- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:134.1-135.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐发了亚里士多德从蚀变事例中得出的要点(即部分能够顿然蚀变),论证了光属于关系而非蚀变,并通过在液体中品尝的假设,阐明光与视觉感知是无时间地瞬时成立的。
Ὧι δὴ ἐχρήσατο ἐκ τοῦ παραδείγματος, ἔστι τὸ ἀθρόον τι μεταβάλλειν μέρος τοῦ ἀλλοιουμένου ὑπὸ τοῦ ἀλλοιοῦντος,1 † ἢ εἶπεν οὕτως· τὸ δὲ πρῶτον ὑπ’ αὐτοῦ τοῦ ἀλλοιοῦντος μεταβάλλει, καὶ ἀνάγκη ἅμα ἀλλοιοῦσθαι καὶ ἀθρόον· τοῦτο γὰρ ἦν αὐτῷ πρὸς τὸ προκείμενον χρήσιμον, ἐπειδὴ καὶ ἡ ὄσφρησις ἀλλοιουμένου γίνεται τοῦ μεταξύ. ἴσως γὰρ οὐδὲ ἐκεῖνο ἀληθὲς τὸ πᾶν ἀθρόον τῆς ἀλλοιώσεως ἄρχεσθαι. μόριον μὲν γάρ τι τοῦ παντὸς ἀθρόον ἄρχεσθαι ὑγιές, τὸ δὲ πᾶν οὐκέτ’ ἂν δόξαι, εἴ γε δεῖ, ὡς εἴρηκεν ἐν τῇ Φυσικῇ ἀκροάσει, παντὸς τοῦ κινουμένου τὸ μέν τι μόριον εἶναι ἐν τῷ ἐξ οὗ, τὸ δὲ 〈ἐν τῷ〉 εἰς ὅ· διὰ γὰρ τούτου πᾶν τὸ κινούμενον ἐδείχθη διαιρετὸν ὄν. Ὅτι δὲ ἐν σχέσει τὸ φῶς, ἀλλ’ οὐκ ἐν ἀλλοιώσει, δῆλον ἀπὸ τοῦ τὰ μὲν ἀλλοιούμενα οὐκ εὐθὺ τῷ τὸ ἀλλοιοῦν ἀπελθεῖν πεπαῦσθαι τοῦ ἐγγενομένου πάθους ἐν αὐτοῖς ὑπ’ αὐτοῦ (οὐ γὰρ τοῦ θερμαίνοντος ἀπελθόντος εὐθὺς καὶ τὸ θερμαινόμενον ὑπ’ αὐτοῦ τῆς ἐγγενομένης ὑπ’ ἐκείνου θερμότητος αὐτῷ παύεται), τὰ δὲ κατὰ τὴν πρός τι σχέσιν ὄντα τοιαῦτα, ἀπελθόντος τοῦ πρὸς ὃ ἡ σχέσις, συμπαύεσθαι2 καὶ ταῦτα τοῦ ἔτι εἶναι ἐν τῇ πρὸς ἐκεῖνο σχέσει· υἱοῦ γὰρ ἀποθανόντος πέπαυται καὶ ὁ πατὴρ πατὴρ ὤν, καὶ τοῦ ἀριστεροῦ ἀπελθόντος ὁ δεξιὸς οὐκέτι δεξιός ἐστιν. οὕτω δὲ ἔχει καὶ τὸ φῶς· συναπέρχεται γὰρ ἀθρόον τῷ φωτίζειν πεφυκότι. Εἰπὼν δὲ διὰ βραχέων ταῦτα, λέγει· ἦν δ’ ἂν καὶ τὸ γεύεσθαι ὥσπερ ἡ ὀσμή, εἰ ἐν ὑγρῷ ἦμεν.3 ἔστι δὲ ὃ λέγει· ὡς ἐπὶ τῆς ὀσμῆς, πόρρω ὄντος τοῦ τὴν ὀσμὴν ἔχοντος, αἰσθανόμεθα αὐτοῦ τῷ τὸν μεταξὺ ἀέρα καὶ τὸ ὕδωρ πάσχειν ὑπ’ αὐτοῦ καὶ τὸ πάθος διαδιδόναι τῇ αἰσθήσει, οὕτω, φησί, καὶ ἐπὶ τῆς γεύσεως εἶχεν ἄν, εἰ ἦμεν ἐν ὑγρῷ, τουτέστιν ἐν ὕδατι, καὶ δι’ ἐκείνου τὴν ἀντίληψιν τῶν χυμῶν ἐποιούμεθα. δεχόμενον γὰρ ἂν τὸ ὕδωρ τὴν ἀπὸ τῶν χυμῶν ποιότητα διὰ τοῦ γεύεσθαι αἴσθησιν ἡμῖν παρεῖχε τῶν γευστῶν πρὸ τοῦ ἐντυχεῖν ἐκείνοις, ὥσπερ καὶ ἐπὶ τοῦ ὀσφραντοῦ ποιεῖ. νῦν δὲ τοῦτο οὐ γίνεται. ὁ 〈γὰρ〉 ἀὴρ ὀσμῆς μέν ἐστι δεκτικός, ἐν ᾧ ἐσμεν, 〈καὶ πέφυκε〉 * * * χυμῶν πάσχειν, ἀλλ’ οὐ παντὸς ὑγροῦ, ἐπεὶ καὶ ὁ ἀὴρ ὑγρός. εὐλόγως δή, φησί, διὰ τὰ εἰρημένα ὧν ἐστιν αἰσθητῶν ἀντίληψις διά τινος μεταξύ, ταῦτα 〈τὰ〉 μεταξὺ οὐχ ἅμα πάντα πάσχει, οὐδ’ ἅμα ἀεὶ δι’ αὐτῶν ἀντιλήψεις τε καὶ αἰσθήσεις γίνονται, ἀλλ’ ἐν χρόνῳ, πλὴν ἐπὶ τοῦ φωτὸς καὶ τῶν ὁρατῶν. διὰ τί δὲ εὐλόγως; ἢ ὅτι ἐκεῖνα μὲν τὰ αἰσθητὰ διὰ κινήσεως καὶ πάθους ἐγγίνεται, τοῦ μεταξὺ ἀλλοιουμένου καὶ πάσχοντος αὐτοῦ, διὸ καὶ ἐν χρόνῳ ἀπὸ τοῦ κινήσαντος τὸ πάθος τὸ ἐγγινόμενον διαδίδοται· τὸ δὲ φῶς καὶ τὰ χρώματα οὐ διὰ κινήσεως (ἐν ποιᾷ γὰρ σχέσει τοῦ φωτίζοντος πρὸς τὸ φωτιζόμενον τὸ φῶς), διὸ καὶ ἅμα πᾶν τὸ διαφανὲς φωτίζεται. οὕτως δὲ γινομένου τοῦ φωτὸς ἀχρόνως εὐλόγως καὶ τὸ ὁρώμενον ἀχρόνως τῇ ὄψει προσβάλλει, ὡς γίνεσθαι οὐ μόνον τὸ ὁρᾶν ἀχρόνως (τοῦτο γὰρ ἐδείχθη πάσαις ταῖς αἰσθήσεσιν ὑπάρχον), ἀλλὰ καὶ τὸ αἰσθητὸν ἀθρόως καὶ χωρὶς χρόνου προσπίπτειν τῇ ὄψει. αἱ γὰρ ἀπὸ τῶν χρωμάτων κινήσεις ἐν τῷ διαφανεῖ τῷ κατ’ ἐνέργειαν ὁμοίως γίνονται, ὡς τὸ φῶς ἐν τῷ διαφανεῖ † ἐδήλωσεν αὐτὸς εἰπών· διὰ τὸ αὐτὸ δὲ καὶ περὶ τοῦ ὁρᾶν· τὸ γὰρ φῶς ποιεῖ τὸ ὁρᾶν. εἰ γὰρ ἐκεῖνο μὴ διὰ κινήσεως μηδ’ ἐν χρόνῳ γίνεται ἐν τῷ διαφανεῖ, οὐδ’ ἂν τὸ ὁρᾶν γίνοιτο ἐν χρόνῳ. διὸ καὶ εὐθὺς ἀναβλέψαντες ὁμοίως τά τε ἐγγὺς ὁρῶμεν καὶ τὰ πόρρω.
他从这个例子中所利用的,乃是被蚀变之物的某个部分受到蚀变者的作用而顿然转变(或者他是这样说的:“最初的部分受到蚀变者本身的作用而转变,并且必然同时且顿然发生蚀变”);因为这对他的当务之急是有用的,既然嗅觉也是在介质发生蚀变时产生的。因为也许就连“全体顿然开始蚀变”那一论断也不是真实的。因为若说全体的某个部分顿然开始是合理的,但若说全体如此便不再显得合理了,如果确实如他在《物理学》中所言,凡处于运动中的事物,其一部分必须处于“从何而来”之中,而另一部分[必须处于]“往何而去”之中;因为正是通过这一点,一切处于运动中的事物被证明是可分的。至于光在于关系而不在于蚀变,这一点显而易见,是由于被蚀变之物在蚀变者离开后并不立即停止其内部由蚀变者所产生的受动状态(因为在加热者离开后,被其加热之物并不立即停止其内部由该主体产生的热度),相反,依循朝向某物的关系而具有此种性质的事物,在关系所属之对象离开后,它们自身也不再处于朝向该对象的关系之中;因为当儿子死去时,父亲也不再是父亲,当左侧之物离开时,右侧之物便不再是右侧的。光的情形也是如此;因为它随着天然发光之物顿然离去。在简述了这些内容之后,他说:“如果我们处于液体之中,尝也会像嗅一样。”他的意思乃是说:正如在嗅觉的情形中,即便带有气味之物位于远处,我们也因介质空气和水受到它的影响并将该受动状态传递至感觉而感觉到它,他说,如果我们处于液体之中,也就是在水之中,并通过水来获得对滋味的知觉把握,在味觉的情形中也会是如此。因为水若接受来自滋味的性质,便会在我们接触到它们之前,通过品尝为我们提供对可尝之物的感知,正如它在可闻之物的情形中所做的那样。但实际上这并未发生。因为我们身处其中的空气是能接受气味的,[且天然适于] * * * 受到滋味的影响,但并非一切液体[都如此],因为空气也是潮湿的。他说,因此合乎情理的是,基于所述原因,在那些通过某种介质进行知觉把握的感觉对象中,这些介质并不是全部同时受动,知觉把握和感觉也并非总是通过它们同时产生,而是在时间中产生,唯独在光和可见之物的情形中例外。但为什么是合情合理的呢?难道不是因为那些感觉对象是通过运动和受动产生的,介质本身受到蚀变和影响,因此所产生的受动状态在时间中从促动者那里传达开来;而光和颜色并非通过运动(因为光在于发光者朝向被照亮者所具有的某种关系),因此整个透明体是同时被照亮的吗?而当光以这种方式无时间地产生时,合乎情理的是,所见之物也无时间地投射到视觉上,以致不仅看这一活动本身是无时间地产生的(因为这已被证明属于一切感觉),而且感觉对象也是顿然且无需时间地投向视觉。因为来自颜色的运动在现实的透明体中产生,正如光在透明体中产生一样,正如他自己通过说“由于同样的原因关于看也是如此;因为光使得看成为可能”所表明的那样。因为如果光在透明体中既非通过运动也非在时间中产生,那么看也绝不会在时间中产生。因此我们一抬头,便同样能立即看见近处之物和远处之物。
- 2.22Ὧι δὴ ἐχρήσατο ἐκ τοῦ παραδείγματος, ἔστι τὸ ἀθρόον τι μεταβάλλειν μέρος τοῦ ἀλλοιουμένου ὑπὸ τοῦ ἀλλοιοῦντος
关系代词 ᾯ 受动词 ἐχρήσατο(χράομαι)支配而作与格。句首的关系从句(“他从例子中所利用的[要点]”)整体充当主语性成分,系动词 ἔστι(即 ἐστί)后接带定冠词的不定词短语 τὸ ... μεταβάλλειν μέρος 作为表语。
- 2.22Ὅτι δὲ ἐν σχέσει τὸ φῶς, ἀλλ’ οὐκ ἐν ἀλλοιώσει, δῆλον ἀπὸ τοῦ τὰ μὲν ἀλλοιούμενα οὐκ εὐθὺ τῷ τὸ ἀλλοιοῦν ἀπελθεῖν πεπαῦσθαι... τὰ δὲ κατὰ τὴν πρός τι σχέσιν ὄντα τοιαῦτα... συμπαύεσθαι
介词短语 ἀπὸ τοῦ(中性属格冠词)支配两个不定词(πεπαῦσθαι 与 συμπαύεσθαι),构成对照结构(τὰ μὲν ... τὰ δέ ...)。在各自的不定词短语中,与格冠词不定词 τῷ τὸ ἀλλοιοῦν ἀπελθεῖν 与属格独立结构 ἀπελθόντος τοῦ πρὸς ὃ ἡ σχέσις 分别作为状语,表示施动原因或关系项离开的伴随时间条件。
- 2.22ἦν δ’ ἂν καὶ τὸ γεύεσθαι ὥσπερ ἡ ὀσμή, εἰ ἐν ὑγρῷ ἦμεν
非真实条件句(与现在事实相反的假想),条件从句中 εἰ 引导直陈式未完成过去时 ἦμεν,主句由 ἄν 搭配未完成过去时 ἦν 构成。此处为直接引用亚里士多德的原文(对应 446b28–29)。
