- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:135.23-137.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德提出的关于能否在同一且不可分的时间内同时感知两件事物的疑难(447a12),亚历山大阐明了用以推论其不可能性的诸前提:较强运动对较弱运动的排挤、单纯对象较之混合对象更易被精确感知,以及真正的混合仅发生在同类的对立面之间。
" Ἔστι δὲ ἀπορία καὶ ἄλλη τις τοιάδε περὶ τὰς αἰσθήσεις, πότερον ἐνδέχεται ἅμα δύο αἰσθάνεσθαι ἐν τῷ αὐτῷ καὶ ἀτόμῳ χρόνῳ." Ἡ μὲν ἀπορία ἣν ἀπορεῖ σαφής. ζητεῖ γὰρ εἰ ἅμα πλειόνων ἔστιν αἰσθάνεσθαι, ὡς ἐν τῷ αὐτῷ χρόνῳ πλειόνων τινῶν αἰσθητῶν ἀντίληψιν γίνεσθαι, ἢ οὐχ οἷόν τε. τὸ δὲ ἀτόμῳ χρόνῳ εἶπεν οὐχ ὡς ἀδιαιρέτῳ (οὐ γὰρ ἔστιν ἀδιαίρετος χρόνος), ἀλλὰ μὴ τούτου ἐν ᾧ αἰσθανόμεθα χρόνῳ ἐν μέρει μέν τινι αὐτοῦ τοῦδε αἰσθάνεσθαι, ἐν ἄλλῳ δὲ ἄλλου, ἀλλ’ ἐν τῷ αὐτῷ χρόνῳ πλειόνων.1 μέλλων δὲ ἐπιχειρεῖν πρῶτον ἐνδόξως εἰς τὸ μὴ οἷόν τε εἶναι λαμβάνει τινὰ καὶ τίθησιν ὡς ἐναργῆ, δι’ ὧν κατασκευάσει ὅτι καὶ τὰ πλείω αἰσθητὰ ἐμποδίζει ἀλλήλοις, πρῶτον μὲν τὸ ἀεὶ τὴν μείζω κίνησιν ἐκκρούειν τὴν ἐλάττω, οὗ παρέθετο πίστιν τὸ πολλάκις ὑπὸ τοὺς ὀφθαλμούς τινων τιθεμένων ἢ φερομένων μὴ αἰσθάνεσθαί τινας,2 ὅταν τύχωσιν ἢ σφόδρα τι ἐννοοῦντες ἐν ἑαυτοῖς ἢ φοβούμενοι ἢ ἀκούοντες μεγάλου ψόφου (ἡ γὰρ περὶ ἄλλα σύντονος ἐνέργεια τῆς ψυχῆς κωλύει τὰς ἐλάττους ἀντιλήψεις ἐν αὐτῇ γίνεσθαι). τὸ δὲ δεύτερον τίθησι τὸ μᾶλλον ἔστιν αἰσθάνεσθαι ἀμιγοῦς καὶ ἀκράτου καὶ καθ’ αὑτὸ ὄντος ἢ μεμιγμένου καὶ κεκραμένου πρὸς ἄλλο, ὃ πάλιν ἐναργῶς ἔδειξεν οὕτως ἔχον ἐπὶ παραδειγμάτων οἴνου ἀκράτου τε καὶ ὕδατι κεκραμένου, ὁμοίως καὶ μέλιτος, ὁμοίως καὶ λευκοῦ ἀκράτου καὶ ἄλλῳ μεμιγμένου τινὶ χρώματι, ὁμοίως καὶ νήτης αὐτῆς τε καθ’ αὑτὴν λαμβανομένης καὶ μεμιγμένης τῇ ὑπάτῃ ἢ ἄλλῳ τινὶ φθόγγῳ ἢ τῇ διὰ πασῶν συμφωνίᾳ· ἐπὶ πάντων γὰρ τούτων τε καὶ τῶν τοιούτων εἰλικρινεστέρα τε καὶ ἀκριβεστέρα ἡ αἴσθησις ἁπλῶν λαμβανομένη τῶν αἰσθητῶν ἢ εἰ εἴη συγκείμενα καὶ κεκραμένα ἀλλήλοις. Οὗ τὴν αἰτίαν παρέθετο· διὰ γὰρ τὸ ἀφανίζειν ἄλληλα ἀφανέστερα ἕκαστα γίνεται ἐν τῇ μίξει τῇ πρὸς ἄλληλα. εἰπὼν δὲ ἀφανίζειν ἕκαστα ἐν τῇ μίξει, ἐν τίσιν ἡ μῖξις γίνεται καὶ τίνα ἐστὶ τὰ ἀφανίζοντα ἄλληλα ἐν τῇ μίξει τῷ ἐν μέσῳ που καθίστασθαι τὸ μεμιγμένον καὶ τὴν εἰλικρίνειαν ἀποβάλλειν ἕκαστον τῶν ἐν τῇ μίξει,3 ἐδήλωσε προσθείς· τοῦτο δὲ ποιεῖ ἐξ ὧν ἕν τι γίνεται. ταῦτα δὲ μίγνυταί τε ἀλλήλοις καὶ ἀφανίζει ἄλληλα ἐν τῇ μίξει, ἐξ ὧν μιγνυμένων ἕν τι δύναται γίνεσθαι. οὐ γὰρ πᾶν παντὶ μικτόν, ἀλλὰ χυμοὶ μὲν χυμοῖς, ψόφοι δὲ ψόφοις, χρώματα δὲ χρώμασι, θερμότητες δὲ καὶ ψυχρότητες ἀλλήλαις καὶ ξηρότητες καὶ ὑγρότητες, ὁμοίως καὶ αἱ ἄλλαι ἐναντιώσεις. οὐ γὰρ μίγνυται ψόφος χρώματι οὐδὲ χυμὸς ψόφῳ· οὐδὲ γὰρ δύναται ἕν τι ἐκ τῆς τῶν τοιούτων συνθέσεως γίνεσθαι. καθόλου γὰρ τὰ διαφόροις αἰσθήσεσιν αἰσθητὰ ἄμικτα τῷ εἶναι ἑτερογενῆ. ὁμογενῶν γὰρ καὶ ἐν ὁμογενέσιν ἡ μίξις· τῶν γὰρ ἐναντίων καὶ τῶν μεταξύ. ἔχει δὴ κείμενον ὅτι τὰ αἰσθητὰ ἄλληλα ἐμποδίζει, τὰ μὲν διαφέροντα, ὡς μηδὲ αἴσθησιν γίνεσθαι τῶν ὅλων † ἐλαττόνων, τὰ δὲ ὁμογενῆ καὶ μιγνύμενα τῷ ἔλαττον ἐν τῇ μίξει αἰσθητὰ εἶναι τὰ μεμιγμένα ἀλλήλοις τῶν ἀμιγῶν. τούτοις δὴ χρώμενος πειρᾶται δεικνύναι ὅτι μὴ οἷόν τε ἅμα δύο τινῶν αἴσθησιν γίνεσθαι. Προστίθησι δὲ τούτοις ὅτι οὐδέ, ὅτε ἡ ἐλάττων ὑπὸ τῆς σφοδροτέρας ἀφανίζεται ἐκκρουομένη, οὐδὲ τότε τῆς μείζονος εἰλικρινὴς ἡ ἀντίληψις γίνεται.
“关于诸感觉,还有另一个类似的疑难,即是否可能在同一且不可分的时间内同时感知两件事物。” 他所提出的疑难是明确的。因为他在探究是否可能同时感知多件事物,即在同一时间内产生对若干感觉对象的知觉把握,还是这绝无可能。而他所说的“在不可分的时间内”,并非指绝对不可分的实体(因为并不存在不可分的时间),而是指在我们进行感知的这段时间内,不是在其中的某个部分感知此物,而在另一个部分感知彼物,而是在同一时间内感知多件事物。为了首先以通达常理的推论来论证这是不可能的,他采纳了若干前提并将其作为显明的事实提出,通过这些前提他将确立多个感觉对象也会彼此妨碍:首先,较强烈的运动总是排挤较微弱的运动,对此他提出的佐证是,当人们恰好在内心强烈思索某事,或处于恐惧中,或听到巨大响声时,即便某些事物被放置或移动到他们眼前,他们往往也无法感知(因为灵魂在其他事物上的紧张活动阻碍了较微弱的知觉把握在其中产生)。其次,他提出,相比于与他物混合交融的事物,感知未经混合、纯粹且独立存在的事物更为可能;他在纯酒与掺水之酒、同样还有蜂蜜、同样还有纯白与混合了其他某种颜色的白、同样还有单取的最高弦音与混合了最低弦音或其他某种声音或八度泛音协和音的最高弦音的例子中,再次显明地展示了这一点;因为在所有这些以及类似的情形中,相比于感觉对象相互复合和交融的情形,当感觉对象被单纯地摄取时,感觉更为纯正,也更为精确。 他为此给出了原因:因为通过彼此湮没,各个事物在相互的混合中变得更加模糊。在说明了各个事物在混合中发生湮没之后,为了表明混合在何种事物中发生,以及哪些事物因混合物停留在中间某处且混合中的各个成分丧失其纯正性而在此种混合中彼此湮没,他补充道:“而这是由那些能够从中生成某种单一之物的事物所造成的。”正是那些在混合时能够从中生成某种单一之物的事物,才彼此混合并在混合中相互湮没。因为并非任何事物都能与任何事物相混合,而是滋味与滋味、响声与响声、颜色与颜色、冷热彼此之间、干湿彼此之间,以及类似的其他对立性质相混合。因为响声不与颜色混合,滋味也不与响声混合;因为从这类事物的合成中不可能产生某种单一之物。总而言之,由不同感觉所感知的对象因其属于异类而不可混合。因为混合属于同类事物且发生在同类事物之中;它是属于对立面与中间状态的。因此他已确立了感觉对象彼此妨碍这一论点:一类是因为彼此不同,以致对较弱之物根本不产生感觉;另一类则是因为属于同类且发生混合,这是由于彼此混合的事物在混合中比未混合的事物更难被感知。正是利用这些前提,他试图证明对两件事物的感觉不可能同时产生。在此之上他还补充道,即便较微弱的运动被较强烈的运动排挤而湮没,即便在那时,对较强烈者的知觉把握也绝非纯正地产生。
- 2.23τὸ δὲ ἀτόμῳ χρόνῳ εἶπεν οὐχ ὡς ἀδιαιρέτῳ... ἀλλὰ μὴ τούτου ἐν ᾧ αἰσθανόμεθα χρόνῳ ἐν μέρει μέν τινι αὐτοῦ τοῦδε αἰσθάνεσθαι, ἐν ἄλλῳ δὲ ἄλλου, ἀλλ’ ἐν τῷ αὐτῷ χρόνῳ πλειόνων
οὐχ ὡς... ἀλλὰ μή... 的呼应结构。主动词 εἶπεν 在前半部分接与格短语 οὐχ ὡς ἀδιαιρέτῳ(“并非作为不可分之物”),而在后半部分 ἀλλὰ μή 引出带有省略逻辑主语(ἡμᾶς)的宾格不定式短语(αἰσθάνεσθαι),用以阐释其所表达的实际含义。
- 2.23οὗ παρέθετο πίστιν τὸ πολλάκις ὑπὸ τοὺς ὀφθαλμούς τινων τιθεμένων ἢ φερομένων μὴ αἰσθάνεσθαί τινας
关系代词 οὗ 为依赖于 πίστιν 的宾格性属格(“对此的佐证”),先行词为前文关于“较强运动排挤较弱运动”的整个命题。动词 παρέθετο 的直接宾语是带冠词不定式 τὸ... μὴ αἰσθάνεσθαί τινας,其中嵌套了属格独立结构 ὑπὸ τοὺς ὀφθαλμούς τινων τιθεμένων ἢ φερομένων。
- 2.23τῷ ἐν μέσῳ που καθίστασθαι τὸ μεμιγμένον καὶ τὴν εἰλικρίνειαν ἀποβάλλειν ἕκαστον τῶν ἐν τῇ μίξει
由带冠词与格 τῷ 引出的因果/方式结构,统辖两个不定式 καθίστασθαι 与 ἀποβάλλειν,修饰前文的分词短语 ἀφανίζοντα ἄλληλα。两个不定式各自带有其宾格逻辑主语,分别为 τὸ μεμιγμένον 与 ἕκαστον τῶν ἐν τῇ μίξει。
