← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§129.2-131.10

声音与气味在介质中的传递及同一性问题

亚历山大论述了声音和气味中介质(水和空气)的运动按部分传递的方式及其差异(气味类似于变质而保留感受,声音类似于位移而不保留),并通过指明引起知觉的对象本身在数目上为一、而邻近介质仅在形式上相同,解答了多数人能否感知同一对象的疑难,由此论证可感对象并非物体而是物体中的感受和运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.20#3

τοῦ δὲ ἀμφοτέρων, τοῦ τε ὕδατος καὶ τοῦ ἀέρος, δι’ ὧν γίνεται τό τε ὀσφραίνεσθαι καὶ τὸ ἀκούειν, τὸ πάθος καὶ τὰς κινήσεις τὰς ἀπὸ τῶν ἀκουστῶν καὶ ὀσφραντῶν διῃρῆσθαι καὶ κατὰ πλείω γίνεσθαι μόρια ἅμα σημεῖον παρατίθεται1 τὸ πλείους αἰσθάνεσθαι τῶν αὐτῶν, καὶ τοὺς μὲν πρώτους, τοὺς δὲ ὑστέρους. διὸ καὶ πῶς μὲν τοῦ αὐτοῦ ἀκούουσί τε καὶ ὀσφραίνονται, ἔστι δὲ ὡς οὐ τοῦ αὐτοῦ. Γράφεται καὶ οὕτως· ὥσπερ γὰρ ὁ ἀὴρ καὶ τὸ ὕδωρ συνεχῆ μέν, μεμέρισται δὲ ἀμφοτέρων ἡ κίνησις. καὶ οὕτω λέγοι ἂν τῷ * * * ὥσπερ γὰρ ὕδωρ καὶ ἀήρ, καὶ τὸ ὕδωρ δὲ παρατίθεται, ὅτι ὀσμὴ καὶ δι’ ὕδατος. τὸ μὲν οὖν † τὰ μόρια κατὰ κίνησιν γίνεσθαι τοῦ τε ἀέρος καὶ τοῦ ὕδατος ἐν ταῖς τῶν αἰσθητῶν διαδόσεσιν ὅμοιον (διὸ καὶ ἀμφότεραι αἱ αἰσθήσεις ἐν χρόνῳ τῶν αἰσθητῶν ἀντιλαμβάνονται)· διαφορὰ δὲ τῆς ἐπὶ τῶν ψόφων καὶ τῆς ἐπὶ τῶν ὀσφρητῶν κινήσεώς ἐστιν, ὅτι ἐπὶ μὲν τῶν ὀσφραντῶν τὸ πρῶτον κινηθὲν ὑπὸ τῆς ὀσμῆς μόριον φυλάσσον ἐν αὑτῷ τὸ πάθος διαδίδωσι καὶ τῷ μεθ’ αὑτό (διὸ εἰ καὶ πρῶτοι οἱ πλησίον τῆς ὀσμῆς ὥσφραντο, ἀλλὰ καί, ὅτε οἱ πόρρω ἀντιλαμβάνονται τῆς ὀσμῆς, καὶ οἱ πλησίον ἔτι μένουσιν ὀσφραινόμενοι), ἐπὶ δὲ τοῦ ψόφου οὐχ οὕτως, ἀλλὰ μεταδίδοται ὑπὸ τοῦ πρώτου μέρους τῷ μετ’ αὐτὸ ἡ κίνησις, οὐ μένουσα ἐν τῷ πρώτῳ κινηθέντι μέρει. διὸ ἄλλοτε ἄλλοι εἰσὶν οἱ ἀκούοντες. ἔοικε γὰρ τὸ μὲν φορᾷ μᾶλλον αὐτῶν, τὸ δὲ ἀλλοιώσει. Εἰπὼν δὲ τὸ ἔστι μὲν ὡς τὸ αὐτὸ ἀκούει ὁ πρῶτος καὶ ὁ ὕστερος καὶ ὀσφραίνεται, ἔστι δὲ ὡς οὔ, πρὸ τοῦ λέγειν πῶς ἐπὶ τῆς ὄψεως ἔχει καὶ ὅτι μὴ ὁμοίως ἐπὶ τούτων, λεγομένην τινὰ ἀπορίαν περὶ τῶν αἰσθήσεων ἱστορεῖ, ἧς δείξει λύσιν οὖσαν τὴν προειρημένην τὴν ἔστι μὲν ὡς τὸ αὐτὸ ἀκούει ὁ πρῶτος καὶ ὁ ὕστερος καὶ ὀσφραίνεται, ἔστι δ’ ὡς οὔ. τοῦ γὰρ ἀπορουμένου τούτῳ λύσει χρήσεται. ἡ δὲ ἀπορία τοιαύτη δοκεῖ· ἀδύνατόν φησιν 〈ἄλλον〉 ἄλλῳ τὸ αὐτὸ ἀκούειν ἢ ὁρᾶν ἢ ὀσφραίνεσθαι. εἰ γὰρ οἱ κεχωρισμένοι ἀλλήλων κατὰ ταὐτὸ εἶεν ἀντιλαμβανόμενοί τε καὶ αἰσθανόμενοι ἑνός τινος καὶ τοῦ αὐτοῦ κατ’ ἀριθμόν, εἴη ἂν ἐκεῖνο τὸ οὗ αἰσθάνονται αὐτὸ αὑτοῦ χωρίς, εἰ κατὰ τὸ αὐτὸ ἐν τοῖς διαφέρουσιν εἴη τόποις.2 ἧς ἀπορίας παρατίθεται τὴν λύσιν λέγων τοῦ μὲν πρώτου κινήσαντος τὸ μεταξύ, εἴτε ὕδωρ μεταξὺ εἴτε ἀὴρ εἴη, ἅπαντας τοῦ αὐτοῦ κατ’ ἀριθμὸν αἰσθάνεσθαι· εἰ γὰρ εἴη κώδων ἡ ἠχοῦσα, ταύτης πάντας ἀκούειν μιᾶς οὔσης, εἴτε λιβανωτὸς ὁ θυμιώμενος, τούτου πάντας ὀσφραίνεσθαι, εἴτε πῦρ εἴη τὸ θερμαῖνον ἢ ὁρώμενον, καὶ τούτου πάντας τοῦ αὐτοῦ αἰσθάνεσθαι τοὺς ὑπ’ αὐτοῦ θερμαινομένους διὰ τῆς ἁφῆς ἢ τοὺς ὁρῶντας αὐτό· δι’ οὗ δὲ ἡ ἐκείνων ἀντίληψις, οὐκέτι τοῦτο πᾶσι ταὐτὸν κατ’ ἀριθμὸν εἶναι, ἀλλ’ ἑκάστῳ ἄλλο τὸ προσεχὲς καὶ ἴδιον μέρος τοῦ ἀέρος ἢ τοῦ ὕδατος, δι’ οὗ μεταξὺ ὄντος ἡ ἐκείνων ἀντίληψις· εἴδει γὰρ μόνον ταὐτὸ τοῦτο. τὸν γὰρ αὐτὸν κατ’ εἶδος ψόφον ἢ τὴν αὐτὴν ὀσμὴν ἢ τὸ θερμὸν κατ’ εἶδος παθόντα ταῦτα διαγγέλλει τε καὶ διαδίδωσι ταῖς αἰσθήσεσιν, ἄλλῃ κατ’ ἄλλο μόριον αὐτοῦ. οὕτως δὲ γινομένης τῆς τῶν αἰσθητῶν ἀντιλήψεως, οὐδὲν ἄτοπον ἅμα τοὺς αὐτοὺς τὸ αὐτὸ καὶ ὁρᾶν καὶ ὀσφραίνεσθαι καὶ ἀκούειν τοῦ αὐτοῦ, καὶ ὑγιὲς τὸ προειρημένον τὸ ‘ἔστι μὲν ὡς τοῦ αὐτοῦ αἰσθάνεσθαι, ἔστι δ’ ὡς οὔ.’ Διό, φησίν, οὔτε σώματα ταῦτα, λέγων τὰ αἰσθητά, τὸν ψόφον, τὴν ὀσμήν, τὸ χρῶμα, τὴν θερμότητα, ἀλλὰ πάθη καὶ κινήσεις, οὔτε χωρὶς σώματος· τούτου γὰρ καὶ ἐν τούτῳ πάθη. διὸ πάσχοντος τοῦ μεταξὺ σώματος καὶ διατιθεμένου πως ὑπὸ τῶν αἰσθητῶν αἱ κατὰ τὰς αἰσθήσεις ἀντιλήψεις. εἴτε γὰρ σώματα ἦν τὰ ὧν αἰσθανόμεθα, οὐχ οἷόν τε ἂν ἦν πλείους τοῦ αὐτοῦ καὶ ἑνὸς κατ’ ἀριθμὸν αἰσθάνεσθαι ἅμα (ἦν γὰρ 〈ἂν〉 αὐτὸ αὑτοῦ χωρὶς τὸ αἰσθητόν, εἰ σῶμά γε ὂν ἅμα ἐν πλείοσιν ἐγίνετο καὶ διαφέρουσιν), εἴτ’ ἄνευ σώματος, πάλιν οὐχ οἷόν τε αὐτῶν τὴν ἀντίληψιν γίνεσθαι. ἡ γὰρ κίνησις, δι’ ἧς ἡ ἀντίληψις, σώματος, ἀλλὰ καὶ ἡ διαίρεσις μεγέθους, καθ’ ἣν διαίρεσιν συνδιαιρουμένων τῶν παθῶν τῷ σώματι τῶν αὐτῶν πλείους αἰσθάνονται.3 τῷ γὰρ πάθη εἶναι καὶ κινήσεις τὰ αἰσθητὰ ἐν σώματι γινόμενα, τούτῳ πλείους ἅμα αὐτῶν αἰσθάνονται, ἅμα πασχόντων τῶν σωμάτων ὑπὸ τῶν ποιούντων τὰ πάθη κατὰ διαφέροντα μόρια.

而且,作为听和闻所通过的水和空气这两者中、来自可听对象和可闻对象的感受和运动被分割并且同时按多个部分而产生的证据,他举出了多数人知觉到同样的对象、并且一些人较先而另一些人较后这一事实。因此,他们在某种意义上确实听到并闻到相同的事物,但在某种意义上却并非相同的事物。文本也有这样写的:“因为正如空气和水是连续的,但两者的运动却是被分割的。”若是这样写的,他所对谈的可能是[……];因为正如存在着水和空气一样,水之所以被举出,是因为气味也通过水来传播。那么,空气和水的部分在可感对象的传递中依运动而产生[作用],这一点是共通的(因此两种感觉都是在时间中知觉把握可感对象的);但在声音的情况下的运动与在可闻对象的情况下的运动之间存在着差异,即在可闻对象上,被气味最先运动的部分将感受保持在自身之中,同时也传递给紧随其后的部分(因此,即便靠近气味的人最先闻到,但当远处的人知觉把握气味时,近处的人也依然在继续闻着),然而在声音上却并非如此,运动由第一部分传达给其后的部分,并不停留在最先被运动的部分中。因此,在不同时间听到的乃是不同的人。因为它们[的运动]中一者更类似于空间位移,而另一者更类似于性质变化。 在说了“最先者与较后者在某种意义上听到并闻到相同的事物,而在某种意义上则不然”之后,在讨论视觉上情况如何以及在视觉上并非同样如此之前,他记述了关于诸感觉通常所说的一项疑难,并且他将表明,前述那句“最先者与较后者在某种意义上听到并闻到相同的事物,而在某种意义上则不然”乃是这项疑难的解答。因为针对所疑难的问题,他将使用这个[区分]作为解答。而这项疑难似乎是这样的:他说,一个人不可能与另一个人听到、看见或闻到相同的事物。因为如果彼此分离的人们在同一时刻知觉把握并感知到在数目上为一个且相同的某物,那么他们所感知的那物,如果是同时处于不同的处所之中,就将与其自身相分离。针对这项疑难,他通过如下论述给出了解决:对于最先使介质运动的事物而言——无论介质是水还是空气——所有人都感知到在数目上相同的事物;因为如果发声之物是一个铃,由于它是一个,所有人听到的都是它;如果被焚烧的是乳香,所有人闻到的都是它;如果发热或被看见的是火,所有通过触觉被它变热的人或看见它的人所感知的都是这同一个事物;然而,对那些对象的知觉把握所凭借的介质本身,对所有人而言却不再是在数目上相同的,而是对每个人而言,作为介质而带来那些知觉把握的、邻近且特有的空气或水的部分是不同的;因为这一介质仅仅在形式上是相同的。因为空气或水在受到形式上相同的声音、相同的气味或形式上相同的热的作用之后,将这些传达并传递给诸感觉,依其自身的不同部分传递给不同的感觉。既然对可感对象的知觉把握是以这种方式产生的,那么同样的一些人同时看见、闻到并听到同一事物就毫无荒谬之处,而前述的“在某种意义上感知到同一事物,在某种意义上则不然”这句话也是完全正确的。 “因此,”他说道,“这些既不是物体”——指的是可感对象:声音、气味、颜色、热——“而是感受和运动,也不是没有物体”;因为它们是物体的感受并且在物体之中。因此,当中间的物体受到作用并被可感对象处置为某种状态时,依感觉的知觉把握便产生了。因为如果被我们感知的对象是物体,那么多数人要同时感知数目上为一个且相同的对象就是不可能的(因为可感对象若是物体而同时处于多个且不同的处所中,它就将与其自身相分离),而如果它们是没有物体的,对它们的知觉把握同样也是不可能产生的。因为知觉把握所凭借的运动是属于物体的,而且分割也是属于大小的,依凭这种分割,当诸感受与物体一同被分割时,多数人便感知到相同的事物。因为正由于可感对象是产生于物体之中的感受和运动,正是凭此,多数人能够同时感知它们,因为物体在不同的部分同时受到产生感受者的作用。

语法注3 条
  1. 2.20τοῦ δὲ ἀμφοτέρων, τοῦ τε ὕδατος καὶ τοῦ ἀέρος, δι’ ὧν γίνεται τό τε ὀσφραίνεσθαι καὶ τὸ ἀκούειν, τὸ πάθος καὶ τὰς κινήσεις τὰς ἀπὸ τῶν ἀκουστῶν καὶ ὀσφραντῶν διῃρῆσθαι καὶ κατὰ πλείω γίνεσθαι μόρια ἅμα σημεῖον παρατίθεται

    句子的核心骨架为 σημεῖον παρατίθεται τὸ πλείους αἰσθάνεσθαι...(“他举出多数人知觉到……这一事实作为证据”)。开头的定冠词属格不定式结构 τοῦ δὲ ... διῃρῆσθαι καὶ ... γίνεσθαι 依附于名词 σημεῖον 作为解释性属格(“……的证据”),通过倒置提至句首。主语(亚里士多德)在上下文中承前省略。

  2. 2.20εἴη ἂν ἐκεῖνο τὸ οὗ αἰσθάνονται αὐτὸ αὑτοῦ χωρίς, εἰ κατὰ τὸ αὐτὸ ἐν τοῖς διαφέρουσιν εἴη τόποις

    这是一个由希求法构成的条件句(εἰ ... εἴη 配归结句 εἴη ἄν),引出疑难提出者所推导出的荒谬结论。短语 αὐτὸ αὑτοῦ χωρίς(“与其自身相分离”)作为表语,表达了若同一单一体同时处于不同处所则将导致自身分裂与自我脱离的荒谬状态。

  3. 2.20τῷ γὰρ πάθη εἶναι καὶ κινήσεις τὰ αἰσθητὰ ἐν σώματι γινόμενα, τούτῳ πλείους ἅμα αὐτῶν αἰσθάνονται

    这是一个与格因果构式,定冠词与格不定式 τῷ ... εἶναι 与指示代词与格 τούτῳ 形成呼应(“由于……正因此”)。τὰ αἰσθητά 是不定式 εἶναι 的主格性宾格主语,πάθη καὶ κινήσεις 则是其表语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:129.2-131.10