανόμενοι λανθάνομεν ἑαυτοὺς ὅτι ἔσμεν, οὐδεὶς ἂν εἴη τῇ ἑαυτοῦ φύσει χρόνος ἀναίσθητος. οὐ γὰρ εἰ κοιμώμενοι λανθάνομεν ἑαυτοὺς ὅτι ἔσμεν, ἀναίσθητος οὗτος ὁ χρόνος· ἄλλοι γὰρ ἐν ἐκείνῳ τῷ χρόνῳ αἰσθάνονται, καὶ ἡμεῖς δέ, ἐὰν ἐγρηγορότες ὦμεν. οὐ γὰρ ὑπὸ τῶν οὐκ αἰσθανομένων ἀναίσθητος κρίνεται χρόνος ἢ ὅλως τι ἀναίσθητον· πάντα γὰρ ἐκείνοις ἀναίσθητα, καὶ χρώματα καὶ ψόφοι καὶ ὀσμαὶ καὶ χυμοὶ καὶ τὰ ἁπτά.
“因为或许有人会说,即使在眼下这种情况中,也是由于这个原因才显得同时既看又听,即中间的时间未被察觉。” 因为如果情况确实如此,这就可以作为对那些可能针对他所确立的论点提出的疑难的解答——他在确立这些论点时是在眼下表明不可能同时感知多个事物。因为人们会发问,如果这是不可能的,我们何以显得同时感知多个事物。而如果存在某种不可感知的时间,这疑难就可以在中间时间的不可感知性中得到解决。但如果没有任何时间是这样的,就必须使用别的某种理由,而不是这一理由。因此,他表明没有任何时间可能是不可感知的。然而我们必须预先认识到,时间并非就其自身而言的感觉对象。因为时间并不是我们所感知的某种处于底层的本性,而是通过我们感知在其中生成和存在的事物,时间因这一原因也是可感知的。因此,若在某一时间中不可能产生对其中所发生的任何事物的感知,该时间便会是不可感知的。但如果没有任何时间是如此的,而是在时间的每一个部分中都能发现存在着对其中所发生某种事物的感知,那么没有任何时间会是不可感知的。因为并不是如果在某一时间中生成的某些事物是不可感知的,由于这一原因,发生这些事物的该时间也就是不可感知的。相反,如果在那些不可感知之物存在并生成的同一时间中,完全不可能感知任何事物,那么这一时间才会是不可感知的;但如果我们在同一时间中感知到某些别的事物,那些事物就不会是因时间而是不可感知的,时间也不会因那些事物而被说成是不可感知的。因为某些不可感知之物甚至可以在一整年中运动,而感知其运动是不可能的,例如若存在某些因微小而脱离感知的物体就是如此;但这并不因此使得如此长的时间成为不可感知的,反而是可感知的,因为我们在其中感知到某些别的事物。因此,如果他表明我们在任何时间中都拥有对某种事物的感知,他就已经取消了存在某种不可感知时间的说法。因此,我们有可能感知一切时间,也就是说在一切时间中都感知某种事物,他是这样证明的:如果当某人感知到自己在感知且在时间中时,那时不可能未被他自己察觉到他自身存在且在感知,那么也就不可能存在任何不可感知的时间。他从以下前提确立这一结论:如果存在某种不可感知的时间,那么在某人感知自己感知的这一连续时间中也会存在不可感知的时间;而若是如此,在那一时间中,正在感知的人既不会感知到他所感知的这些事物中的任何一个,也不会感知到自己正在感知和存在。因为如果情况是这样,显然在那个时间中,某人正在感知和存在都将未被他自己察觉,并且他不会感知到自己存在;从而导致在某人感知自己感知的那个时间中,他同时也将既不感知自己存在,也不感知自己在感知;而这是不可能的。因为每一个人在感知时,都共同感知到自己既存在又在感知。同样地,正如在自身的情形中一样,即使某人感知到另一个人在感知,当某人感知到那个人在感知时,也不可能不感知到他既存在[且在]感知,而是隔开一段时间且感知不到他存在。而如果没有任何时间是我们在活动且感知的同时、我们自身存在未被自己察觉的,那么就其自身本性而言没有任何时间会是不可感知的。因为并非如果我们在睡觉时我们自身存在未被自己察觉,这一时间就是不可感知的;因为其他人在那个时间中是在感知的,而如果我们醒着,我们也会感知。因为时间或者一般而言任何事物,并不是由那些不感知的人来判定为不可感知的;因为对那些人来说,一切事物都是不可感知的,包括颜色、声音、气味、滋味以及触觉对象。
- 2.30ὁ χρόνος αἰσθητὸν οὐ καθ’ αὑτό ἐστιν
短语 αἰσθητὸν οὐ καθ’ αὑτό 为表语名词短语。紧随其后的解释性分句表明,时间并非直接被感知的底层本性(οὐ γάρ ἐστιν... ὑποκειμένη τις φύσις),而是因我们感知其中发生之物才成为可感知的(τῷ τῶν... αἰσθάνεσθαι... τούτῳ καὶ ὁ χρόνος αἰσθητός ἐστιν);否定词 οὐ 紧扣 καθ’ αὑτό,表明时间是偶性上的感觉对象而非自身即是感觉对象。
- 2.30ὃ κατασκευάζει ἐκ τοῦ, εἰ εἴη τις ἀναίσθητος χρόνος, ἔσεσθαι αὐτὸν καὶ ἐν τούτῳ τῷ συνεχεῖ χρόνῳ
主干结构为 ὃ(指代前述推论的关系代词)κατασκευάζει(主要动词)ἐκ τοῦ ... ἔσεσθαι(介词 ἐκ 引导带冠词不定式结构)。在该不定式结构内部,嵌套了一个条件从句 εἰ εἴη τις ἀναίσθητος χρόνος(祈愿语气),其结果句在间接引语中体现为宾格不定式结构(αὐτὸν... ἔσεσθαι)。此后又由 εἰ δὲ τοῦτο 引导并列的不定式从句(μήτε... αἰσθήσεσθαι)。
- 2.30ὥστε ἐν ᾧ χρόνῳ αἰσθάνεται τις ἑαυτοῦ αἰσθανομένου, καὶ οὐκ αἰσθήσεται οὔτε ὄντος ἑαυτοῦ οὔτε αἰσθανομένου
在由 ὥστε 引导的结果从句中,嵌套了关系副词/时间从句 ἐν ᾧ χρόνῳ αἰσθάνεται...。紧接在该从句主谓语(οὐκ αἰσθήσεται)之前的 καί 起到归结从句追加/强调(apodotic καί)的作用,突出了这种悖论性的并存状态:“在某人感知的那个时间中,同时也将会不感知……”。
