- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:141.10-143.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《论感觉》第7章(447b24)中关于灵魂依凭“同时”的时间条件来判定数目上为一者、依凭判断的感觉与方式来判定种上为一者的论述。他借助习得态与缺失的对立以及对应诸感觉之间的类比,详细阐明了同一感觉如何通过时间与方式的差异来判别属与种的同一性及差异。
" Φαίνεται γὰρ τὸ μὲν ἓν τῷ ἀριθμῷ ἡ ψυχὴ οὐδενὶ ἑτέρῳ λέγειν ἀλλ’ ἢ τῷ ἅμα,1 τὸ δὲ τῷ εἴδει ἓν τῇ κρινούσῃ αἰσθήσει καὶ τῷ τρόπῳ." Καὶ τοῦτο εἰς πίστιν τοῦ τὴν μίαν ἐνέργειαν τῆς αἰσθήσεως ἑνὸς κατ’ ἀριθμὸν ἀντιληπτικὴν εἶναι παρατίθεται τὸ τὸ μὲν ἓν τῷ ἀριθμῷ ἐπικρίνειν αὐτὴν οὐδενὶ ἑτέρῳ ἢ τῷ χρόνῳ. τῷ γὰρ ἅμα καὶ ἀδιαιρέτου αὐτοῦ χρόνῳ ἀντιλαμβάνεσθαι ἓν αὐτὸ κατ’ ἀριθμὸν κρίνει· ὥστε πάντα ὅσα γινώσκει ἡ αἴσθησις ἐν ἀδιαιρέτῳ χρόνῳ ὡς ἓν κατ’ ἀριθμὸν γινώσκει. τὰ δὲ τῷ εἴδει ταὐτά τε καὶ ἕν, ὁμοίως δὲ καὶ τὰ τῷ γένει (εἶδος γὰρ νῦν ἐπὶ τῶν αἰσθητῶν καὶ τὸ γένος λέγει) τῇ τε κρινούσῃ αἰσθήσει ἐπικρίνειν φησὶν αὐτὴν καὶ τῷ τρόπῳ τῆς ἀντιλήψεως, τῇ μὲν κρινούσῃ αἰσθήσει τὰ τῷ γένει ταὐτά, τῷ δὲ τρόπῳ τῆς ἀντιλήψεως τὰ τῷ εἴδει. τὰ μὲν γὰρ ὑπὸ τῆς αὐτῆς αἰσθήσεως κρινόμενα ὁμογενῆ, τὰ μὲν ὑπ’ ὄψεως ἀλλήλοις, τὰ δὲ ὑπὸ ἀκοῆς ἀλλήλοις· πάλιν ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. οὕτω μὲν οὖν τὰ τῷ γένει ταὐτὰ τῇ κρινούσῃ αἰσθήσει ὁρίζεται, τὰ δὲ τῷ εἴδει πάλιν ταὐτὰ ἀπὸ τῶν ὁμογενῶν διαιρεῖ τῷ τρόπῳ τῆς ἀντιλήψεως αὐτῶν. ἡ αὐτὴ μὲν γὰρ αὐτῶν ἀντιλαμβάνεται, οὐχ ὁμοίως δέ. ἑκάστη μὲν γὰρ αἴσθησις τῶν καθ’ αὑτὴν ἐναντίων ἐστὶ κριτική, ὄψις λευκοῦ καὶ μέλανος, γεῦσις γλυκέος καὶ πικροῦ, ἀκοὴ ὀξέος καὶ βαρέος, ὁμοίως δὲ καὶ αἱ ἄλλαι. τὸ γὰρ μέλαν καὶ τὸ λευκόν, ὅτι ταὐτά ἐστι τῷ γένει, κρίνει τῷ τὴν μίαν αἴσθησιν αἰσθάνεσθαι· τῷ δὲ κατὰ διαφέροντα τρόπον καὶ κατὰ διάφορον πάθος αὐτῶν αἰσθάνεσθαι κρίνει ἕτερα ὄντα ἀλλήλων τῷ εἴδει. δῆλον δὲ ὅτι καὶ τῷ διαφέροντα τὸν χρόνον εἶναι καὶ ἡ κατὰ τὸν χρόνον διαφορὰ περιείληπται ἐν τῷ τρόπῳ τῆς ἀντιλήψεως. εἴη δ’ ἂν καὶ τὰ τῷ εἴδει ταὐτὰ κρινόμενα τῇ τε κρινούσῃ αἰσθήσει οὔσῃ τῇ αὐτῇ καὶ τῇ τοῦ χρόνου διαφορᾷ μόνῃ. Ἔστι δὲ τὰ ἐναντία ἀλλήλοις ὁμογενῆ μέν, οὐ μὴν ἔτι ὁμοειδῆ· ἕτερα γὰρ τῷ εἴδει τὰ ἐναντία ἀλλήλοις. τούτων δὲ τὰς διαφορὰς ἐπικρίνει τῷ τρόπῳ τῆς ἀντιλήψεως. οὐ γὰρ ὁμοίως ἡ ὄψις λευκοῦ καὶ μέλανος ἀντιλαμβάνεται, ἀλλὰ τοῦ μὲν ὡς ἕξεως, τοῦ δὲ ὡς στερήσεως. ἐν ἅπασι γὰρ τοῖς ἐναντίοις τὸ μὲν ὡς ἕξις ἐστί, τὸ δὲ ὡς στέρησις τούτου. κρίνει μὲν οὖν τὸ λευκὸν καὶ τὸ μέλαν ἕτερα ὄντα ἀλλήλων τῷ εἴδει ἡ αὐτὴ αἴσθησις· ἡ γὰρ ὄψις τῇ κατὰ τὴν ἀντίληψιν διαφορᾷ καὶ τῷ τρόπῳ. ὁμοίως καὶ τὸ γλυκὺ καὶ τὸ πικρὸν διαφέροντα καὶ αὐτὰ κατ’ εἶδος ὄντα ἡ γεῦσις κρίνει. ὥστε οὐδέπω ἱκανὸν πρὸς τὸ τῷ εἴδει τινὰ ταὐτὰ εἶναι τὸ τῇ αὐτῇ αἰσθήσει αἰσθητὰ εἶναι· τῷ δὲ τρόπῳ τῆς ἀντιλήψεως τὰ τῷ εἴδει ταὐτὰ κρίνεται ὑπὸ τῆς οἰκείας αἰσθήσεως. ὁμοειδῆ γὰρ τῶν ὑπὸ τὴν αὐτὴν αἴσθησιν ἀλλήλοις ὧν ὡς ἕξεών τινων ἀντιλαμβάνεται,2 καὶ πάλιν αὖ ἀλλήλοις ὁμοειδῆ ὧν ὡς στερήσεων. τῶν δὲ τοιούτων ἡ κρίσις κατὰ τὴν τοῦ χρόνου διαφορὰν μόνην γίνεται. τῶν δὲ μεταξὺ τὰ μὲν τούτοις, τὰ δὲ ἐκείνοις προσνέμοιτο ἄν, κατὰ τὴν τοῦ πλείονος ἐν αὐτοῖς μῖξιν τῆς νομῆς γινομένης. Ὁμοίως δέ φησιν ἀλλήλαις τὰς αἰσθήσεις τὰ σύστοιχα ἀλλήλοις αἰσθάνεσθαι. οὐ γὰρ ἄλλως μὲν ἡ ὄψις ἕξεως καὶ στερήσεως τῶν ἐναντίων ἀντιλαμβάνεται, ἄλλως δὲ ἡ ἀκοὴ τῶν ἐν αὐτῇ ἐναντίων, καὶ ἄλλως πάλιν ἡ γεῦσις καὶ τῶν ἄλλων ἑκάστη, ἀλλὰ πᾶσαι τῶν ὑφ’ ἑαυτὰς ἐναντίων ὁμοίως ἀλλήλαις καὶ ἀνάλογον· τῶν γὰρ συστοίχων ἀλλήλοις σύστοιχοι καὶ αἱ ἀντιλήψεις τε καὶ αἰσθήσεις. ὡς γὰρ ἐν χρώμασι τὸ λευκόν, οὕτως ἐν χυμοῖς τὸ γλυκύ· διὸ καὶ ὁμοίως ἡ γεῦσις γλυκέος ἀντιλαμβάνεται, ὡς ἡ ὄψις λευκοῦ. πάλιν ὡς τὸ μέλαν ἐν χρώμασιν, οὕτω τὸ πικρὸν ἐν χυμοῖς· στερήσεις γὰρ ἄμφω. οὕτω δὲ αὐτῶν καὶ αἰσθήσεις αἱ οἰκεῖαι ἀντιλαμβάνονται· ὥστε ὁμοίως ἡ ὄψις μέλανος καὶ ἡ γεῦσις πικροῦ.
“因为灵魂似乎不是依凭任何别的事物,而只是依凭‘同时’来说明在数目上为一者,但对于在种上为一者,则是依凭作出判断的感觉以及方式。” 并且,他提出这一点来证实感觉的单一现实活动能知觉把握数目上为一的事物:即她[灵魂]不是依凭任何别的事物,而只是依凭时间来判定数目上为一者。因为通过同时且作为在时间上不可分割者知觉把握它,她便判定它在数目上为一;因此,感觉在不可分割的时间中所认识的一切事物,都是作为数目上为一者而被认识的。另一方面,对于在种上相同且为一的事物,以及同样在属上[相同]的事物(因为现在对于感觉对象,他也把属称为种),他说她是通过作出判断的感觉以及知觉把握的方式来判定的:即通过作出判断的感觉来判定在属上相同者,通过知觉把握的方式来判定在种上相同者。因为由同一感觉所判断的事物是同属的,由视觉所判断者彼此同属,由听觉所判断者彼此同属;再次,在其余诸感觉的情形中亦同样如此。因此,在属上相同的事物乃是由作出判断的感觉来界定的,而对于在种上相同的事物,则再次通过对其知觉把握的方式将其从同属事物中区分开来。因为虽然是同一种[感觉]知觉把握它们,但并不是以相同的方式。因为每一种感觉都是对其所属的相反性质的判断者:视觉判断白与黑,味觉判断甜与苦,听觉判断高音与低音,其余诸感觉亦同样如此。因为黑与白在属上相同,是通过由同一种感觉感知它们而判定的;但通过以不同的方式和根据不同的感受感知它们,则判定它们在种上彼此不同。并且显然,也由于时间是不同的,时间上的差异也包含在知觉把握的方式之中。而在种上相同的事物,也可以仅通过作出判断的感觉是相同的以及时间的差异而被判定。 而相反的性质彼此之间固然是同属的,却绝不再是同种的;因为相反者在种上是彼此不同的。而她通过知觉把握的方式来判定这些差异。因为视觉并不是以相同的方式知觉把握白与黑,而是把前者作为习得态,把后者作为缺失来把握。因为在一切相反者中,一者是作为习得态,另一者则是作为此者的缺失。因此,同一感觉判定白与黑在种上彼此不同;因为视觉乃是通过知觉把握上的差异和方式来判定的。同样,味觉也判定甜与苦自身在种上是不同的。因此,能够被同一感觉所感知,对于某些事物在种上相同而言还不足够;而是在种上相同的事物是由固有的感觉根据知觉把握的方式来判定的。因为在处于同一感觉之下的事物中,凡是它作为某种习得态知觉把握的事物,彼此是同种的;而它作为缺失知觉把握的事物,又彼此是同种的。而对此类事物的判定仅仅是根据时间的差异产生的。至于处于中间的事物,某些会被归于前者,另一些会被归于后者,这种归属是根据其中占主导成分的混合而形成的。 并且他说,诸感觉是以彼此相似的方式感知彼此相对应的诸事物的。因为视觉并非以一种方式知觉把握相反者之中的习得态与缺失,而听觉以另一种方式知觉把握其自身的相反者,味觉以及其余各感觉又以另一种方式,而是所有感觉都以彼此相似且成比例的方式知觉把握从属于它们自身的相反者;因为对于彼此相对应的事物,其知觉把握与感觉也是相对应的。因为正如白在颜色中一样,甜在滋味中亦然;因此味觉知觉把握甜,正如视觉知觉把握白一样。再次,正如黑在颜色中一样,苦在滋味中亦然;因为两者皆是缺失。而它们各自固有的感觉也正是这样知觉把握它们的;因此,视觉知觉把握黑与味觉知觉把握苦乃是相似的。
- 2.25οὐδενὶ ἑτέρῳ λέγειν ἀλλ’ ἢ τῷ ἅμα
在否定词之后出现的 ἀλλ’ ἤ 是一种表示强烈排他或限制的固定搭配(相当于 πλὴν ἤ),意为“除……之外不”或“只有依凭……”。此处接续 οὐδενὶ ἑτέρῳ(“不依凭任何别的事物”),指明“同时”是唯一的判定标准。
- 2.25ὁμοειδῆ γὰρ τῶν ὑπὸ τὴν αὐτὴν αἴσθησιν ἀλλήλοις ὧν ὡς ἕξεών τινων ἀντιλαμβάνεται
主句中充当主语的指示代词(ταῦτα)被省略,关系代词 ὧν 为属格,由感知动词 ἀντιλαμβάνεται 的支配要求所决定。谓语形容词 ὁμοειδῆ 附带有部分属格短语 τῶν ὑπὸ τὴν αὐτὴν αἴσθησιν(“在同一感觉之下的事物中”)和与格 ἀλλήλοις(“彼此”),构成“凡是它作为某种习得态知觉把握的事物,彼此是同种的”这一句式。
