← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§123.1-124.19

感觉对象通过介质在时间中传导的疑难

亚里士多德在《论感觉》第6章(446a20)中提出疑难:感觉对象或其运动是否在中介距离中随时间传导至感觉。亚历山大阐明了这一疑难在听觉、嗅觉和视觉上的表现,并解释了在流出说与介质受动说两种不同立场下该疑难的普遍性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.19

" Ἀπορήσειε δ’ ἄν τις, εἰ ἄρα ἀφικνοῦνται τὰ αἰσθητὰ ἢ αἱ κινήσεις αἱ ἀπὸ τῶν αἰσθητῶν." Ἡ ἀπορία νῦν ἐστιν, εἰ πάντα τὰ αἰσθητὰ πρὸ τοῦ τῇ αἰσθήσει προσβάλλειν πρῶτον ἐν τῷ ἡμίσει1 τοῦ διαστήματος τοῦ μεταξὺ τῆς τε αἰσθήσεως καὶ αὐτοῦ γίνεται. τοῦτο γὰρ ἐπὶ μέν τινων αἰσθητῶν γνώριμον, ὡς ἐπί τε τῶν ψόφων καὶ ἐπὶ τῶν ὀσμῶν. οὔτε γὰρ εὐθὺ τῷ γενέσθαι τὸν ψόφον2 ἡ ἀκοή (ἀμέλει οἱ πόρρωθεν ὄντες τῶν πλησίον βραδύτερον ἀκούουσιν, ὡς ἐν χρόνῳ πλείονι φερομένου τοῦ αἰσθητοῦ πρὸς αὐτοὺς διὰ 〈τὸ διὰ〉 πλείονος διαστήματος φέρεσθαι), ἀλλὰ καὶ ἐπὶ τῶν ὀσμῶν ὅμοιον τὸ γινόμενον· οὐ γὰρ εὐθὺ τῷ τὸ εὐῶδες παρενεχθῆναι ἡ ὄσφρησις, οὐδὲ κατὰ ταὐτὸν οἵ τε ἐγγὺς αὐτοῦ καὶ οἱ πόρρω αἰσθάνονται. ἐπὶ μὲν οὖν τούτων γνώριμον· ζητεῖσθαι δὲ ἄξιον, εἰ καὶ ἐπὶ τῆς ὄψεως οὕτως, εἰ καὶ δεῖ ἐνεχθῆναί τι ἀπὸ τοῦ ὁρατοῦ καὶ τοῦτο ἐν χρόνῳ τῷ τὸ φερόμενον πᾶν διάστημα ἐν χρόνῳ κινεῖσθαι. Ἡ μὲν ἀπορία αὕτη. εἶπε δὲ τὸ ἆρα ἀφικνοῦνται ἢ τὰ αἰσθητὰ ἢ αἱ κινήσεις αἱ ἀπὸ τῶν αἰσθητῶν, ὅτι τοῖς μὲν ἐδόκουν ἀπόρροιαί τινες ἀπὸ τῶν αἰσθητῶν πρὸς τὰς αἰσθήσεις φέρεσθαι καὶ εἶναι τούτων τὴν αἴσθησιν (κατὰ δὴ τούτους αὐτὰ τὰ αἰσθητὰ ἀφικνεῖται πρὸς τὰς αἰσθήσεις), τοῖς δὲ ἀπὸ τῶν αἰσθητῶν οὐδὲν ἀπορρεῖν οὐδὲ φέρεσθαι δοκεῖ, κινεῖσθαι δέ πως τὸ μεταξὺ τοῦ τε αἰσθητοῦ καὶ τῆς αἰσθήσεως καὶ διατίθεσθαι ὑπ’ αὐτοῦ τῷ ταύτης εἶναι τῆς φύσεως, ὡς ἔδειξεν αὐτὸς γινόμενον τὸ αἰσθάνεσθαι. ἐπεὶ τοίνυν διάφορος μὲν ἡ περὶ τοῦ αἰσθάνεσθαι δόξα, οὐ πρόκειται δὲ αὐτῷ νῦν περὶ τοῦ πῶς τὸ αἰσθάνεσθαι γίνεται λέγειν, τὴν ἀπορίαν κοινὴν ποιεῖ· εἴτε γὰρ οὕτως εἴτε ἐκείνως γίνεται, ἀπορήσειεν ἄν τις, εἰ ἐν τῷ μεταξὺ πρῶτον ἢ τὸ αἰσθητὸν ἢ ἡ ἀπὸ τοῦ αἰσθητοῦ κίνησις ἔρχεται. εἶτα πρῶτον ὅτι εὔλογον οὕτως ἐπὶ πασῶν τῷ ἐπὶ τῆς ἀκοῆς οὕτως ἔχειν καὶ ἐπὶ τῆς ὀσφρήσεως συνίστησιν. Ἐπὶ δὲ τῆς ὄψεώς φησι ζητεῖσθαι τοῦτο, εἰ καὶ ἐπὶ ταύτης οὕτω γίνεται, ὥσπερ Ἐμπεδοκλεῖ δοκεῖ· λέγει γὰρ ἐκεῖνος τὸ ἀπὸ τοῦ ἡλίου φῶς πρῶτον ἐν τῷ μεταξὺ τοῦ ἡλίου καὶ τῆς γῆς γίνεσθαι, εἶθ’ οὕτως ἐν τῇ γῇ. τῆς δ’ αὐτῆς δόξης καὶ Δημόκριτός ἐστι καὶ πάντες καθ’ οὓς ἀπὸ τῶν ὁρατῶν ἀπορρέον τι φέρεται πρὸς τὴν ὄψιν. καί φησιν ὅτι εὔλογον εἶναι δόξει τὸ πρῶτον ἐν τῷ μεταξὺ γίνεσθαι τὸ ὁρατόν. ἡ γὰρ κίνησις γίνεται ἢ αὐτοῦ τοῦ ὁρωμένου ἢ ἄλλου τινὸς ὑπ’ αὐτοῦ· πᾶσα δὲ κίνησις ποθέν ποι καὶ ἐν χρόνῳ· πᾶς δὲ χρόνος διαιρετός. ἐν 〈οὖν〉 τῷ ἡμίσει τοῦ χρόνου τοῦ ἐν ᾧ ἠνέχθη τὸ ὁρώμενον ἢ τὸ ἀπ’ αὐτοῦ πάθος καὶ ἡ κίνησις ἡ ἐγγινομένη τῷ μεταξὺ πρὸς τὴν ὄψιν εἴη ἂν ἐν τῷ ἡμίσει ἢ ἔν τινι μεταξὺ τοῦ διαστήματος, ὃ ἐφέρετο καὶ δι’ οὗ ἐκινεῖτο, καὶ οὐδέπω πρὸς τῇ ὄψει· φερόμενον ἄρα πρὸς αὐτὴν οὐδέπω ἑωρᾶτο. ὥστε καὶ ἡ ἀκτὶς ἡ ἀπὸ τοῦ ἡλίου οὕτως, ὥς φησιν Ἐμπεδοκλῆς, ὁρᾶται, οὐκ εὐθὺ τῷ τὸν ἥλιον ἀνατεῖλαι οὐδὲ ἅμα ὑπὸ πάντων οἷς ἀνέτειλεν, ἀλλ’ ἐν χρόνῳ καὶ ἐν πλείονι τοῖς πορρωτέρω οὖσιν. ἔλαβε δὲ τὸ εὔλογον εἶναι οὕτω γίνεσθαι, εἰ διὰ κινήσεως γένοιτο, δεικνὺς ὅτι, εἰ μὴ οὕτως γίνοιτο τὸ ὁρᾶν, ἔτι οὐδὲ μετὰ κινήσεως ἔσται.

“有人可能会提出疑问:究竟是感觉对象,还是来自感觉对象的运动,到达了[感觉]。” 现在的疑难在于,是否所有的感觉对象在触及感觉之前,都首先出现在感觉与该对象自身之间距离的一半处。因为这一点在某些可感对象上是显而易见的,比如声音和气味。因为听觉并不是随着声音的产生而立即出现的(远处的那些人显然比靠近的人听得慢,因为感觉对象被传送到他们那里是在更长的时间内,这是由于通过了更远的距离),而在气味的情况下发生的事情也是类似的;因为嗅觉并不是随着芳香物被带过而立即产生的,靠近它的人和远离它的人也不是同时感知到的。因此,在这些情况下是显而易见的;但值得探讨的是,在视觉上是否也是如此,即是否必须有某种东西从可见物传导出来,并且由于每一个穿过空间距离被运送之物都是在时间中运动的,这也必须在时间中[被运送]。疑难便是如此。而他说“究竟是感觉对象还是来自感觉对象的运动到达”,是因为在有些人看来,某种流出物从可感对象传送到感觉,而感觉就是对这些东西的感知(依这些人而言,正是可感对象自身到达了感觉);而对另一些人来说,似乎并没有任何东西从可感对象中流出或传送,而是感觉对象与感觉之间的中介物以某种方式被运动,并因其本性如此而受到它的影响,正如他自己所表明的感觉生成的方式那样。因此,既然关于感觉的看法各不相同,而他现在的目的又不是阐述感觉是如何发生的,所以他把这个疑难作为共通的疑难提出:因为无论感觉是按这种方式还是按那种方式产生,人们都可以提出疑问:究竟是感觉对象,还是来自感觉对象的运动,首先来到了中介空间之中。接着,他首先通过在听觉和嗅觉上确实如此,来确立在所有的感觉上也合乎情理地如此。然而关于视觉,他说这正是要探讨的,即在视觉中是否也是如此发生,正如恩培多克勒所认为的那样;因为后者主张,来自太阳的光首先出现在太阳与大地之间,然后才以这种方式出现在大地上。德谟克利特也持同样的观点,以及所有主张有某种东西从可见物中流出并被传送到视觉的人也是如此。并且他说,可见物首先出现在中介空间之中似乎是合情合理的。因为运动或者是可见物自身的运动,或者是因它而引起的其他某物的运动;而一切运动都是从某处到某处并且在时间之中的;而且一切时间都是可分割的。因此,在可见物——或者来自它的性质变化以及中介中产生的运动——被传送到视觉的[全部]时间的一半中,它应当处于它所传送并通过其运动的距离的一半或者某个中间位置,并且尚未到达视觉;从而当它正被传送向视觉时,它尚未被看见。因此,来自太阳的光线,正如恩培多克勒所说,也是以这种方式被看见的,既不是随着太阳升起而立即被看见,也不是被太阳对其升起的所有人同时看见,而是在时间中,并且对较远的人来说是在更长的时间中被看见。他设定了如果通过运动发生则以这种方式发生是合乎情理的,以此表明:如果看不是以这种方式发生的,它甚至也将不再伴随运动。

语法注2 条
  1. 2.19ἐν 〈οὖν〉 τῷ ἡμίσει τοῦ χρόνου τοῦ ἐν ᾧ ἠνέχθη τὸ ὁρώμενον ἢ τὸ ἀπ’ αὐτοῦ πάθος καὶ ἡ κίνησις ἡ ἐγγινομένη τῷ μεταξὺ πρὸς τὴν ὄψιν εἴη ἂν ἐν τῷ ἡμίσει

    关系从句中 ἠνέχθη 的主语 τὸ ὁρώμενον ἢ τὸ ἀπ’ αὐτοῦ πάθος καὶ ἡ κίνησις ἡ ἐγγινομένη τῷ μεταξὺ(可见物,或来自它的性质变化以及在中介中产生的运动)同时承前作主句的隐含主语,主句谓语是带 ἄν 的希求法 εἴη ἄν(应当处于……)。关系从句 τοῦ ἐν ᾧ ἠνέχθη... 修饰先行词 τοῦ χρόνου 并大幅插入其间,阅读时须厘清时间状语与主谓骨干的层级关系。

  2. 2.19εὐθὺ τῷ γενέσθαι τὸν ψόφον

    副词 εὐθύ(ς) 与带冠词与格不定式 τῷ γενέσθαι 连用,表示时间上的即刻性(“随着声音一产生就立即……”)。后文的 οὐ γὰρ εὐθὺ τῷ τὸ εὐῶδες παρενεχθῆναι ἡ ὄσφρησις 亦属相同句式,其主句谓语动词根据上下文予以省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:123.1-124.19