← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§126.25-129.2

视觉中的运动与介质中感觉的传递时间

亚历山大考察了亚里士多德关于视觉及其对象是否如声音等其他感觉对象那样涉及运送和时间历程的疑问,指出看见需要空间位置因而不能被视为纯粹无时间性的关系词,并阐明了连续的介质(空气和水)如何通过运动的逐部分传递而导致听觉和嗅觉产生时间差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.20#2

Εἰπὼν δὲ ταῦτα περὶ τοῦ ψόφου, περὶ τῶν ἄλλων αἰσθητῶν ὡς ὁμοίως τοῖς ψόφοις γινομένων κατ’ ἐνέργειαν αἰσθητῶν οὐδὲν διαπορεῖ, περὶ δὲ τῆς ὄψεως καὶ τῶν ὁρωμένων ἀπορεῖ καί φησιν· ἆρα οὖν οὕτω καὶ τὸ χρῶμα καὶ τὸ φῶς; οὐ γὰρ δὴ τῷ πῶς ἔχειν τὸ μὲν ὁρᾷ, τὸ δὲ ὁρᾶται, ὥσπερ ἴσα ἐστίν· οὐδὲν γὰρ ἂν ἔδει που ἑκάτερον εἶναι.1 διὰ τούτου πιθανῶς τὸ μὴ κατὰ σχέσιν τῶν ὁρώντων πρὸς τὰ ὁρώμενα τὸ ὁρᾶν γίνεσθαι συνίστησιν. ἐπειδὴ γὰρ τὰ κατὰ σχέσιν τὴν πρὸς ἄλληλα τοῖα ἢ τοῖα γινόμενα οὔτε κινήσεως οὔτε χρόνου δεῖται, ὅτι μὴ οἷόν τε οὕτω λέγειν τὸ ὁρᾶν γίνεσθαι πιθανῶς ἐπεχείρησεν2 ἀπὸ τῶν πρός τι καὶ κατὰ σχέσιν τὴν πρὸς ἄλληλα ὄντων, ὁποῖα τὰ μὴ ποιᾶς θέσεως τῆς πρὸς ἄλληλα δεόμενα πρὸς τὸ τοιαῦτα εἶναι· οὐ γὰρ οὕτως ἢ ἐνταῦθα κείμενα ἴσα, ἄλλως δὲ ἢ ἀλλαχοῦ τεθέντα οὐκ ἴσα. οὐχ οὕτως ἐστὶ τὸ ὁρᾶν, ἀλλὰ δεῖται καὶ θέσεως ποιᾶς. πιθανῶς δέ, ὡς εἶπον, ἐπεχείρησεν· οὐ γὰρ πάντα τὰ κατὰ σχέσιν τὴν πρὸς ἄλληλα ἢ ὄντα ἢ γινόμενα ὁμοίως ἐστί· τὸ γὰρ δεξιὸν τὴν σχέσιν ἔχει ἐν ποιᾷ θέσει. δεικνὺς δὲ ὅτι μή ἐστι κατὰ σχέσιν τὸ ὁρᾶν, λέγει ὅτι τὰ μὲν ἴσα, ἔνθα ἂν ᾖ, τὴν αὐτὴν σχέσιν ἔχει πρὸς ἄλληλα· οὐ γὰρ ἐνταῦθα μὲν ὄντα τὰ ἴσα ἴσα ἐστίν, μετενεχθέντα δὲ οὐκ ἔστιν, ἀλλὰ ἄν τε ἅμα ᾖ ἄν τε κεχωρισμένα, τὰ ἴσα ἴσα ἐστίν. ὁμοίως καὶ τὰ ὅμοια. ἀλλὰ καὶ τὰ ἄνισα τοιαῦτα. οὐχ οὕτω φησὶν ἔχειν καὶ τὴν κατὰ τὴν ὄψιν αἴσθησιν, ὡς μηδὲν αὐτῇ διαφέρειν τὴν θέσιν τῶν ὁρωμένων καὶ τὸ διάστημα πρὸς τὸ ὁρᾶν· οὐ γὰρ πάντα τὰ ὁρατὰ ὁρᾷ οὐδὲ τὰ ὅπου δὴ ὄντα ἢ ὁπωσοῦν. τοῦτο δὲ λέγει συνηγόρων πιθανῷ ὄντι τῷ δοκεῖν3 καὶ τὰ ὁρατὰ φέρεσθαι ἐπὶ τὴν ὄψιν, ὥσπερ καὶ τὰ ἄλλα, * * * (οὐ γὰρ ὡς τὰ ἴσα πρὸς ἄλληλα ἔχει, οὕτω καὶ πάντα τὰ πρός τι· τὸ γὰρ δεξιόν, ὡς εἶπον, ποιᾶς θέσεως χρείαν ἔχει πρός τι ὄν, ὁμοίως καὶ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν καὶ τὸ ἄνωθεν καὶ τὸ κάτωθεν), ἀλλ’ ὡς οὐ τούτων τῶν πρός τι δυναμένης τῆς ὄψεως εἶναι, ἅ γε οὐδὲν δέεται θέσεώς τε καὶ διαστήματος, ἐπεὶ ἐν σχέσει γε ποιᾷ αὐτῷ δοκεῖ καὶ τὸ ὁρᾶν εἶναι τοῦ τε ὁρῶντος καὶ τοῦ ὁρωμένου. ἢ δεῖται μὲν τὸ ὁρᾶν σχέσεώς τινος, οὐ μὴν ἐν τῇ σχέσει τὸ ὁρᾶν (τὸ δὲ δεξιὸν ἐν τῇ σχέσει)· ἀλλὰ καὶ δύναμίν τινα εἶναι τὴν ἀντιληπτικὴν τῶν ὁρωμένων· ἄνευ γὰρ ταύτης οὐδὲν ὄφελος πρὸς τὸ ὁρᾶν τῆς σχέσεως. διὸ τὸ μὲν ἐν τῷ διαφαίνειν καὶ κατὰ σχέσιν, τὸ δὲ ὁρᾶν οὐκέτι κατὰ σχέσιν. Εἰπὼν δὲ ταῦτα καὶ διαπορήσας λέγει· ἢ περὶ μὲν τὸν ψόφον καὶ τὴν ὀσμὴν τοῦτο συμβαίνειν εὔλογον. ὥσπερ γὰρ ὁ ἀὴρ καὶ τὸ ὕδωρ συνεχῆ μέν, ἀλλ’ ὅμως μεμέρισται τούτων ἡ κίνησις. διὸ καὶ ἔστι μὲν ὡς τὸ αὐτὸ ἀκούει ὁ πρῶτος καὶ ὁ ὕστερος καὶ ὀσφραίνεται, ἔστι δὲ ὡς οὔ. βούλεται δὲ διὰ τούτων διαφοράν τινα δεῖξαι πρὸς τὰς ἄλλας αἰσθήσεις τῆς ὄψεως, καὶ ὅτι ἐπ’ ἐκείνων μὲν ἀληθὲς τὸ πρὸ τοῦ εἶναι πρὸς τῇ αἰσθήσει τὰ αἰσθητὰ φέρεσθαι πρὸς αὐτὴν καὶ χρόνον τινὰ ἐν μέσῳ τῆς φορᾶς αὐτῶν γίνεσθαι, ἐπὶ δὲ τῶν ὁρατῶν οὐχ οὕτω. λέγει δέ· ὅ τε ἀὴρ καὶ τὸ ὕδωρ, τὰ μεταξὺ τῆς τε ἀκοῆς καὶ τῆς ὀσφρήσεως, δι’ ὧν τό τε ἀκούειν καὶ τὸ ὀσφραίνεσθαι γίνεται αὐτῶν πασχόντων καὶ κινουμένων ὑπὸ τῶν αἰσθητῶν, ὁμοίως ἀλλήλοις συνεχῆ ἐστι, τὸ μὲν ὕδωρ δηλονότι τῷ ὕδατι, ὁ δὲ ἀὴρ τῷ ἀέρι (σώματα γάρ, καὶ ὥσπερ ὁ ἀὴρ συνεχὴς ἑαυτῷ, οὕτω καὶ τὸ ὕδωρ ἑαυτῷ), αἱ μέντοι κινήσεις αἱ ἐν αὐτοῖς γινόμεναι μεμερισμένως καὶ κατὰ μέρος γίνονται, πρώτου τοῦ πρώτου μέρους διατιθεμένου ὑπὸ τῶν αἰσθητῶν, εἶθ’ οὕτως διαδόσεως τῆς κατὰ τὴν κίνησιν γινομένης, ἀεὶ ὑπὸ τοῦ πρώτου παθόντος μορίου πάσχοντος τοῦ μετ’ αὐτὸ καὶ οὕτω τοῦ πάθους καὶ τῆς κινήσεως μέχρι τῶν αἰσθητηρίων διαδιδομένης. καὶ δὴ ὁ μέν τις πρῶτον ἀκούει τοῦ αὐτοῦ ψόφου, ὁ δὲ ὕστερον, ὁ μὲν κατὰ τὸ πρῶτον κινούμενον μόριον ὢν ἢ τοῦ ἀέρος ἢ τοῦ ὕδατος πρῶτος, ὁ δὲ κατὰ τὸ ὕστερον ὕστερος.

在谈论了关于声音的这些事情之后,关于其他可感对象,由于它们如同声音一样在现实活动中成为可感对象,他并未提出任何疑问;但关于视觉和可见事物,他提出了疑问并说道:“那么,颜色和光也是如此吗?因为一者看见而另一者被看见,绝不是由于处于某种状态,正如相等的事物那样;因为那样的话,各自就根本没有必要处于某处了。”通过这一点,他合理地确立了看见并不是依凭观看者与被观看者之间的关系而产生的。因为,凡是依凭彼此之间的关系而成为具有如此这般性质的事物,既不需要运动,也不需要时间,所以关于不可能说看见是这样产生的这一点,他便从那些关系词以及依凭彼此关系而存在的事物出发,合理地进行了论证,而这类事物并不为了成为如此这般而需要彼此之间具有某种特定的位置;因为事物并不是由于以这种方式或在此处放置而是相等的,换一种方式或在别处放置就不相等。看见并非如此,而是还需要特定的位置。但正如我所说的,他是以合理的方式进行论证的;因为并非所有依凭彼此之间的关系而存在或产生的事物都是同样的;因为右侧是在特定的位置中具有其关系的。在表明看见并非依凭关系时,他说相等的事物无论在哪里,彼此之间都具有相同的关系;因为相等的事物并不是在这里时是相等的,被移到别处时就不相等,而是无论它们是在一起还是分离开来,相等的事物都是相等的。相似的事物同样如此。而且不相等的事物也是如此。他说,依视觉的感觉并非处于这样的状态,以至于可见事物的位置和距离对于视觉的看见来说毫无差异;因为视觉并不是看见所有的可见事物,也不是看见处于任何地方或以任何方式处于那里的事物。他说这话,是支持那项合理的看法,即认为可见事物也正如其他对象一样被运送向视觉,[……](因为并非所有的关系词都像相等的事物彼此相关那样;因为正如我所说的,右侧作为一种关系词需要特定的位置,前面和后面、上面和下面也同样如此),而是因为视觉不可能属于那些根本不需要位置和距离的关系词,因为在他看来,看见本身也处于观看者与被观看者的某种关系之中。或者说,看见确实需要某种关系,然而看见本身并不在于关系之中(而右侧则在于关系之中);而且还存在着某种能够知觉把握可见事物的潜能;因为若无这种潜能,关系对于看见就毫无用处。因此,处于透光状态中的事物依凭关系,但看见本身则不再依凭关系。 在说了这些并提出了疑问之后,他说道:“或者说,在声音和气味方面发生这种情况是合乎情理的吗?因为正如空气和水是连续的,然而它们的运动却是被分割的。因此,在某种意义上最先者与较后者听到并闻到相同的事物,而在某种意义上则不然。”他希望通过这些话指明视觉相对于其他感觉的某种差异,并表明在那些感觉上,可感对象在到达感觉之前被运送向感觉并且在其运送过程中需要某段时间,这确实是真的,但在可见事物上却并非如此。他说道:空气和水作为听觉与嗅觉的介质,当它们自身受到可感对象的作用并被运动时,听和闻便通过它们而产生,它们彼此以同样的方式连续——水显然与水连续,空气与空气连续(因为它们是物体,正如空气与自身连续一样,水也与自身连续);然而,在它们之中产生的运动却是被分割地、按部分产生的,第一部分首先受到可感对象的处置,随后依运动的传递便以这种方式发生,紧随其后的部分始终受到最先受作用的部分的作用,如此这般,这种感受和运动便被传递至感觉器官。事实上,某人最先听到同一个声音,而另一人较后听到:前者由于处于空气或水的最先被运动的部分而处于第一,而后者由于处于较后的部分而处于较后。

语法注3 条
  1. 2.20οὐδὲν γὰρ ἂν ἔδει που ἑκάτερον εἶναι

    这是由非人称动词 δεῖ 的未完成过去时 ἔδει 与 ἄν 构成的与事实相反的虚拟(反事实条件)结构。它构成了前文“看见与被看见并非仅仅由于处于某种状态”的理由:若看与被看只是像相等那样不依赖处所的关系,那么两者就完全不需要处于某处,而事实并非如此。

  2. 2.20ὅτι μὴ οἷόν τε οὕτω λέγειν τὸ ὁρᾶν γίνεσθαι πιθανῶς ἐπεχείρησεν

    ὅτι 引导的从句充当动词 ἐπεχείρησεν(尝试论证)的宾语或论证主题,表示“他试图论证不能说看见是以这种方式[作为不费时间的纯粹关系]产生的”。紧随前置的原因从句 ἐπειδὴ... δεῖται 之后,其后的介词短语 ἀπὸ τῶν πρός τι... 则标明了该论证所依凭的出发点。

  3. 2.20συνηγόρων πιθανῷ ὄντι τῷ δοκεῖν

    此处的 συνηγόρων 在句法上应理解为分词 συνηγορῶν(动词 συνηγορέω 的现在主动态阳性单数主格分词,“支持、附和”)。它支配与格短语 πιθανῷ ὄντι τῷ δοκεῖν(“这一合乎情理的看法,即……”),构成副词性分词结构,说明亚里士多德说这番话时的论证立场。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:126.25-129.2