← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§144.20-146.25

非同属对象的同时感知与不可感知的时间

亚历山大阐发了亚里士多德关于同时感知非同属感觉对象更加不可能的递推论证,并着手反驳和声理论家借助“不可感知的时间”来解释表象上的同时感知的错误观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.27

" Εἰ οὖν πλεῖον ἀπέχει ἔτι ἀλλήλων καὶ διαφέρει τὰ συστοίχως μὲν λεγόμενα." Λαβὼν τὸ μᾶλλον δύνασθαι τὴν μίαν αἴσθησιν πλειόνων οἰκείων αἰσθητῶν ἅμα ἀντιλαμβάνεσθαι, αἰσθήσεως ἑκάστης οἰκείου τινὸς αἰσθητοῦ ἀντιλαμβανομένης, καὶ δείξας ὅτι μὴ οἷόν τε ἅμα πλειόνων τὴν μίαν ἀντιλαμβάνεσθαι ἢ πλείους ἅμα γίνεσθαι αἰσθήσεις, 〈αἰσθήσεως〉 ἑκάστης οἰκείου τινὸς αἰσθητοῦ ἀντιλαμβανομένης, ἐπιφέρει τοῖς κειμένοις τὸ ἀκόλουθον1 τὸ μηδὲ ἃ ἧττον ἐνδέχεται ἅμα δύνασθαι γίνεσθαι ἅμα. εἰ γὰρ πλεῖον ἀλλήλων διαφέρει τὰ μὴ ὁμογενῆ τῶν ὁμογενῶν (τοῖς μὲν γὰρ ἡ κατὰ τὸ γένος ὑπάρχει ταὐτότης τε καὶ ὁμοιότης, τὰ δὲ καὶ ταύτης ἐστέρηται. ἔστι δὲ τῶν μὴ ὁμογενῶν τὰ μὲν σύστοιχα ἀλλήλοις καθ’ ἑκάστην αἴσθησιν, τὰ δὲ οὐ σύστοιχα μέν, ὁμοίως δὲ ἔχοντα πρὸς ἄλληλα· τῶν ταῖς διαφόροις αἰσθήσεσιν αἰσθητῶν σύστοιχα μὲν αἱ μὲν ἕξεις ταῖς ἕξεσιν, αἱ δὲ στερήσεις πάλιν ἀλλήλαις, οὐ σύστοιχα δὲ αἱ ἕξεις τῶν ἄλλῃ αἰσθήσει αἰσθητῶν τῇ στερήσει τῶν ὑπ’ ἄλλην αἴσθησιν. ὃ καὶ αὐτὸς ἐδήλωσεν εἰπὼν τὸ γλυκὺ καὶ τὸ λευκὸν καλῶ σύστοιχα, γένει δ’ ἕτερα. ὁμογενῆ γὰρ τὰ ἐναντία· ὑπὸ γὰρ γένος τε ταὐτὸν καὶ μίαν αἴσθησιν· πλείων γὰρ διάστασις τῷ γλυκεῖ πρὸς τὸ λευκὸν ἢ τῷ λευκῷ πρὸς τὸ μέλαν, καὶ ἔτι πλείων τῷ γλυκεῖ πρὸς τὸ μέλαν ἢ πρὸς τὸ λευκόν· τὸ μὲν γὰρ λευκὸν καὶ μέλαν ὁμογενῆ, τὸ δὲ γλυκὺ καὶ τὸ λευκὸν ἀνομογενῆ μέν, σύστοιχα δέ, τὸ δὲ γλυκὺ καὶ τὸ μέλαν οὔτε ὁμογενῆ οὔτε σύστοιχα), εἰ οὖν τῶν ὁμογενῶν ἀδύνατον ἅμα πλειόνων αἰσθάνεσθαι, ἔτι ἂν ἧττον ἐνδέχοιτο τῶν ἀνομογενῶν καὶ ὑπὸ διαφόρους αἰσθήσεις συστοίχων ἅμα ἀντιλαμβάνεσθαι πλειόνων, καὶ ἔτι ἧττον, εἰ πρὸς τῷ ἀνομογενῆ εἶναι μηδὲ σύστοιχα εἴη.

“因此,如果被称为同列的事物彼此相隔更远,且差异更大。” 在假定同一种感觉更有能力同时知觉把握多个本己的感觉对象(每种感觉各知觉把握某种本己的感觉对象),并且表明了同一种感觉不可能同时知觉把握多个事物,或者各种感觉在各知觉把握某种本己感觉对象的同时不可能有多种感觉同时产生之后,他便对已确立的论点附加上相应推论:就连那些更不可能同时发生的事物也不能同时发生。因为如果非同属者比同属者彼此之间差异更大(因为对于后者存在着属上的同一性与相似性,而前者甚至连这一点也缺乏;而在非同属者中,有些依照各感觉彼此同列,另一些虽非同列,却彼此具有相似的关系:在由不同感觉所感知的对象中,积极状态与积极状态同列,缺乏状态又彼此同列,但由一种感觉所感知的状态与归于另一种感觉之下的缺乏状态则非同列;这一点他自己也通过说“我把甜和白称为同列,但在属上相异”表明了;因为相反者是同属的,即属于同一属且在同一种感觉之下;因为甜与白之间的距离大于白与黑之间的距离,而甜与黑之间的距离比甜与白之间的距离更大;因为白与黑是同属的,甜与白虽非同属却是同列的,而甜与黑既非同属亦非同列),因此,如果不可能同时感知多个同属者,那么就更不可能同时知觉把握多个非同属且归于不同感觉之下的同列者,而如果在非同属之外甚至并非同列,则更加不可能了。

§2.28

"Τὸ γλυκὺ δὲ τοῦ μέλανος πλεῖον ἔτι τῷ εἴδει διαφέρει ἢ τὸ λευκόν." Καταλληλότερον καὶ σαφέστερον ἂν ἡ λέξις ἔχοι, εἰ εἴη γεγραμμένον ἢ τοῦ λευκοῦ,2 ἵνα ᾖ τὸ γὰρ γλυκὺ τοῦ μέλανος πλέον ἔτι τῷ εἴδει διαφέρει ἢ τοῦ λευκοῦ. τὸ δέ, ὅτι τὸ μὲν λευκὸν σύστοιχον (ἑκάτερον γὰρ αὐτῶν ἐν τῷ οἰκείῳ γένει ὡς ἕξις ἦν), τὸ δὲ μέλαν στέρησις ὂν οὐδὲ σύστοιχον ἔτι ἐστὶ τῷ γλυκεῖ.

“而甜与黑在种上的差异比白更加巨大。” 如果文句写成“比与白相比”,文意将会更连贯且更明晰,从而意指“因为甜与黑在种上的差异比它与白相比还要巨大”。而这是因为,白是同列的(因为它们各自在其本己之属中作为积极状态存在),而黑作为缺乏状态,对甜而言甚至已不再是同列的。

§2.29

"Ὃ δὲ λέγουσί τινες τῶν περὶ τὰς συμφωνίας, ὅτι οὐχ ἅμα μὲν ἀφικνοῦνται 〈οἱ ψόφοι, φαίνονται〉 δέ." Κατασκευάσας δι’ ὧν ἐπικεχείρηκε τὸ μὴ δύνασθαι ἅμα πλειόνων αἴσθησιν γίνεσθαι, ᾧ χρώμενοί τινες πειρῶνται δεικνύναι τὸ μὴ γίνεσθαι μὲν ἅμα πλειόνων αἴσθησιν, φαίνεσθαι δέ, τοῦτο τίθησι3 καὶ δείκνυσι ψεῦδος ὄν, ἐνδεικνύμενος ὅτι μὴ ταύτῃ οἷόν τε τῇ λύσει προσχρωμένους δεικνύναι ὅτι μὴ ἅμα πλειόνων αἰσθανόμεθα. ἦν δὲ τὸ λεγόμενον τὸ τὰ δοκοῦντα αἰσθητὰ ἅμα κινεῖν τὴν αἴσθησιν μὴ ἅμα μὲν κινεῖν, ἀλλ’ ἐν χρόνοις διαφόροις, τῷ δὲ εἶναι τοὺς μεταξὺ χρόνους ἀνεπαισθήτους ταύτῃ δοκεῖν ἅμα γίνεσθαι. δείκνυσι δὴ τοῦτο ψεῦδος ὂν διὰ τοῦ δεῖξαι ὅτι μηδὲ εἷς ἐστι χρόνος ἀναίσθητος τῇ αὑτοῦ φύσει. χρήσιμον δὲ τοῦτο δειχθὲν εἴη ἂν καὶ πρὸς τὰ ἐφθακότα περὶ τῆς ὄψεως εἰρῆσθαι, ὅτι μήτε τὸ φῶς χρόνῳ ὁρᾶται μήτ’ ἄλλο τι τῶν ὁρατῶν· ἅμα γὰρ ἀναβλέψαντες καὶ τὰ ἐγγὺς ὁρῶμεν καὶ τὰ πόρρω. ὃ ἀναιρεῖσθαι δύναιτο ἄν, εἰ εἴη κείμενον τὸ εἶναί τινας ἀναισθήτους χρόνους· λέγοιτο γὰρ ἂν ὅτι μὴ ἅμα μὲν ὁρῶμεν, δοκοῦμεν δὲ διὰ τοὺς ἀναισθήτους χρόνους. τίθησι δὴ πρῶτον τὴν δόξαν καὶ μνημονεύει τῶν ἁρμονικῶν καὶ τῶν περὶ τὰς συμφωνίας, ὡς ἐκείνων χρωμένων τῇ δόξῃ ταύτῃ καὶ λεγόντων ὅτι μὴ ἅμα μὲν οἱ ἀπὸ τῶν ἡρμοσμένων ὀργάνων καὶ κρουομένων συμφώνως ἀφικνοῦνται ψόφοι πρὸς τὴν ἀκοήν, ἀλλ’ ἐν διαφόροις χρόνοις, φαίνονται δὲ ἅμα γίνεσθαι καὶ εἷς τις ἦχος ἐξ ἁπάντων καὶ μὴ διαλείπειν ἡ ἀκοή, ἀλλ’ ὡς συνεχοῦς ἀκούειν τοῦ ψόφου διὰ τὸ ἀναισθήτους εἶναι τοὺς μεταξὺ τῶν φερομένων ἐπ’ αὐτὴν ψόφων χρόνους. χρῶνται δὲ τοῖς ἀναισθήτοις χρόνοις καὶ οἱ κατὰ εἰδώλων ἐμπτώσεις τὸ ὁρᾶν γίνεσθαι λέγοντες. τοῦτο οὖν, φησίν, ἐξεταστέον, εἴτε ὀρθῶς λέγεται εἴτε μή. καὶ τοῦ δεῖν ἐνταῦθα αὐτὸ ἐξετάζεσθαι τὴν αἰτίαν παρέθετο.

“至于论述协和音的人当中的某些人所说,声音并非同时到达,而是显得同时到达。” 在通过他所尝试的论证确立了对多个事物的感知不可能同时发生之后,对于某些人所借以试图证明对多个事物的感知并非同时发生而只是显得如此的那个说法,他将其提出并指出其为假,以此表明利用这一解答的人不可能证明我们不是同时感知多个事物。他们所说的内容乃是:那些看似同时运动感觉的感觉对象并非同时运动感觉,而是在不同时间中运动,由于中间的时间不可被感知,因此才显得是同时发生。于是,他通过证明没有任何时间依其自身本性是不可感知的,来表明这一说法为假。而证明了这一点,对于此前关于视觉所说的观点也是有用的,即光不是在时间中被看见的,其他可见物亦然;因为我们一抬头就同时看见近处之物和远处之物。如果设定存在某些不可感知的时间,这一观点就可能会被推翻;因为人们可以说我们并非同时看见,而是由于不可感知的时间而显得如此。因此,他首先提出了这种观点,并提到了和声理论家与论述协和音的人,因为正是他们使用这种观点并声称:从调谐好的乐器上以协和方式敲击所发出的声音并非同时到达听觉,而是在不同时间到达,但显得是同时发生并从所有声音中产生出某种单一的声响,且听觉显得并不间断,而是将声音作为连续的声音来听,这是由于传至听觉的声音之间的时间是不可感知的。而那些主张视觉是由于影像掉入而产生的人,也使用了不可感知的时间。因此他说,必须考察这一点:究竟说得对还是不对。并且他列举了为何必须在此处对它进行考察的原因。

语法注3 条
  1. 2.27Λαβὼν τὸ μᾶλλον δύνασθαι τὴν μίαν αἴσθησιν πλειόνων οἰκείων αἰσθητῶν ἅμα ἀντιλαμβάνεσθαι... ἐπιφέρει τοῖς κειμένοις τὸ ἀκόλουθον

    主句的主干由分词短语 Λαβὼν τὸ μᾶλλον δύνασθαι... 与 καὶ δείξας ὅτι... 引导,后接主要动词 ἐπιφέρει 及其直接宾语 τὸ ἀκόλουθον(其同位语为冠词不定词短语 τὸ μηδὲ ἃ ἧττον ἐνδέχεται ἅμα δύνασθαι γίνεσθαι ἅμα)。随后的由 εἰ γὰρ... 引出的原因分句内部插入了长篇解释(括号内),最终由 εἰ οὖν... 总结论证结论。

  2. 2.28ἢ τοῦ λευκοῦ, ἵνα ᾖ τὸ γὰρ γλυκὺ τοῦ μέλανος πλέον ἔτι τῷ εἴδει διαφέρει ἢ τοῦ λευκοῦ

    针对亚里士多德原文中形态上为主格/宾格的 ἢ τὸ λευκόν,亚历山大指出,若写成与由 διαφέρει 所支配的属格 τοῦ μέλανος 相平行的属格 ἢ τοῦ λευκοῦ(“比与白相比”),在句法上会更为连贯一致(καταλληλότερον)。

  3. 2.29ᾧ χρώμενοί τινες πειρῶνται δεικνύναι... τοῦτο τίθησι

    关系代词 ᾧ(由 χρώμενοι 支配的与格)先取了后随主句中的直接宾语 τοῦτο,构成了“某些人借以试图表明……的那个论点,他将其提出”的倒装结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:144.20-146.25