- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:143.9-144.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德根据相反者的运动必然相反这一前提,论证同一感觉不能同时感知多个对象(包括相反者与中间者)的论述,并探讨了中间混合物作为具有单一复合比例的“一”而被感知的例外情形。
" Ἔτι εἰ τῶν ἐναντίων κινήσεις αἱ ἐναντίαι." Καὶ διὰ ταύτης τῆς ἐπιχειρήσεως δείκνυσιν ὅτι μὴ οἷόν τε τὴν αὐτὴν αἴσθησιν ἅμα πλειόνων αἰσθάνεσθαι. εἰ γὰρ διὰ κινήσεως μέν τινος αἰσθήσεις καὶ κινήσεις τινές, ἐναντίαι δὲ κινήσεις αἱ ὑπὸ τῶν ἐναντίων, ἀδύνατον δὲ ἅμα τὰ ἐναντία εἶναι ἐν τῷ αὐτῷ χρόνῳ, ἀδύνατον ἂν εἴη καὶ τῶν ἐναντίων αἰσθάνεσθαί τινα αἴσθησιν ἐν τῷ αὐτῷ χρόνῳ. ἅμα γὰρ〈ἂν〉 τὰς ἐναντίας κινοῖτο κινήσεις. ὡς δὲ τῶν ἐναντίων ἅμα ἀδύνατον αἰσθάνεσθαι τὴν αὐτὴν αἴσθησιν, οὕτω καὶ τῶν μὴ ἐναντίων. ἔστι δὲ τὰ μεταξὺ τῶν ἐναντίων ταῦτα· καὶ γὰρ τούτων τὰ μὲν τοῦδε τῶν ἐναντίων, τὰ δὲ τοῦ ἑτέρου ἐστίν, ὡς προειρήκαμεν· μίξει γὰρ τῶν ἐναντίων τὰ μεταξύ, καὶ οὗ ἂν πλεῖόν τι τῶν ἐναντίων ἔχῃ, τούτῳ συντάσσεται. ὥστε οὐδὲ τῶν μεμιγμένων τε καὶ μεταξὺ ὄντων ἅμα πλειόνων ἡ αἴσθησις ἀντιλήψεται, φαιοῦ, ἂν τύχῃ, καὶ ἐρυθροῦ, ἢ τοῦ διὰ πασῶν καὶ τοῦ διὰ πέντε. ἐναντιώσεις γὰρ καὶ ἐν τούτοις οὖσι μικτοῖς, εἴγε ὁ μὲν διὰ πέντε φθόγγος ἔχει οὕτως, ὡς περιττὸς πρὸς ἄρτιον (ὡς γὰρ τρία πρὸς δύο), ὁ δὲ διὰ πασῶν ἔμπαλιν, ὡς ἄρτιος πρὸς περιττόν· ὡς γὰρ δύο πρὸς ἕν. ἅμα δὲ οὐχ οἷόν τε αἰσθάνεσθαι ἀναλογίας περιττοῦ πρὸς ἄρτιον καὶ ἔμπαλιν ἀρτίου πρὸς περιττόν. Εἰπὼν δὲ μηδὲ τῶν μεμιγμένων τε καὶ μεταξὺ ὄντων ἅμα πλειόνων αἴσθησιν γίνεσθαι, προσέθηκεν ἐὰν μὴ ὡς ἓν αἰσθάνηται· οὕτως δὲ ὁ λόγος ὁ τῶν ἄκρων εἷς γίνεται, ἄλλως δ’ οὔ. ἔστι δ’ ὃ λέγει ὅτι πλειόνων μὲν οὕτως ὡς κεκραμένων καὶ μεμιγμένων ἀλλήλοις αἰσθάνεται ἅμα· ὡς γὰρ ἑνὸς αἰσθάνεται τοῦ φαιοῦ, καίτοι ἐκ τῶν ἐναντίων συγκειμένου. ἀλλ’ ἐν τῇ τοιαύτῃ μίξει εἷς τις λόγος ἐκ τῆς τῶν ἄκρων τε καὶ ἐναντίων μίξεως γίνεται καὶ μία τις φύσις καὶ ἓν πρᾶγμα. ὥστε, ἐπεὶ ἕν τί ἐστι τὸ ἐκ τῆς μίξεως γεγονός, αἰσθάνεται τοῦ οὕτω μεμιγμένου ἅμα· ὡς γὰρ ἑνός. ὡς μέντοι κεχωρισμένων ἢ τῶν ἐξ ὧν τὸ φαιὸν μέμικται ἢ τῶν μεμιγμένων ἤδη ἀλλήλοις,1 ὡς ἔχει τὸ φαιὸν καὶ τὸ ἐρυθρόν, οὐκέτι ἅμα ἀντιλαμβάνεται. τὸ δὲ ἔσται γὰρ ἅμα ὁ μὲν πολλοῦ πρὸς ὀλίγον ἢ περιττοῦ πρὸς ἄρτιον, ὁ δὲ ὀλίγου πρὸς τὸ πολὺ ἢ ἀρτίου πρὸς περιττὸν εἴρηκεν2 ἐπὶ τῶν αἰσθητῶν τῶν τοιούτων, ἅ ἐστι μεταξύ. ἔσται μὲν γὰρ καὶ τούτων ἕκαστον μεμιγμένον, οὐ μέντοι ὡς ἕνα λόγον ἔχειν αὐτὰ πάντα. τὸ μὲν γὰρ αὐτῶν ἕξει, ὡς πολὺ μὲν ἔχειν τοῦ λευκοῦ, ὀλίγον δὲ τοῦ μέλανος, ὡς τὸ ἐρυθρόν, τὸ δ’ ἔμπαλιν, ὡς τὸ φαιόν, καὶ πάλιν ἐπὶ τῶν φθόγγων ὁ μὲν περισσοῦ πρὸς ἄρτιον, ὡς ὁ διὰ πέντε, ὁ δὲ ἀρτίου πρὸς περισσόν, ὡς ὁ διὰ πασῶν, οἵτινες διαφέροντες ἀλλήλων λόγοι καὶ ὑπεναντίοι. ἀλλ’ οὐκ ἴσως τὸ φαιὸν ἕνα τινὰ λόγον ἔχει, καίτοι σύνθετον, ὁμοίως καὶ ὁ διὰ πέντε φθόγγος.
“此外,如果相反者的运动是相反的。” 并且,通过这个论证他也表明,同一种感觉不可能同时感知多个事物。因为,如果感觉是通过某种运动产生并且自身也是某种运动,而由相反者所引起的运动是相反的,且相反者不可能在同一时间中同时存在,那么任何感觉也就不可能在同一时间中感知相反者。因为[若感知的话]它就会同时被相反的运动所运动。正如同一感觉不可能同时感知相反者一样,对于非相反者也是如此。而这些非相反者正是相反者之间的中间者;因为正如我们之前所说,在这些中间者中,有些属于相反者中的这一方,有些属于另一方;因为中间者是由于相反者的混合而成的,且无论它含有较多的哪一方相反者,它就被归入哪一方。因此,感觉也不会同时知觉把握属于混合且为中间者的多个事物,例如灰色与红色,或者八度音与五度音。因为即使在这些属于混合物的事物中也存在相反关系,如果五度音确实具有奇数对偶数的比例(即如三对二),而八度音相反地具有偶数对奇数的比例(即如二对一)。但不可能同时感知奇数对偶数的比例以及相反的偶数对奇数的比例。 在说明了对于混合且为中间者的多个事物的感知也不会同时发生之后,他补充道:“除非它是把它们作为一个来感知”;而以这种方式,两极端的比例才成为一个,在别的方式下则不然。而他的意思是,它是这样同时感知多个事物的,即把它们作为彼此融和与混合的事物[来感知];因为尽管灰色是由相反者构成的,它[感觉]却是将灰色作为一个来感知的。但在这样的混合中,从两极端和相反者的混合中产生出某种单一的比例,以及单一的本性与单一的事物。因此,既然由混合生成的事物是某种单一者,它就同时感知这样被混合的事物;因为是作为一个来[感知的]。然而,对于灰色从中混合而成的成分,或者对于彼此已经混合的事物(如灰色与红色那样),它就不再把它们作为分离的事物同时知觉把握了。至于“因为将同时存在一者是多对少或奇对偶,另一者是少对多或偶对奇的[比例]”这句话,他是针对此类属于中间者的感觉对象而言的。因为这些[中间者]中的每一个虽然也将是混合的,然而绝非使得它们全部具有单一的比例。因为它们中的一者将具有包含较多的白与较少的黑的比例,如红色那样,而另一者相反,如灰色那样;并且在音调的情形中亦然,一者具有奇数对偶数的比例,如五度音,另一者具有偶数对奇数的比例,如八度音,它们是彼此相异且接近相反的比例。但是,或许灰色固然是复合的,却具有某种单一的比例,五度音亦同样如此。
- 2.26ὡς μέντοι κεχωρισμένων ἢ τῶν ἐξ ὧν τὸ φαιὸν μέμικται ἢ τῶν μεμιγμένων ἤδη ἀλλήλοις
由 ὡς 引导的属格分词 κεχωρισμένων 表示针对后继动词 ἀντιλαμβάνεται(支配属格)的对象知觉把握的方式(“作为分离的事物”);随后的 ἢ τῶν ἐξ ὧν... ἢ τῶν μεμιγμένων... 则是表示被感知对象的属格补语。
- 2.26τὸ δὲ ἔσται γὰρ ἅμα ὁ μὲν πολλοῦ πρὸς ὀλίγον ἢ περιττοῦ πρὸς ἄρτιον, ὁ δὲ ὀλίγου πρὸς τὸ πολὺ ἢ ἀρτίου πρὸς περιττὸν εἴρηκεν
定冠词 τό 将引自亚里士多德原文(448a13-15)的整个引句(ἔσται γὰρ ἅμα...)名词化,作主要动词 εἴρηκεν(“他说”)的直接宾语。
