← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§124.20-126.24

知觉的瞬间完成与可感对象的传播时间

亚里士多德在《论感觉》446b2中指出感知在发生的同时即已完成,阿芙罗狄西亚的亚历山大对此进行注解,阐明即便感觉的现实活动本身不是需要时间来完满的生成过程(听与已听到是同时的),这并不妨碍可感对象或运动在中介空间中的传导需要时间,这由声音传播的延迟以及远处语音形状的变形等现象得以证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.20#1

" Καὶ εἰ ἅπαν ἀκούει ἅμα καὶ ἀκήκοε καὶ ὅλως αἰσθάνεται καὶ ᾔσθηται." Εἰπὼν ὅτι δοκεῖ εὔλογον εἶναι τὸ πρῶτον ἐν τῷ μεταξὺ τὸ αἰσθητὸν γίνεσθαι φερόμενον πρὸς τὰς αἰσθήσεις πρὸ τοῦ ἡμᾶς αἰσθάνεσθαι αὐτοῦ καὶ τοῦτο ὥσπερ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, οὕτως δὲ καὶ ἐπὶ τῶν ὁρατῶν, προστίθησι τούτῳ τὸ ὅτι * * * οὐδὲν γὰρ διαφέρει τὸ μὴ γένεσιν τοῦ αἰσθάνεσθαι εἶναι πρὸς τὸ μὴ χρόνον τινὰ γίνεσθαι,1 ἐν ᾧ τὰ αἰσθητὰ ἐπὶ τὰς αἰσθήσεις φέρεται. τῶν γὰρ οὐκ ἀεὶ ὄντων τὰ μὲν ὅσα διὰ γενέσεως εἰς τὸ εἶναι πρόεισιν οὐχ ἅμα γίνεται2 τε καὶ ἔστιν, ἀλλὰ προϋπάρχει τῆς οὐσίας ἡ γένεσις αὐτῶν. διὸ καὶ ἔστι μέν τι αὐτῶν, ὅτε γίνεται, ἔστ’ ἂν ᾖ γινόμενον. τά τε γὰρ κατὰ φύσιν γινόμενα οὕτως γίνεται (οἷον ἵππος οὐχ ἅμα γίνεται τε καὶ ἔστιν, ἀλλ’ ἕως ἂν γένηται, οὐδέπω μέν ἐστιν ἵππος, ἔστι δέ τι αὐτοῦ), ἀλλὰ καὶ τὰ κατὰ τέχνην· οἰκία τε γὰρ οὕτως καὶ ἱμάτιον καὶ ὑπόδημα. τότε γὰρ ἔστι ταῦτα, ἃ λέγεται γίνεσθαι, ἔστ’ ἂν τοῦ γίνεσθαι παύσηται· ἔστ’ ἂν δὲ γίνηται, ἔστι μέν τι αὐτῶν, οὐ μὴν αὐτά γε. Ἔστι δέ τινα ἃ οὐ διὰ γενέσεως εἰς τὸ εἶναι πρόεισιν ἐκ τοῦ μὴ εἶναι, οὐδὲ ἔστιν αὐτῶν εἰπεῖν ὅτι μέρος μέν τι ἔστιν, οὐ μέντοι δὲ συμπεπλήρωται οὐδὲ ἔστιν ὅλα τῷ γίνεσθαι ἔτι καὶ δεῖσθαι χρόνου τινὸς πρὸς τὴν τελείωσιν· παντὸς γὰρ γένεσις ἐν χρόνῳ γίνεται. τοιοῦτόν ἐστιν ἡ ἁφή· οὐ γὰρ ἔστι γένεσις ἁφῆς· οὐ γὰρ ἐν ἄλλῳ μὲν χρόνῳ γίνεται ἡ ἁφή, ἐν ἄλλῳ δὲ ἔστιν, ἀλλ’ ἅμα ἤρξατό τε καὶ εὐθὺ ἔστιν ἁφή, καὶ οὐκ ἔστιν εἰπεῖν ὅτι ἔστι μέν τι τῆς ἁφῆς, οὐδέπω δὲ ἔστιν ἡ ἁφή, ἀλλ’ ἔτι γίνεται. τῶν δὴ τοιούτων καὶ ἡ ἐνέργεια ἡ κατὰ τὰς αἰσθήσεις ἐστίν· οὐ γὰρ ἔστι γένεσις αὐτῶν, ἀλλ’ ἥ τε ἀκοὴ ἅμα τε ἀκούει καὶ ἀκήκοε, καὶ οὐκ ἔστιν εἰπεῖν ὅτι ἔστι μέν τι τῆς ἀκοῆς, γίνεται δὲ καὶ οὐδέπω ἔστιν ἀκοή· ἀλλ’ ὡς τῆς ἁφῆς πᾶν τὸ ληφθὲν μόριόν ἐστιν ἁφὴ καὶ οὐκ ἔστιν εἰπεῖν τοῦτο ἁφῆς μέν τι εἶναι, μηδέπω δὲ ἁφήν, ὁμοίως δὲ καὶ τῆς ἡδονῆς, οὕτω δὲ καὶ ἐπὶ τῆς ἀκοῆς ἔχει· ἅμα γὰρ ἀκούει καὶ ἀκήκοε· πᾶσα γὰρ ἐνέργεια αὐτῆς ἀκοὴ καὶ πᾶν μόριον· διὸ τὸ ἀκοῦον εὐθὺ τῷ ἀκούειν ἀκήκοεν. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων τῶν κατὰ τὰς αἰσθήσεις ἐνεργειῶν· ἀθρόαι γὰρ αἱ ἐνέργειαι αὐτῶν καὶ ἀντιλήψεις καὶ οὐ δεόμεναι εἰς τελείωσιν χρόνου. πρὸς μὲν γὰρ τὸ τοσαῦτα ἀκοῦσαι ἢ τοσαῦτα ἰδεῖν ἢ τοσούτων γεύσασθαι χρόνου δεῖ, πρὸς δὲ τὸ ἁπλῶς ἰδεῖν ἢ ἀκοῦσαι ἢ γεύσασθαι οὐκέτι. ἀλλ’ οὖν εἰ καὶ οὕτως ἔχουσιν αἱ αἰσθήσεις, οὐδὲν κωλύει τὰ αἰσθητὰ πρὸ τοῦ πρὸς ταῖς αἰσθήσεσιν εἶναι ἐν τῷ μεταξύ που εἶναι, ὡς μὴ ἅμα τῇ ἐκείνων κινήσει καὶ τὰς αἰσθήσεις κινεῖσθαι ὑπ’ αὐτῶν. ὡς γὰρ ἐπὶ τῆς ἁφῆς τὰ μέλλοντα ἅψεσθαι, ὅτε φέρεται πρὸς ἄλληλα, οὔπω ἅπτεται ἀλλήλων [εἰ] καὶ μὴ ἔστι τι τῆς ἁφῆς τότε, οὕτω καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ἔχειν οἷόν τε, καὶ ἐπ’ ἐνίων γε φανερὸν τοῦτο. οὐ γὰρ ὁ ψόφος εὐθὺ τῷ γενέσθαι που ἤδη πρὸς τῇ ἀκοῇ ἐστιν, ἀλλὰ μετὰ τὸ γενέσθαι ἡ ἀκοὴ αὐτοῦ, ὅταν ἐνεχθῇ πρὸς αὐτήν, ἀντιλαμβάνεται. διὰ τοῦτο γοῦν οὐδὲ κατὰ ταὐτὸν ἀκούουσιν αὐτοῦ οἵ τε ἀπ’ ἐλάττονος ὄντες διαστήματος καὶ οἱ ἀπὸ πλείονος· ὕστερον γὰρ οἱ ἀπὸ πλείονος. σημεῖον δὲ παρατίθεται τοῦ μὴ ἅμα γίνεσθαί τε τὴν πληγὴν καὶ ἀκούεσθαι τὸ τοὺς τῶν λεγόντων πορρωτέρω ἀφεστῶτας ἀκούειν μὲν ψόφου τοῦ ἐκ τῆς φωνῆς, μὴ ἀκούειν δὲ τὸ ῥηθέν,3 διὰ τὸ ἐν τῷ μεταξὺ [τουτέστι] μετασχηματίζεσθαι [τὰ γράμματα] τὰ ἐκ τῶν γραμμάτων καὶ τῶν ἐξ αὐτῶν συγκειμένων λόγων γινόμενα ἐν τῷ ἀέρι σχήματα ὑπὸ τῆς πληγῆς καὶ μὴ τοιούτους ἀφικνεῖσθαι τοὺς ψόφους πρὸς τὴν ἀκοήν, ὁποίους αὐτοὺς οἱ λέγοντες ἐσχημάτισαν. εἴτε δὴ τῷ τὸ σχῆμα ὑπαλλάττεσθαι αὐτῶν ἐν τῇ φορᾷ εἴτε τῷ ἐκλύεσθαι τὸν τόνον τῆς πληγῆς, ὡς Στράτων λέγει (οὐ γάρ φησιν ἐν τῷ σχηματίζεσθαί πως τὸν ἀέρα τοὺς διαφόρους ψόφους γίνεσθαι, ἀλλὰ τῇ τῆς πληγῆς ἀνισότητι), ἀλλ’ οὖν, ὁποτέρως ἂν γίνηται τὸ μὴ οὕτως ἀκούεσθαι, ὡς γίνεται ἡ φορά, [καὶ] τῷ ἐν τῷ μεταξὺ διαστήματι, δι’ οὗ φέρεται, [τῷ] διαδέχεσθαι τὴν πληγὴν ἄλλον ἐξ ἄλλου ἀέρα τοῦτο γίνεται.

“即使所有的东西在听的同时就已经听到了,并且普遍地在感知的同时就已经感知到了。” 在指出可感对象在被运送向感觉时,在我们感知它之前,首先出现在介质中似乎是合乎情理的,并且这一点正如在其他感觉上一样在可见对象上也同样成立之后,他对此补充道:[……]。因为,感知并不是一种生成过程这一事实,对于不存在感觉对象在其中被运送向感觉的某段时间这一点,并不能带来任何差异。因为在非永恒存在的事物中,凡是通过生成而进入存在的事物,并不是在生成的同时就存在的,而是它们的生成先于它们的实体而存在。因此,在它生成的时候,只要它还在生成过程中,确实存在着属于它们的某种部分。因为依自然生成的事物是这样生成的(例如马并不是在生成的同时就存在的,而在它生成完毕之前,它还不是马,虽然马的某种部分已经存在),而依技术生成的事物也是如此;因为房屋是这样,外衣和鞋子也是如此。因为这些被称为处于生成中的事物,只有当它们停止生成时才存在;而只要它们还在生成,确实存在着属于它们的某种部分,但它们本身却并不存在。然而,也有一些事物并不通过生成而从非存在进入存在,关于它们,人们也不能说其某种部分已经存在,却因仍在生成且需要一定的时间来完成而未完全完成或尚未作为整体存在;因为一切事物的生成都是在时间中发生的。接触就是这样的事物;因为不存在接触的生成;因为接触并不是在一个时间中生成而在另一个时间中存在的,而是在开始的同时,接触便立刻存在了,并且不能说有接触的某种部分存在,而接触本身尚未存在且仍在生成。依感觉而进行的现实活动也确实属于这类事物;因为它们并不存在生成,而是听觉在听的同时就已经听到了,并且不能说有听觉的某种部分存在,而活动在生成且听觉尚未存在。相反,正如从接触中所取的任何部分都是接触,并且不能说这是属于接触的某种东西但尚未是接触——在快乐的情况下同样如此——在听觉的情况下也是如此;因为听觉在听的同时就已经听到了;因为它的每一种现实活动都是听觉,其每一个部分也都是听觉;因此正在听的事物随着听的发生便立刻听到了。对于依感觉而进行的其他现实活动来说也是如此;因为它们的现实活动和知觉把握都是顿然完成的,并不需要时间来达到完满。因为要听到这么多东西、看到这么多东西或品尝这么多东西确实需要时间,但单纯地看、听或品尝则不再需要时间。然而,即便感觉处于这种状态,也丝毫不妨碍可感对象在到达感觉之前处于中介的某处,从而感觉并非随着那些对象的运动而同时被它们所运动。因为正如在接触的情况下,即将相互接触的事物在彼此运送的过程中尚未相互接触,并且在那时完全不存在接触的任何部分一样,在其他感觉中也完全可能是如此,并且至少在某些感觉上这是显然的。因为声音并不是在某处产生的同时就立刻处于听觉之处,而是在它产生之后,当它被运送到听觉时,听觉才把握它。正因如此,处于较短距离的人和处于较远距离的人绝不是在同一时刻听到声音的;因为处于较远距离的人听得更晚。而他提出作为撞击产生与被听到并非同时的证据的是:站在离说话者较远之处的人虽然能听到发自声音的响声,却听不到所说的话,这是因为在介质中,由字母以及由字母构成的言论通过撞击在空气中形成的形状发生了变形,声音到达听觉时并非说话者所塑造的那样。因此,无论是因为它们的形状在运送中发生了改变,还是因为撞击的张力减弱了——正如斯特拉图所说(因为他主张不同声音的产生并不是由于空气以某种方式被塑造,而是由于撞击的不均一性)——然而无论无法像运送发生那样被听到是按哪种方式产生的,这都是由于在它被运送所穿过的中介距离中,一阵又一阵不同的空气相继承接了撞击而产生的。

语法注3 条
  1. 2.20οὐδὲν γὰρ διαφέρει τὸ μὴ γένεσιν τοῦ αἰσθάνεσθαι εἶναι πρὸς τὸ μὴ χρόνον τινὰ γίνεσθαι

    短语 οὐδὲν διαφέρει πρὸς... 意为“对于……而言没有任何差异/关系”。主语是带冠词不定式短语 τὸ μὴ γένεσιν τοῦ αἰσθάνεσθαι εἶναι(感知不是一种生成过程),它与介词短语 πρὸς τὸ μὴ χρόνον τινὰ γίνεσθαι(对于不存在某种时间而言)相关联。此处解释了为何现实活动的瞬间性并不否定空间传导所需的时间。

  2. 2.20τῷ ἐν τῷ μεταξὺ διαστήματι, δι’ οὗ φέρεται, [τῷ] διαδέχεσθαι τὴν πληγὴν ἄλλον ἐξ ἄλλου ἀέρα τοῦτο γίνεται

    主句的核心是 τοῦτο γίνεται(此事发生)。在其前面,起原因/工具作用的带冠词与格不定式短语 τῷ ... διαδέχεσθαι ... ἄλλον ἐξ ἄλλου ἀέρα(由于一阵又一阵不同的空气相继承接,第二个 [τῷ] 为校勘者删去)内嵌表示地点的介词短语 ἐν τῷ μεταξὺ διαστήματι(在中介距离中),作为状语修饰动词 γίνεται。

  3. 2.20σημεῖον δὲ παρατίθεται τοῦ μὴ ἅμα γίνεσθαί τε τὴν πληγὴν καὶ ἀκούεσθαι τὸ τοὺς τῶν λεγόντων πορρωτέρω ἀφεστῶτας ἀκούειν μὲν ψόφου τοῦ ἐκ τῆς φωνῆς, μὴ ἀκούειν δὲ τὸ ῥηθέν

    句子的基本骨架是 σημεῖον δὲ παρατίθεται τοῦ... [属格] τὸ... [宾格]。动词 παρατίθεται(提出、引用)带有作宾语(或同格主语)的带冠词宾格不定式从句 τὸ τοὺς ... ἀφεστῶτας ἀκούειν μὲν ... μὴ ἀκούειν δὲ ...(即经验证据),而属格短语 τοῦ μὴ ἅμα γίνεσθαί τε ... 则说明该证据所证明的事项。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:124.20-126.24