- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:131.20-133.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德在《感觉论》第6章(446b27)中提出光是因内在于某物而非由于某种运动,亚历山大解释了光并非通过介质中的运动或传达产生,而是凭借与发光者的关系顿然产生的,并援引蚀变的比喻论证了这种顿然变化的可能性。
" Τῷ γὰρ ἐνεῖναί τι τὸ φῶς ἐστιν, ἀλλ’ οὐ κίνησίς τις." Ἔστι δὲ ὃ λέγει ὅτι οὐχ ὡς ἐπὶ τοῦ ψόφου καὶ τῆς ὀσμῆς κινούμενον τὸ μεταξὺ σῶμα κατὰ διάδοσιν τοῦ πάθους, ἄλλοτε ἄλλου τοῦ πάσχοντος αὐτοῦ μέρους ὄντος, τῆς αἰσθήσεως αὐτῶν αἴτιον γίνεται, οὕτω δὲ καὶ ἐπὶ τοῦ φωτὸς καὶ τῶν ὁρατῶν.1 οὐ γὰρ διὰ κινήσεως ὁ ἀὴρ καὶ τὸ διαφανὲς φωτίζεται, ἀλλ’ ἀθρόον ἐκ δυνάμει διαφανοῦς ἐνεργείᾳ διαφανὲς γίνεται καὶ πεφωτισμένον, ἔχον ἐξ οὐκ ἔχοντος γινόμενον, οὐ διὰ τὸ λαμβάνειν τε καὶ κινεῖσθαι. σχέσει γὰρ καὶ παρουσίᾳ τῇ τοῦ φωτίζοντος πρὸς τὸ πεφυκὸς φωτίζεσθαι τὸ φῶς,2 ὡς ἐν τοῖς Περὶ ψυχῆς εἴρηται. τοῦτο γάρ ἐστι τὸ εἰρημένον ἐκεῖ τὸ ‘παρουσία πυρὸς ἢ τοῦ φωτίζειν πεφυκότος ἐν διαφανεῖ’, ἣν παρουσίαν διὰ τοῦ ἐνεῖναι ἐδήλωσεν. ὡς γὰρ τὸ δεξιόν τινος οὐ διὰ κινήσεως δεξιὸν γίνεται οὐδὲ διὰ γενέσεως, ἀλλὰ τῇ τοῦ πρὸς ὃ δεξιόν ἐστι ποιᾷ σχέσει πρὸς αὐτὸ ἀθρόως οὐκ ὂν πρότερον δεξιὸν γίνεται δεξιόν, οὕτω καὶ τὸ δυνάμει διαφανὲς ἐνεργείᾳ γίνεται τοιοῦτον ἀθρόως μεταβάλλον τῇ τοῦ φωτίζειν πεφυκότος αὐτὸ πρὸς αὐτὸ σχέσει ποιᾷ. πᾶν γὰρ ὅσον δύναται ὑπὸ τῆς τοιαύτης σχέσεως τοῦ φωτίζοντος ἐνεργείᾳ γενέσθαι διαφανὲς καὶ πεφωτισμένον ἀθρόως φωτίζεται, οὐκ ἀρξάμενον πρῶτον ἀπὸ τοῦ πλησίον τῷ φωτίζοντι καὶ κατὰ διάδοσιν καὶ κίνησιν ἐν χρόνῳ ἐπὶ τὰ πορρωτέρω μέρη διεξιόν, ὡς εἶχεν ἐπὶ τοῦ ψόφου καὶ τῆς ὀσμῆς. “Ὃ δὲ πρῶτον ὡς δυνάμενον λέγεσθαι περὶ τοῦ ὁρᾶν εἶπε, νῦν αὐτὸς τοῦτο κατασκευάζει εἰς † δὲ τοῦτο διὰ βραχέων περὶ [τε] τὸ εἰρημένον παραμυθεῖσθαι δι’ ἄλλων τινῶν ὅτι μὴ ἀδύνατον.3 οὐδὲ γὰρ ἐπὶ κινήσεως, φησί, πάσης ὁμοίως ἔχει. οὐ γὰρ ὁμοίως ἥ τε ἀλλοίωσις ἔχει καὶ ἡ φορά, τουτέστιν ἡ κατὰ τόπον κίνησις, γίνεται, τοῦ φερομένου πρῶτον ἐν τῷ μεταξὺ γινομένου. φορᾷ δὲ ἔοικε καὶ ἡ ἐπὶ τοῦ ψόφου γινομένη κίνησις, ὁμοίως καὶ ἡ κατὰ τὴν ὄσφρησιν. διὸ εὐλόγως αἱ τούτων ἀντιλήψεις ἐν χρόνῳ· γεγονότος γὰρ τοῦ ψόφου οὐδέπω ἀντίληψις, καὶ τοῦ ὀσφραντοῦ ὄντος ὅθεν οἷόν τέ ἐστιν αὐτοῦ ὀσφραίνεσθαι, οὐδέπω αὐτοῦ ἡ ὄσφρησις ἔστιν, ἀλλὰ χρόνου δεῖται. διὸ οὐκέτι φησὶ τὴν κατὰ ἀλλοίωσιν κίνησιν ὁμοίως γίνεσθαι ἐπὶ πάντων τῇ φορᾷ· ἐνδέχεται γὰρ ἀθρόον τι ἄρξασθαι τῆς ἀλλοιώσεως πᾶν, καὶ μὴ τὸ ἥμισυ αὐτοῦ μηδὲ τὸ μόριον πρῶτον, ὡς γίνεσθαι μὲν καὶ ταύτην ἐν χρόνῳ. οὐδὲ γὰρ εἰ ἀθρόον ἤρξατο τῆς ἀλλοιώσεώς τε καὶ τῆς πήξεως, ἤδη καὶ εὐθὺ τῷ ἄρξασθαι πέπηγε τὴν πῆξιν ἣν πήγνυται, ἀλλὰ χρόνου δεῖται. Εἰπὼν δὲ μὴ κατὰ τὴν τῶν μερῶν διάδοσιν τὴν ἀλλοίωσιν γίνεσθαι πάντως (εἶναι γάρ τι μέγεθος ἀθρόως ἀρχόμενον), προστίθησιν ὅτι ‘καὶ ἐπὶ τούτων μέντοι, εἰ πολὺ εἴη τὸ ἀλλοιούμενον οἷον τὸ θερμαινόμενον ἢ πηγνύμενον, οὐ πᾶν ἅμα ἄρχεται, ἀλλὰ τὸ ἐχόμενον ὑπὸ τοῦ ἐχομένου μέρους πάσχει τε καὶ ἀλλοιοῦται, ἀλλ’ οὐ πᾶν ἀπὸ τοῦ πρώτου ἀλλοιοῦντος, μέρος μέντοι ἀθρόον ἀπ’ ἐκείνου ἤρξατο τῆς ἀλλοιώσεως’. ταύτην δὲ τὴν εἰκόνα παρέθετο, οὐκ ἀλλοίωσιν λέγων εἶναι τὸ φωτίζεσθαι (οὐ γὰρ οὕτως αὐτῷ δοκεῖ), ἀλλὰ βουλόμενος λαβεῖν ὅτι καὶ ἀθρόα τινὰ ὅλα δύναται μεταβάλλειν, καὶ οὐ πάντως, εἴ τι μεριστόν ἐστι, δεῖ αὐτὸ ἀπό τινος μορίου ἀρξάμενον μεταβάλλειν. εἰ οὖν ἐπὶ τῆς ἀλλοιώσεως κινήσεως οὔσης καὶ ἐν χρόνῳ γινομένης ὅμως οὐδὲν κωλύει ἀθρόον τι μέρος ἄρξασθαι τῆς μεταβολῆς, οὐδὲν παράδοξον τὸ καὶ τὸ φωτιζόμενον ἀθρόον λέγειν πᾶν δέχεσθαι τὸ φῶς, μὴ διὰ κινήσεως τοῦ φωτίζεσθαι γινομένου. ὅτι γὰρ μὴ διὰ τοῦτο τὴν ἀλλοίωσιν παρέθετο, ὡς καὶ τοῦ φωτίζεσθαι ἀλλοιώσεως οὔσης, σημεῖον εἶπεν αὐτός· οὐ μὴν ἀλλ’, ἂν ᾖ πολὺ τὸ θερμαινόμενον ἢ πηγνύμενον, τὸ ἐχόμενον ὑπὸ τοῦ ἐχομένου πάσχειν.4 φωτίζεσθαι δέ, ἄν πολὺ τὸ φωτιζόμενον ᾖ, οὐ τόδε πρῶτον ὑπὸ τοῦ φωτίζοντος, ἀλλ’ ὅσον ἄν ᾖ τὸ φωτίζεσθαι δυνάμενον ἐν τῇ τοιᾷδε σχέσει τοῦ φωτίζοντος τῇ πρὸς αὐτό, τοῦτο ἅμα πᾶν φωτίζεται ὑπ’ ἐκείνου, καὶ οὐκ ἔστι τι μόριον, ὃ νῦν μὲν οὐ πεφώτισται, μετ’ ὀλίγον δέ, μένοντος τοῦ φωτίζοντος τοῦ αὐτοῦ τε καὶ ἐν τῷ αὐτῷ.
“因为光之所以存在,是由于某物内在于其中,而绝非某种运动。” 他的意思乃是说,并非正如在声音和气味的情形中,介质物体按照受动状态的传达而运动——其受动的部分因时而异——从而成为对它们的感觉的原因那样,在光和可见之物的情形中也是如此。因为空气和透明体并不是通过运动被照亮的,而是顿然由潜在的透明体变成现实的透明体,亦即被照亮的状态,从不具有变成具有,并非通过接受和被运动。因为正如在《论灵魂》中所言,光是由于发光之物与天然适于被照亮之物之间的关系与现前而在的。这正是那里所说的“火或天然适于发光之物在透明体中的现前”,他通过“内在于其中”表明了这种现前。因为正如某物的右侧之物并非通过运动或生成变成右侧的,而是凭借与以它为右侧之物的某种关系,未曾处于右侧之物顿然变成了右侧之物,潜在的透明体同样也是凭借天然照亮它的物体与它自身的某种关系,顿然转变而在现实中成为此种状态的。因为凡是能够通过发光之物的此种关系而在现实中成为透明且被照亮之物,都是顿然被照亮的,而不是像在声音和气味的情形中那样,先从靠近发光之物的部分开始,在时间中通过传达和运动逐步延展至较远的部分。而他起初作为可就视觉而言者所说的内容,如今他自己正在确立之,并试图通过关于所述内容的简短说明,借助某些其他事例来让人相信这并非不可能。因为他说,并非在所有运动的情形中都是一样的。因为质变与位移(即位置运动)并非以同样的方式发生,在位移中,移动之物首先处于介质之中。而在声音情形中发生的运动类似于位移,嗅觉中的运动同样如此。因此对它们的知觉把握在时间之中是合情合理的;因为即使声音已经产生,知觉把握却尚未存在;即使发气味之物位于可以闻到它的地方,对它的嗅觉也尚未存在,而是需要时间。因此他说,依循蚀变的运动并非在所有事物中都与位移同样发生;因为某一事物有可能作为一个整体顿然开始蚀变,而不是其一半或某个部分先行开始,尽管这种蚀变也是在时间中产生的。因为即使它顿然开始了蚀变与凝固,它也绝非在开始的当下就立即凝固成了它所凝固的状态,而是需要时间。在说明了蚀变绝非完全按照各部分的传达而发生之后(因为存在顿然开始的某种量度),他补充道:“然而即便在这些情形中,如果被蚀变之物(例如被加热或被凝固之物)十分巨大,它也并非全体同时开始,而是相邻部分受到相邻部分的影响并发生蚀变,并非全体都直接受到最初的蚀变者[的影响];然而,某个部分确实顿然从那最初者那里开始了蚀变”。他援引这一比喻,并非主张被照亮是一种蚀变(因为他并不这样认为),而是希望说明某些整体也可以顿然发生转变,并且如果某物是可分的,绝非必然要从某个部分开始发生转变。因此,既然在蚀变属于运动且在时间中产生的情形下,尚且没有任何东西阻止某个部分顿然开始转变,那么鉴于被照亮并非通过运动而产生,主张被照亮之物作为一个整体顿然接受光,便毫无反常之处。因为他自己就说明了他援引蚀变并非因为被照亮本身就是蚀变的凭据:即被加热或被凝固之物若是巨大的,相邻者便受到相邻者的影响;反之在被照亮的情形中,即使被照亮之物十分巨大,也并非首先是这一部分受到发光者的照亮,而是凡能在发光者与其自身的此种关系中被照亮者,都作为一个整体同时被其照亮,并不存在某个部分此时未被照亮、稍后却被照亮的情况,只要发光者保持不变且处于同一位置。
- 2.22Ἔστι δὲ ὃ λέγει ὅτι οὐχ ὡς ἐπὶ τοῦ ψόφου καὶ τῆς ὀσμῆς... οὕτω δὲ καὶ ἐπὶ τοῦ φωτὸς καὶ τῶν ὁρατῶν.
引介句式 Ἔστι δὲ ὃ λέγει ὅτι ... 意为“他的意思乃是说……”。其后的补足从句中,οὐχ ὡς ... οὕτω δὲ ... 的关联结构在否定词 οὐ 的统摄下构成了骨干框架,意指“并非正如在声音和气味的情形中介质因状态传达被运动而引起感觉那样,在光和可见之物的情形中也是如此”。
- 2.22σχέσει γὰρ καὶ παρουσίᾳ τῇ τοῦ φωτίζοντος πρὸς τὸ πεφυκὸς φωτίζεσθαι τὸ φῶς
此句省略了系动词 ἐστί,为名词性短语。与格 σχέσει καὶ παρουσίᾳ 表原因或方式(“光是由于/凭借……的关系与现前而存在的”)。带与格冠词 τῇ 的属格 τοῦ φωτίζοντος 修饰这两个名词,介词短语 πρὸς τὸ πεφυκὸς φωτίζεσθαι 则依附于关系(σχέσει),表示该关系所指向的对象。
- 2.22Ὃ δὲ πρῶτον ὡς δυνάμενον λέγεσθαι περὶ τοῦ ὁρᾶν εἶπε, νῦν αὐτὸς τοῦτο κατασκευάζει εἰς † δὲ τοῦτο διὰ βραχέων περὶ [τε] τὸ εἰρημένον παραμυθεῖσθαι δι’ ἄλλων τινῶν ὅτι μὴ ἀδύνατον.
关系从句 Ὃ δὲ πρῶτον ... εἶπε 先行提示了主句动词 κατασκευάζει 的宾语 τοῦτο(前置先行/prolepsis)。后半部分抄本有讹误(残损记号 εἰς † δὲ τοῦτο);不定词 παραμυθεῖσθαι(使人信服、劝解)依附于主语 αὐτός 的企图或努力(“试图通过简要论述……让人相信这并非不可能”)。
- 2.22σημεῖον εἶπεν αὐτός· οὐ μὴν ἀλλ’, ἂν ᾖ πολὺ τὸ θερμαινόμενον ἢ πηγνύμενον, τὸ ἐχόμενον ὑπὸ τοῦ ἐχομένου πάσχειν.
在主干句 σημεῖον εἶπεν αὐτός(“他自己陈述了凭据”)之后,证明的具体内容由带有不定词 πάσχειν 的间接引语引出。习惯搭配 οὐ μὴν ἀλλά 引导强烈的转折与限制(“然而事实上/恰恰是”),突出了加热或凝固之物若庞大则“相邻者受相邻者影响”,这正与光的情形形成对照。
