- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:139.9-141.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《论感觉及其对象》447b6的文句,亚历山大阐释了基于“程度差异”的反向论证结构:既然单一感觉能力不能同时感知多个未经混合的对象,灵魂就更不可能同时感知属于不同感觉能力的对象。
" Ἔτι μᾶλλον ἅμα δυοῖν αἴσθοιτο ἂν ἡ ψυχὴ τῇ μιᾷ αἰσθήσει ὧν μία αἴσθησις.1" Καὶ διὰ ταύτης τῆς ἐπιχειρήσεως δείκνυσιν ὅτι μὴ οἷόν τε πλειόνων ἅμα αἰσθητῶν αἰσθάνεσθαι, τῶν διαφόροις αἰσθήσεσιν αἰσθητῶν. ποιεῖται δὲ τὴν ἐπιχείρησιν κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον. λέγει γὰρ ὅτι ἅμα ἡ ψυχὴ πλειόνων 〈ἂν μᾶλλον〉 αἴσθοιτο τῶν κατὰ τὴν αὐτὴν αἴσθησιν αἰσθητῶν ἢ τῶν ταῖς διαφόροις αἰσθήσεσι. τὸ δὲ τῇ μιᾷ αἰσθήσει εἶπεν ἀντὶ τοῦ ‘μιᾷ ἐνεργείᾳ καὶ ἅμα γινομένῃ’. τὸ δὲ ὧν μία αἴσθησις συναπτέον τῷ ἅμα δυοῖν αἴσθοιτο ἂν ἡ ψυχή· τούτῳ γὰρ ἕπεται τὸ ὧν μία αἴσθησις. ὃ κατασκευάζων λέγει· μᾶλλον γὰρ ἡ κίνησις τῆς μιᾶς αὐτὴ ἑαυτῆς ἢ τοῖν δυοῖν,2 οἷον ὄψεως ἀκοῆς ἴσον [ἐστὶ] τῷ ‘μᾶλλον γὰρ ἡ κίνησις ἡ τῆς μιᾶς αἰσθήσεως ἅμα καὶ μία ἢ αἱ τῶν δύο αἰσθήσεων’. ἔστι δὲ ὃ λέγει ὅτι μᾶλλον μία καὶ ἡ αὐτὴ ἡ τῆς μιᾶς αἰσθήσεως ἐνέργεια δύναται εἶναι ἢ αἱ τῶν πλειόνων· ὥστε ἃς μᾶλλον ἐνδέχεται δι’ ὁμοιότητα μίαν εἶναι, αὗται ἂν μᾶλλον ἅμα γίνοιντο ἢ αἱ πλεῖον ἀλλήλων κεχωρισμέναι. Εἰς δὲ τοῦτο ἀγαγὼν τὸν λόγον μετὰ ταῦτα δείκνυσιν ὅτι μὴ οἷόν τε τὴν μίαν αἴσθησιν πλειόνων ἅμα αἰσθάνεσθαι, ᾧ ἀκολουθήσει τὸ μηδὲ κατὰ τὰς διαφόρους αἰσθήσεις ἅμα δύνασθαι αἰσθάνεσθαι. τῇ γὰρ αὐτῇ αἰσθήσει φησὶν ἀδύνατον εἶναι ἅμα δύο τινῶν ᾐσθῆσθαι κεχωρισμένων καὶ μενόντων δύο. μεμιγμένων μὲν γὰρ καὶ οἷόν τε τῷ μηδὲ εἶναι τὰ μεμιγμένα ἔτι πλείω, ἀλλὰ ὡς ἑνὸς αἰσθάνεσθαι τῶν μεμιγμένων. τοῦ δὲ τῶν ἀμίκτων ἅμα μὴ δύνασθαι αἰσθάνεσθαι τὴν αἴσθησιν ἀπόδειξιν φέρει τὸ τοῦ ἑνὸς κατ’ ἀριθμὸν μίαν κατ’ ἀριθμὸν αἴσθησιν εἶναι. τοῦτο γὰρ σημαίνει τὸ ἡ δὲ μία ἅμα αὑτῇ· ἡ γὰρ μία ἐνέργεια τῆς αἰσθήσεως καὶ ἐν τῷ αὐτῷ χρόνῳ καὶ ἅμα γίνεται. τῶν δὴ μεμιγμένων ἅμα αἰσθάνεται ἡ αἴσθησις ἐξ ἀνάγκης, ὅτι τε ἐκεῖνα ἓν καὶ τοῦ ἑνὸς κατὰ ἀριθμὸν αἰσθητοῦ μία ἡ ἐνέργεια κατ’ ἀριθμὸν ἡ τῆς αἰσθήσεως· τοῦ μὲν γὰρ ἑνὸς κατ’ ἀριθμὸν μία κατ’ ἐνέργειαν ἡ αἴσθησις. ἃ δὲ οὐ κατ’ ἀριθμὸν τὸ ἕν, ἀλλὰ κατ’ εἶδος ἢ γένος ἔχει, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν (ταῦτα γὰρ εἴδει ταὐτά), τούτων μία αἴσθησις, οὐχ ἡ κατ’ ἐνέργειαν, ἀλλὰ ἡ δυνάμει τε καὶ κατὰ δύναμιν μία. πᾶσαι γὰρ αἱ τῆς ὄψεως ἐνέργειαι δυνάμει ἅμα ἀλλήλαις, ὅτε δύναται ἡ ὄψις αὐτὰς ἐνεργεῖν. μία γὰρ αἴσθησις ἡ μὲν κατ’ ἐνέργειάν ἐστιν, ἡ δὲ κατὰ δύναμιν. τῇ οὖν κατὰ δύναμιν μιᾷ τῷ γένει τῶν αὐτῶν αἰσθητῶν αἰσθάνεται ἡ ψυχή. Λαβὼν δὲ τὸ τοῦ ἑνὸς κατ’ ἀριθμὸν αἰσθητοῦ μίαν εἶναι τὴν κατ’ ἐνέργειαν αἴσθησιν, ἀντιστρέφει αὐτὸ καὶ λέγει καὶ τὴν μίαν κατ’ ἐνέργειαν αἴσθησιν ἑνὸς κατ’ ἀριθμὸν ἔσεσθαι αἰσθητοῦ· ἡ μία ἄρα ἐνέργεια ὡς ἑνὸς καὶ μεμιγμένου τῶν πλειόνων αἰσθητῶν † ἀεὶ πλείονα αἰσθάνοιτο3 ἄν, εἰ ἅμα αὐτῶν αἰσθάνοιτο. εἰ δὲ μὴ εἴη μεμιγμένα, δύο ἂν καὶ αἰσθήσεις καὶ ἀντιλήψεις γίνοιντο αὐτῶν καὶ τοσαῦται, ὅσα τὰ ὁμογενῆ μὲν αἰσθητά,〈μὴ〉 μεμιγμένα δὲ ἀλλήλοις. ἀλλ’ ἀπὸ τῆς μιᾶς κατ’ ἀριθμὸν δυνάμεως τῆς ἐν ἀτόμῳ γινομένης χρόνῳ μίαν τὴν ἐνέργειαν ἀνάγκη εἶναι. τῆς γὰρ κατ’ ἀριθμὸν μιᾶς δυνάμεως ἡ εἰσάπαξ γινομένη μία χρῆσίς τε καὶ ἐνέργεια κατ’ ἀριθμόν, τουτέστιν ἑνὸς ἀντίληψις. οὐκ ἄρα ἐν τῷ αὐτῷ χρόνῳ ἅμα ἀμφοτέρων ἡ μία κατ’ ἐνέργειαν αἴσθησις ἀντιλήψεται· δύο μὲν γὰρ αἱ τῶν δύο ἀντιλήψεις, ἡ δὲ μία ἐνέργεια ἑνὸς ἀντιληπτική. κατασκευάσας δὲ τὸ μὴ δύνασθαι τῇ μιᾷ αἰσθήσει πλειόνων ἅμα ἀντιλαμβάνεσθαι κατὰ τὸ αὐτό, ἀκόλουθον τῷ τεθέντι ἐπιφέρει τὸ ἧττον ἔτι δυνήσεσθαι τὴν ψυχὴν κατὰ τὸ αὐτὸ τῶν πλείοσιν αἰσθήσεσιν αἰσθητῶν αἰσθάνεσθαι.
“此外,对于属于同一种感觉的事物,灵魂更能用同一种感觉同时感知两者。” 并且,通过这一论证,他也证明了不可能同时感知多个感觉对象,即由不同感觉能力所感知的对象。他是按照“更多”与“更少”[程度差异]来展开这一论证的。因为他说,比起属于不同感觉能力的对象,灵魂更能同时感知属于同一感觉能力的多个感觉对象。他说“用同一种感觉”,是用来代替“以单一的现实活动,且同时发生的现实活动”。而“对于属于同一种感觉的事物”这句,必须与“灵魂能同时感知两者”相联系;因为“对于属于同一种感觉的事物”紧随于此。他在确立这一点时说:“因为单一感觉自身的运动较之两者的运动,例如视觉与听觉的运动,更为单一”,这等同于“因为单一感觉的运动较之两种感觉的运动,更为同时且单一”。而他的意思在于:单一感觉的现实活动较之多种感觉的现实活动,更能是一且相同的;因此,那些因相似性而更能成为单一的活动,比起彼此相隔更远的活动,更能同时产生。在将论证引至此处之后,他接着证明:单一感觉不可能同时感知多个事物,由此将顺理成章地得出,在不同感觉能力下也不可能同时感知。因为他说,由同一感觉同时感知到两个保持为二且各自独立的事物是不可能的。在混合物的情形中确实是可能的,因为混合物不再是多数,而是将混合物作为一物来感知。而作为感觉不能同时感知未经混合之物的证明,他提出了:针对数目上为一的对象,存在着数目上为一的感觉。因为“而单一的感觉与自身同时”所指的正是这一点;因为感觉的单一现实活动既在同一时间中产生,又是同时产生的。因此,感觉必然同时感知混合的事物,既因为它们是一,也因为针对数目上为一的感觉对象,感觉的现实活动在数目上亦为一;因为针对数目上为一的对象,现实活动中的感觉乃是一。但是对于那些不是在数目上为一,而是在种或属上为一的事物,正如白与黑(因为这些在种上是相同的),关于它们的感觉是一,但不是现实活动中的一,而是在潜能上且依能力为一。因为视觉的一切现实活动,只要视觉能够实施它们,在潜能上都是彼此同时的。因为感觉为一,要么是在现实活动中,要么是依能力。因此,灵魂乃是以依能力为一的感觉来感知属上相同的感觉对象的。在设定了针对数目上为一的感觉对象、现实活动中的感觉是一之后,他将这一命题加以换位,说现实活动中的单一感觉也将属于数目上为一的感觉对象;因此,单一的现实活动如果是同时感知它们,就会将多个感觉对象作为单一且混合之物来感知。但如果它们未经混合,对它们的感觉和知觉把握就会成为两个,其数量与同类但未经相互混合的感觉对象一样多。然而,从不可分割的时间中产生的数目上单一的能力出发,现实活动必然是一。因为数目上单一的能力一次性产生的单一运用与现实活动在数目上是一,也就是对单一之物的知觉把握。因此,现实活动中的单一感觉不会在同一时间中同时把握两者;因为对两者的知觉把握是两个,而单一的现实活动仅能把握一者。在确立了单一感觉不可能在同一方面同时把握多个事物之后,他作为顺理成章的推论提出:灵魂就更不可能在同一方面感知由多种感觉所感知的对象了。
- 2.24ὧν μία αἴσθησις
关系代词 ὧν 为中性复数属格,修饰或限定前文的 δυοῖν,意为“凡属于同一种感觉能力的那些对象(中的两者)”。亚历山大在下文中明确指出该从句应在句法上与 ἅμα δυοῖν αἴσθοιτο ἂν ἡ ψυχή 相联结。
- 2.24μᾶλλον γὰρ ἡ κίνησις τῆς μιᾶς αὐτὴ ἑαυτῆς ἢ τοῖν δυοῖν
在比较句式 μᾶλλον... ἤ 中,αὐτὴ ἑαυτῆς(它自身与其自身/相较于两者的运动)存在省略。亚历山大在下文的 ἴσον ἐστὶ τῷ... 中将其补全并改写为“单一感觉的运动比两种感觉的运动更为同时且单一”。
- 2.24ἡ μία ἄρα ἐνέργεια ὡς ἑνὸς καὶ μεμιγμένου τῶν πλειόνων αἰσθητῶν † ἀεὶ πλείονα αἰσθάνοιτο ἄν, εἰ ἅμα αὐτῶν αἰσθάνοιτο
该句虽包含校勘记号标注的文本讹误,但句法主干为 ἡ μία ἐνέργεια ὡς ἑνὸς καὶ μεμιγμένου [...] αἰσθάνοιτο ἄν(单一现实活动将把[多个感觉对象]作为单一且混合之物来感知),后接条件从句 εἰ ἅμα αὐτῶν αἰσθάνοιτο。属格 τῶν πλειόνων αἰσθητῶν 作动词 αἰσθάνοιτο 的属格宾语。
