← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§12.3-14.5

视觉对生存与听觉对知识的贡献

亚历山大阐释了亚里士多德比较视觉与听觉作用的段落,说明视觉就其自身而言有助于生存所必需之物,而听觉则通过传递言辞偶性地对知识与思虑作出更大贡献。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#3

ὅτι δὲ καὶ ἡ ἀκοὴ πρός τε πρᾶξιν καὶ θεωρίαν χρήσιμος, πρόδηλον, εἴγε ἀκούοντες μανθάνομεν τὰ κατὰ τὰς ἐπιστήμας.1 Συγκρίνων δὲ τήν τε ὄψιν καὶ τὴν ἀκοήν, ἃς καὶ πρὸς φρόνησιν εἶπε τοῖς φρονήσεως δεκτικοῖς συντελεῖν τήν τε πρακτικὴν καὶ τὴν θεωρητικήν, λέγει πρὸς μὲν τὰ ἀναγκαῖα χρησιμωτέραν τὴν ὄψιν εἶναι καθ’ αὑτήν (ὧν γάρ ἐστι καθ’ αὑτὴν ἀντιληπτική, ταῦτα πρὸς σωτηρίαν τοῖς ἔχουσιν αὐτὴν ἐστι χρήσιμα· καὶ γὰρ ἃ δεῖ προφυλάξασθαι δείκνυσι, καὶ τίνα αἱρεῖσθαι δεῖ), πρὸς μέντοι τὴν ἐπιστήμην τὴν ἀκοήν φησι κατὰ συμβεβηκὸς πλέον συντελεῖν· διὰ γὰρ ταύτης αἱ μαθήσεις τε καὶ ἱστορίαι. κατὰ συμβεβηκὸς δὲ εἶπεν, ὅτι προηγουμένως μὲν ἡ ἀκοὴ ψόφων ἐστὶν ἀντιληπτική, κατὰ συμβεβηκὸς δὲ καὶ λόγων· ὅτι γὰρ καὶ ὁ λόγος ψόφος τίς ἐστι, [τούτων] ἀκοὴ ἀντιλαμβάνεται αὐτοῦ. Ὅτι δ’ ἡ μὲν ὄψις πρὸς τὰ ἀναγκαῖα χρησιμωτέρα καθ’ αὑτήν, ἡ δὲ ἀκοὴ πρὸς νοῦν καὶ φρόνησιν κατὰ συμβεβηκός, δείκνυσι διὰ τοῦ τὴν μὲν ὄψιν πολλὰς εἰσαγγέλλειν διαφορὰς τῷ πάντα τὰ σώματα μετὰ χρώματος εἶναι ὁρατά, μὴ εἶναι δὲ τὰ χρώματα καθ’ αὑτά. πάντα οὖν τὰ χρώματα ἡ ὄψις ὁρῶσα αἰτία γίνεται τοῦ τὰ μὲν οἰκεῖα αἱρεῖσθαι, τὰ δὲ ἀλλότρια φεύγειν τε καὶ ἀποστρέφεσθαι· πλεῖσται δὲ αἱ τῶν χρωμάτων διαφοραί. αἰσθανομένη δὲ πάντων τῶν σωμάτων τῷ κεχρῶσθαι αὐτὰ τῶν κοινῶν αἰσθητῶν μάλιστά ἐστιν αἰσθητική· μάλιστα γὰρ τοῖς σώμασι παρακολουθεῖ, ὧν αἰσθάνεται. μέγεθος γὰρ καὶ σχῆμα καὶ κίνησις καὶ ἀριθμὸς ἐν τούτοις πρώτως τε καὶ κυρίως. ἀπὸ γὰρ τῶν ἀριθμητῶν καὶ ἡ τοῦ ἀριθμοῦ ἐπίνοια, ἀριθμητὰ δὲ τὰ αἰσθητά, ἃ τῷ κεχωρισμένα ἀλλήλων ὁρᾶσθαι καὶ ἀριθμητά ἐστιν. ἡ δὲ αἴσθησις αὕτη καὶ μεγέθους καὶ κινήσεως καὶ σχήματος καὶ ἀριθμοῦ αἰσθάνεται διὰ τῆς τῶν χρωμάτων ἀντιλήψεως. πλείστας οὖν διαφορὰς ἡ ὄψις ἡμῖν μηνύει, ἐξ ὧν τὸ χρήσιμον ἡμῖν. τὸ κατὰ τὰς αἱρέσεις μὲν τῶν ὠφελίμων φυγὰς δὲ τῶν βλαβερῶν2 περιγίνεται, οὐ τοῖς λογικοῖς μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ἔχουσιν αὐτήν. Ἡ δὲ ἀκοὴ διαφορῶν μὲν οὐ πολλῶν ἐστιν αἰσθητική· τὰς γὰρ τῶν ψόφων διαφορὰς διαγιγνώσκει καθ’ αὑτὴν μόνας, ὥστε τοῖς πλείστοις τῶν ἐχόντων αὐτὴν ὀλίγον παρέχεται τὸ χρήσιμον· τοῖς δὲ λογικοῖς καὶ λόγου αἴσθησίν τε καὶ σύνεσιν ἔχουσιν οὐ τὰς τῶν ψόφων μόνον διαφοράς, ἀλλ’ ἤδη καὶ τὰς τῆς φωνῆς σημαίνει. ἐπεὶ δὲ ὁ λόγος αἴτιος τῶν μαθήσεων ἀκουστὸς ὤν (ψόφος γὰρ καὶ αὐτὸς ἢ διὰ ψόφου· κατὰ συμβεβηκὸς γὰρ ἡ ἀκοὴ τοῦ λόγου αἰσθητική· οὐ γὰρ ὡς λόγου, ἀλλὰ ἐπεὶ συμβέβηκεν αὐτῷ ψόφῳ εἶναι), αἰτία ἡμῖν ἡ ἀκοὴ ἐπιστήμης τε καὶ θεωρίας γίνεται. διὰ τί δὲ γίνεται ἡ ἀκοή, τοῦ λόγου οὖσα ἀκουστική, μαθήσεως ἡμῖν αἰτία, ἔδειξε· διὰ γὰρ τὸ τὸν λόγον ἐξ ὀνομάτων συγκεῖσθαι, τὰ δὲ ὀνόματα σύμβολά τινων εἶναι καὶ σημεῖα· φωναὶ γὰρ σημαντικαὶ τὰ ὀνόματα (ὀνόματα γὰρ καὶ τὰ ῥήματα λέγει νῦν), ὁ λόγος γὰρ ἐκ τούτων ἔχει τὴν σύνθεσιν. ὅτι δὲ κατὰ συμβεβηκὸς ἡ ἀκοὴ ἡμῖν αἰτία τοῦ ἀντιλαμβάνεσθαι λόγου, δῆλον ἐκ τοῦ τῶν μὴ ὁμοφώνων ἡμᾶς ἀκούειν μὲν ὁμοίως, ἀλλὰ μὴ ὡς λόγου τῶν λεγομένων συνιέναι·3 οὐ γὰρ ἐν τῷ ἀκούειν τὸ συνιέναι, ἀλλὰ διὰ τὸ ἀκούειν. εἴη δ’ ἂν τὸ ἀκόλουθον τῆς λέξεως· ‘ὁ γὰρ λόγος αἴτιος τῆς μαθήσεως, ὢν κατὰ συμβεβηκός, ἀλλ’ οὐ καθ’ αὑτὸν ἀκουστός’· οὐ γὰρ ᾗ λόγος ἀκουστὸς καθ’ αὑτόν, ἀλλ’ ᾗ ψόφος. Ὅτι δὲ πρὸς φρόνησιν καὶ ἐπὶ πλέον ἡ ἀκοὴ τῆς ὄψεως συντελεῖ, σημεῖον ἐτίθετο τὸ καὶ τῶν ἐστερημένων ἑκατέρας τῶν αἰσθήσεων τούτων ἐκ γενετῆς τοὺς τυφλοὺς τῶν κωφῶν 〈καὶ ἐνεῶν〉 φρονιμωτέρους εἶναι, ὡς τὴν τῆς φρονήσεως αἰτίαν ἔχοντας. λέγει δὲ [ἐννεοὺς] τοὺς μὴ δυναμένους τῇ ἀκοῇ κεχρῆσθαι κωφούς, 〈ἐνεοὺς δὲ τοὺς μὴ λαλοῦντας〉 μηδὲ ἀκούοντας· ἀκόλουθον γὰρ κωφοῖς τε καὶ ἐνεοῖς εἶναι. εἴη δ’ ἂν πρὸς μὲν τὴν ἐξ ἀρχῆς ζήτησιν καὶ αἴσθησιν τῶν ἐν θεωρίᾳ ἡ ὄψις συμβαλλομένη πλέον, πρὸς δὲ τὴν τῶν εὑρημένων μάθησιν ἡ ἀκοή.4

听觉对于实践与观照两者同样是有用的,这一事实是显而易见的,既然我们是通过听来学习诸科学的知识。在比较视觉与听觉时——他曾说这两者对于能够接受思虑的动物而言,对实践的思虑与观照的思虑都有所促进——他说,视觉就其自身而言对于必需的事物更为有用(因为凡是视觉就其自身所能把握的,对具有视觉的动物来说在生存上都是有用的;因为它确实指明了应当防范什么以及应当选择什么),然而他说,听觉则偶性地对知识作出更大贡献;因为正是通过听觉才有了学习与探究。他之所以说偶性地,是因为听觉在本性上是把握声音的,但偶性地也把握言辞;因为既然言辞也是一种声音,听觉便把握它。至于视觉就其自身而言对于必需之物更为有用,而听觉则偶性地对于理智与思虑更为有用,这一点他是通过以下事实来说明的:视觉报告了许多差异,因为一切物体都是伴随着颜色才可见的,而颜色并非就其自身而存在。因此,视觉通过观看一切颜色,便成为选择适宜事物、躲避并厌弃异己事物的原因;而颜色的差异是极其繁多的。而且,通过由于物体具有颜色而感知一切物体,视觉特别能够感知共通的感觉对象;因为共通的感觉对象尤其伴随着它所感知的物体。因为体积、形状、运动与数目,首先且本真地存在于这些物体之中。因为从可计数之物出发也有了关于数的概念,而可计数之物就是可感之物,这些事物由于被看到彼此分离因而也是可计数的。并且这种感觉通过对颜色的把握,也感知体积、运动、形状与数目。因此视觉向我们告知了极多的差异,由此产生出对我们有用的东西,即关于选择有益事物与躲避有害事物的用处,不仅归于理性的动物,而且归于一切具有视觉的动物。相比之下,听觉并不能感知许多差异;因为它就其自身而言仅仅辨别声音的差异,以至于对具有它的大多数动物而言,它所提供的用处很小;但对于理性的、具有对言辞的感觉与理解的动物而言,它不仅指示声音的差异,而且如今也指示言声的差异。既然言辞因其可被听见而成为学习的原因(因为言辞本身也是一种声音,或者通过声音而存在;因为听觉偶性地能够感知言辞;因为听觉不是将言辞作为言辞,而是因为言辞偶性地是声音而感知它),听觉便成为我们获得知识与观照的原因。听觉作为能够听见言辞的感觉,究竟因何成为我们学习的原因,他已经说明了:这是由于言辞是由名称组成的,而名称是某些事物的符号和标记;因为名称是有意义的言声(因为他在此也将动词称为名称),言辞正是从这些成分中获得其结合。至于听觉对于我们而言只是把握言辞的偶性原因,从以下事实可以明显看出:对于语言不同的人,我们听得同样清楚,但并不把所说的话作为言辞来理解;因为理解并不在于听见本身,而是通过听见而产生的。文句的接续应当是:“因为言辞是学习的原因,它偶性地而非就其自身而言是可被听见的”;因为言辞并非就其作为言辞而言就其自身是可被听见的,而是就其作为声音而言才是可被听见的。至于听觉比视觉对思虑更有贡献,他提出的证据是,即使在从出生起便被剥夺了这两种感觉之一的人中,盲人也比聋哑人更为聪明,因为他们拥有产生思虑的原因。他将不能使用听觉的人称为聋子,将既不能说也不能听的人称为哑巴;因为成为聋子与成为哑巴是相互伴随的。因此,对于最初的探究以及对观照中诸事物的感知而言,视觉的贡献更大;而对于学习已被发现的事物而言,听觉的贡献更大。

语法注4 条
  1. 1.3εἴγε ἀκούοντες μανθάνομεν τὰ κατὰ τὰς ἐπιστήμας

    连词 εἴγε 引导条件从句,同时预设已知或显而易见的前提(“既然……”,“倘若确实……”)。分词 ἀκούοντες 表示手段(“通过听”)。

  2. 1.3τὸ κατὰ τὰς αἱρέσεις μὲν τῶν ὠφελίμων φυγὰς δὲ τῶν βλαβερῶν

    紧接前文的 ἐξ ὧν τὸ χρήσιμον ἡμῖν,由冠词 τὸ 引导的介词短语整体被名词化,充当随后谓语动词 περιγίνεται(“归于”,“产生”)的主语,或者作为同位语对 τὸ χρήσιμον ἡμῖν 作出具体说明。

  3. 1.3τῶν μὴ ὁμοφώνων ἡμᾶς ἀκούειν μὲν ὁμοίως, ἀλλὰ μὴ ὡς λόγου τῶν λεγομένων συνιέναι

    对比结构。前半部分的 τῶν μὴ ὁμοφώνων 是动词 ἀκούειν 所支配的人的属格(“听异语者之声”)。后半部分的 τῶν λεγομένων 则是动词 συνιέναι 所支配的事物的属格(“理解所说之事”),其中 ὡς λόγου 作表语性属格修饰(“作为言辞”)。

  4. 1.3εἴη δ’ ἂν πρὸς μὲν τὴν ἐξ ἀρχῆς ζήτησιν καὶ αἴσθησιν τῶν ἐν θεωρίᾳ ἡ ὄψις συμβαλλομένη πλέον, πρὸς δὲ τὴν τῶν εὑρημένων μάθησιν ἡ ἀκοή

    由 ἄν 与希求式 εἴη 构成的潜在表达,引出注解者本人的总结性结论。述谓分词 συμβαλλομένη 与 εἴη 结合构成迂说谓语,后半句 ἡ ἀκοή 之后承前省略了 εἴη ἂν συμβαλλομένη πλέον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:12.3-14.5