← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§137.18-139.8

异类感觉对象不可同时被感知

亚历山大阐发亚里士多德的论证,说明不论属于不同感觉能力的对象所引起的运动是不等的还是相等的,都无法同时纯正地被感知,且非偶性的混合只能发生在同一感觉能力下的同类对立面之间。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23#2

εἰ γὰρ ἡ μείζων κίνησις ἐκκρούει τὴν ἐλάττω ἐπισκοτοῦσα αὐτῇ (διὰ τοῦτο γὰρ καὶ φοβούμενοι σφόδρα οὐχ ὁρῶμεν), ἀλλὰ καὶ ἐν τῇ μίξει τῇ πρὸς ἄλληλα οὐχ ὁμοία ἡ ἀντίληψις,1 ἀνάγκη ἄρα, ἂν ἅμα ᾖ τινων αἴσθησις γινομένη, τοῦ μὲν μᾶλλον κινεῖν δυναμένου, τοῦ δὲ ἧττον, καὶ αὐτὴν τὴν τοῦ μᾶλλον αἰσθητοῦ ἐν τῇ κοινωνίᾳ τῇ πρὸς ἄλλο τι αἰσθητόν, εἰ καὶ ἔλαττον εἴη ἐκείνου, ἧττον γίνεσθαι ἢ εἰ μόνον αὐτοῦ ἐγίνετο ἡ αἴσθησις. ἀφαιρεῖται γάρ τι ἀπ’ αὐτῆς ἐν τῇ πρὸς τὴν ἐλάττω μίξει· κεῖται γὰρ τὸ πάντα ἁπλᾶ καὶ ἄμικτα ὄντα μᾶλλον αἰσθητὰ εἶναι. * * * Τὸ ἴσως τοῖς πρώτοις ληφθεῖσιν ἀκόλουθον ὡς ἑπόμενον τοῦτο πάλιν λαμβάνει τό,2 ἂν ἴσαι ὦσί τινες αἰσθήσεις, τουτέστιν ἐπὶ ἴσων αἰσθητῶν, διαφερόντων δὲ καὶ ὑπὸ διαφόρους αἰσθήσεις, τὸ μηδετέρου αὐτῶν αἴσθησιν ἔσεσθαι. εἰ γὰρ τῆς μείζονος αἰσθήσεως ἀφῄρει τὴν † ἐλάττω καὶ ἠφάνιζε μία γινομένη αὐτῇ, κἂν ὦσιν ἴσαι ἀμφότεραι διαφόρων οὖσαι αἰσθητῶν, ἀφανιοῦσιν ἡ ἑτέρα τὴν ἑτέραν ὁμοίως. ἁπλᾶ μὲν γὰρ † ἐξ ἴσου κἂν εἶεν ἐξ ἀμφοτέρων ἅμα γινομένων· ἡ γὰρ ἁπλῆ αἴσθησις ἁπλοῦ αἰσθητοῦ. λείπεται ἄρα ἢ μηδ’ ὅλως γίνεσθαι αἴσθησιν ἢ μικτήν τινα καὶ ἀπ’ ἀμφοῖν μίαν. ἀλλὰ τοῦτο γίνεται ἐπὶ τῶν μίγνυσθαι δυναμένων ἀλλήλοις, ὥσπερ ἐπὶ τῶν κιρναμένων· ἐπὶ γὰρ μεμιγμένων ἡ τοιαύτη αἴσθησις. ἐκ μὲν γὰρ τινων αἰσθητῶν μεμιγμένων γίνεται τι, ἐκ δὲ ἐνίων οὐδὲν γίνεται τῷ μηδὲ τὴν ἀρχὴν αὐτὰ μικτὰ εἶναι, ὡς προειρήκαμεν· τοιαῦτα γὰρ τὰ ὑπὸ τὰς διαφόρους αἰσθήσεις. μικτὰ γὰρ τὰ ὁμογενῆ καὶ τὰ ὑπὸ τὴν αὐτὴν αἴσθησιν· τοιαῦτα δὲ ὧν τὰ ἔσχατα ἐναντία εἰσὶν ἀλλήλοις. ἔσχατα γὰρ ἐν ἑκάστῳ τὰ πλεῖστον ἀλλήλων διεστῶτα, τὰ δὲ πλεῖστον ἀλλήλων ἐν τοῖς ὁμογενέσι διεστῶτα ἐναντία. ταῦτα δὲ ἀλλήλοις μίγνυται· ἐκ μὲν γὰρ λευκοῦ καὶ μέλανος μιγνυμένων ἕν τι γίνεται ἅμα, ἀλλὰ καὶ ἐκ τῶν μεταξὺ τούτων πρὸς ἄλληλά τε καὶ πρὸς ταῦτα μεμιγμένων· ἐκ δὲ λευκοῦ καὶ ὀξέος οὐχ οἷόν τε ἕν τι γίνεσθαι (εἰ μὴ εἴη τὸ ὀξὺ μέλαν ἢ φαινόμενόν τι ἄλλο χρῶμα, καθ’ ὃ ἡ μῖξις αὐτοῦ πρὸς τὸ λευκὸν ἔσται) ἀλλ’ ἢ κατὰ συμβεβηκός.3 ἢ εἴη ἂν κατὰ συμβεβηκὸς μεμιγμένον τὸ λευκὸν καὶ τὸ ὀξὺ καὶ ἕν τι ἄμφω, εἰ ἅμα τινὶ ἄμφω εἴη συμβεβηκότα, τὸ λευκὸν καὶ τὸ ὀξύ, ὡς τὸ λευκὸν 〈ὀξὺ〉 καὶ τὸ ὀξὺ 〈λευκὸν〉 εἶναι. ἀλλ’ οὐχ οὕτως ταῦτα ἓν ὡς ἡ ἐξ ὀξέος καὶ βαρέος συμφωνία· ταῦτα γὰρ καθ’ αὑτὰ μικτά· ὁμογενῆ γὰρ καὶ ὑπὸ αἴσθησιν μίαν. Ταῦτα δὲ εἰπὼν ἐπιφέρει ὡς ἐκ τῶν κειμένων δεδειγμένου τοῦ μὴ οἷόν τε εἶναι τῶν διαφόρων αἰσθητῶν ἅμα αἰσθάνεσθαι. ἢ γὰρ ἴσαι ἔσονται αἱ ἀπ’ αὐτῶν κινήσεις ἢ ἡ ἑτέρα ὑπερέξει. ἀλλ’ εἰ μὲν ἴσαι, ἀφανιοῦσιν ἀλλήλας· εἰ γὰρ οὐδὲ τῆς μείζονος οἷόν τε εἰλικρινῶς αἰσθάνεσθαι, ὅταν μετ’ ἄλλης τινὸς ἐλάττονος γένηται, ὅταν ἴσαι ὦσι, δῆλον ὅτι ἀφανιοῦσιν ἀλλήλας· οὐ γὰρ δὴ μιχθεῖσαι ἕν τι ποιήσουσιν αἰσθητόν. εἰ δὲ ἡ ἑτέρα ὑπερέχοι, ταύτης μόνης ἀντίληψις ἔσται· κεῖται γὰρ ὅτι ἡ μείζων κίνησις ἀφανίζει τὴν ἐλάττω.

因为,如果较强烈的运动通过遮蔽较微弱的运动而将其排挤(正因如此,当我们在极度恐惧中时便看不见东西),并且在彼此的混合中知觉把握亦非相同,那么,假若对某些事物的感知同时发生,其中一个能产生较大推动,另一个能产生较小推动,则对更显着的感觉对象本身的感知,在其与另一感觉对象的结合中,即便后者弱于前者,必然也比仅仅发生对该对象本身的感知时更为减弱。因为在与较弱者的混合中,有某种东西从该感知中被扣除;因为已设定:一切事物在单纯且未经混合时都更为可感。 * * * 作为或许由最先采纳的前提所顺理成章推出的结论,他进而设定了这一点:如果某些感觉是相等的,也就是说针对相等的感觉对象,但彼此不同且属于不同的感觉能力,那么对它们之中的任何一个都不会产生感觉。因为,如果在较强感觉的情形中,[较弱者]与其合而为一时削弱并湮没了较强者,那么即使两者相等,由于属于不同的感觉对象,二者也将同样彼此湮没。事实上,若从二者同时产生,单纯的感觉就不可能存在;因为单纯的感觉属于单纯的感觉对象。于是剩下的情况要么是根本不产生感觉,要么是产生某种混合的感觉,即由二者构成的单一感觉。但这发生在能够相互混合的事物上,正如在被调和的事物上那样;因为此类感觉只属于混合的事物。因为从某些混合的感觉对象中能生成某种东西,但正如我们此前所说,从某些感觉对象中则什么也生成不了,这是由于它们根本不可混合;属于不同感觉能力的对象便属于此类。因为可混合的事物乃是同类的且属于同一感觉能力的事物;此类事物正是其极端彼此对立的事物。因为在各个类别中,彼此相距最远的即是极端,而在同类事物中相距最远的则是对立面。这些事物彼此混合:因为从黑白的混合中同时生成某种单一之物,从处于它们之间的中间物彼此混合以及与它们混合中也能生成;然而从白与高音中却不可能生成某种单一之物,除非是偶性地(除非高音是黑色或某种其他显现的颜色,依此它与白色的混合才得以成立)。或者说,如果白与高音二者同时偶性地从属于某物,以至于白即高音且高音即白,那么白与高音才可以说是偶性地混合且二者成为某种单一之物。但这些事物之合为一体并不像高音与低音所构成的协和音那样合为一体;因为后者就其自身而言即是可混合的,因为它们属于同类且归于单一的感觉能力。说了这些之后,他得出结论,认为根据已设定的前提已证明了不可能同时感知不同的感觉对象。因为由它们所引起的运动要么相等,要么其中一者占据优势。如果它们相等,它们将彼此湮没;因为既然当较强烈的运动与某种其他较微弱的运动并存时,甚至连对较强烈者都无法纯正地感知,那么当它们相等时,它们显而易见将彼此湮没;因为它们绝不会通过混合而造成某种单一的感觉对象。而如果其中一者占据优势,则将仅仅产生对这一者的知觉把握;因为已设定:较强烈的运动湮没较微弱的运动。

语法注3 条
  1. 2.23ἀλλὰ καὶ ἐν τῇ μίξει τῇ πρὸς ἄλληλα οὐχ ὁμοία ἡ ἀντίληψις

    在开头的条件从句 εἰ γὰρ ἡ μείζων κίνησις ἐκκρούει ... 之后,ἀλλὰ καί 并列地引入了条件从句中的第二个前提,而主句的归结从 ἀνάγκη ἄρα 开始。

  2. 2.23Τὸ ἴσως τοῖς πρώτοις ληφθεῖσιν ἀκόλουθον ὡς ἑπόμενον τοῦτο πάλιν λαμβάνει τό

    句首的 Τό 与 ἀκόλουθον 构成名词化短语,由 τοῦτο 复指并作主动词 λαμβάνει 的宾语(ὡς ἑπόμενον 作表语性说明);λαμβάνει 后的 τό 引领同位语性质的带冠词不定式结构,在插入条件从句后由 μηδετέρου 前的 τό 复指。

  3. 2.23ἀλλ’ ἢ κατὰ συμβεβηκός

    承接前面的否定句 οὐχ οἷόν τε ἕν τι γίνεσθαι,连语 ἀλλ’ ἤ 表示排除(“除……之外”),意即“除非是通过偶性”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:137.18-139.8