← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§120.21-122.23

连续体的分割与对狄奥多洛最小量度说的驳斥

亚历山大阐明,在连续体的无限分割中,各部分分为有限个现实可感物与无限个潜在可感物;并通过论证在本性上既不存在最大不可感量度也不存在最小可感量度,驳斥了狄奥多洛关于最小量度的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.18#4

διὰ τοῦτο γὰρ οὔτε πάντα αἰσθητά, εἰς ἄπειρον γινομένης τῆς διαιρέσεως, οὔτ’ ἔστι τινὰ μόρια τῶν αἰσθητῶν ἀναίσθητα καὶ ἀπαθῆ τῇ αὑτῶν φύσει. ὅταν μὲν οὖν ταῦτα τὰ καθ’ αὑτὰ διαλανθάνοντα τὴν αἴσθησιν ἐνυπάρχῃ τινὶ καὶ ἅμα τοσαῦτα ὡς ἤδη κινεῖν τὸ ἐξ αὐτῶν τὴν αἴσθησιν δύνασθαι καὶ μὴ μόνον ᾖ αἰσθητὰ τὰ ἐξ αὐτῶν δυνάμει, οὕτως ἔτι ἐν τῷ ὅλῳ ὄντα συντελεῖ τι τῷ ὅλῳ πρὸς τὴν ἐκείνου αἴσθησιν, ἀλλ’ οὐ δυνάμει οὕτως ἐν τῷ ὅλῳ αἰσθητὰ ὡς, ἂν χωρισθῇ, δύνασθαι καὶ καθ’ αὑτὰ αἰσθητὰ εἶναι. Ὅταν δὲ τὰ μόρια τοῦ συνεχοῦς τε καὶ αἰσθητοῦ μεγέθους τηλικαῦτα ᾖ, ὡς μὴ μόνον συντελεῖν τῷ ὅλῳ πρὸς τὸ εἶναι αἰσθητῷ τῷ καὶ αὐτὰ εἶναι ὄντα ἐν αὐτῷ δυνάμει αἰσθητά, ἀλλὰ καὶ χωρισθέντα καθ’ αὑτὰ ἐνεργείᾳ αἰσθητὰ εἶναι, ἀναγκαῖον ταῦτα τὰ μεγέθη πεπερασμένα κατὰ ἀριθμὸν εἶναι ἐν τῷ μεγέθει· οὐ γὰρ οἷόν τε εἰς τηλικαῦτα ἄπειρα μεγέθη διαιρεῖσθαι 〈τὸ〉 πεπερασμένον. αἱ γὰρ εἰς τοιαῦτα διαιρέσεις ὅμοιαι τῇ εἰς ἴσα· οὐ γὰρ ἔτι εἰς ἐλάττω ὁ οὕτω διαιρῶν διαιρεῖ. διττὸν γὰρ τὸ δυνάμει αἰσθητόν, τὸ μέν, ὅτι ἐν τῷ ὅλῳ ἐστὶ καὶ μηδέπω κεχώρισται, δυνάμενον καὶ χωρισθὲν ἐκείνου καθ’ αὑτὸ αἰσθητὸν εἶναι, τὸ δὲ ὅτι συντελεῖ τῷ ὅλῳ πρὸς τὸ εἶναι αἰσθητῷ, οὐκ ὂν καθ’ αὑτὸ ἐνεργείᾳ αἰσθητὸν οὐδέποτε.1 τὰ δὴ οὕτως δυνάμει αἰσθητὰ ἐν τῷ ὅλῳ ὡς καὶ καθ’ αὑτὰ αἰσθητὰ δύνασθαι εἶναι πεπερασμένα γίνεται, ὡς ἐγίνετο καὶ ἡ εἰς ἴσα αὐτῶν διαίρεσις. οὐ γὰρ εἰς ἄπειρα αἰσθητὰ ἐνεργείᾳ οἷόν τε τὸ συνεχὲς διαιρεῖσθαι, ὥσπερ οὐδὲ εἰς ἴσα. ὡς οὖν τὰ ἄπειρα μέρη ἐν τῷ συνεχεῖ δυνάμει μέν ἐστιν, ἐνεργείᾳ δὲ οὐδέποτε, οὕτως καὶ τὰ αἰσθητὰ τὰ κατὰ τὴν ἐπ’ ἄπειρον τομὴν διαιρούμενα δυνάμει μὲν ἔσται αἰσθητά, ἐνεργείᾳ δὲ αἰσθητὰ οὐδέποτε καθ’ αὑτὰ γίνεται. ὡς δὲ τὰ τηλικαῦτα μέρη τοῦ συνεχοῦς πεπερασμένα τῷ ἀριθμῷ, οὕτω καὶ τὰ ἐν αὐτοῖς ὄντα αἰσθητὰ πάθη, τῷ τὴν τούτων διαίρεσιν τὴν οὕτω γινομένην κατὰ συμβεβηκὸς γίνεσθαι καὶ οὐ καθὸ ἦν αὐτῶν ἡ κατ’ εἴδη διαίρεσις, συνδιαιρούμενα τοῖς μεγέθεσιν, ὡς ἂν ἐκεῖνα ἔχοι τὸ ἄπειρόν τε καὶ πεπερασμένον, οὕτω καὶ αὐτὰ ἔχει, κατὰ συμβεβηκὸς μέντοι. ἔδειξεν οὖν ὅτι μήτε πᾶν μόριον τοῦ αἰσθητοῦ αἰσθητὸν ἐνεργείᾳ μήθ’ ὅτι ἐξ ἀναισθήτων καὶ ἐξ ἀπαθῶν τὰ αἰσθητὰ καὶ τὰ πάθη, καὶ ἐτήρησε τὸ πᾶν μόριον τοῦ αἰσθητοῦ αἰσθητὸν εἶναι τῇ αὑτοῦ φύσει. Οὐ μήν, εἰ ἔστι τι ἀναίσθητον μέγεθος καθ’ αὑτό, ἤδη ἔστι καὶ μέγιστόν τι ἀναίσθητον καὶ ἐλάχιστον αἰσθητόν. τῷ γὰρ ἐπ’ ἄπειρον εἶναι τοῦ μεγέθους τὴν διαίρεσιν, ὡς δέδεικται, καὶ τοῦ μεγέθους τὸ μέρος μέγεθος εἶναι, πᾶν μὲν τὸ ἀπὸ τοῦ ληφθέντος ὡς ἐλαχίστου αἰσθητοῦ ἀφαιρούμενον, 〈ὡς〉 εἶναι ἀνεπαίσθητον2 μέγιστον τὸ μετὰ τὴν ἀφαίρεσιν, διαιρετὸν ἔσται.3 διαιρουμένου δὲ αὐτοῦ καὶ προστιθεμένου καθ’ ἕκαστον τῶν μορίων αὐτοῦ τῷ 〈ἀνεπ〉αισθήτῳ γενομένῳ μετὰ τὴν ἀφαίρεσιν τούτου, εἰ μὲν μένοι ἀνεπαίσθητον ἔτι προστιθεμένων τούτων, οὐκ ἦν μέγιστον ἀνεπαίσθητον τὸ μετὰ τὴν ἀφαίρεσιν. εἰ δὲ αἰσθητὸν γίνοιτο καθ’ ἑκάστην προσθήκην, ἐλάχιστον αἰσθητὸν ἀφ’ οὗ ἀφαιρεθὲν τοῦτο τὸ τεμνόμενον καὶ προστιθέμενον ποιήσει τὸ ἀνεπαίσθητον· καὶ γὰρ † μέρους αὐτοῦ ἀφαιρεθέντος προστεθὲν αὐτῷ καὶ οὕτω ποιεῖ αὐτὸ αἰσθητόν· ὥστ’ οὐκ ἦν ὅλον τὸ μετὰ τοῦ ἀφῃρημένου ἐλάχιστον αἰσθητόν. καὶ τοῦτο ἔνεστι δεικνύναι ἐπὶ πάσης ἀφαιρέσεως. ὥστ’ εἰ καὶ ἔστι τι ἀνεπαίσθητον, ἀλλ’ οὐ μέγιστον, ὥσπερ οὐδέ τι αἰσθητὸν ἐλάχιστον, εἰ καὶ ἔστι τι ἀνεπαίσθητον· ἔτι δὲ εἰ πᾶν μέγεθος δυνάμει ἐστὶν αἰσθητόν (τὸ γὰρ ἀνεπαίσθητον οὐ τῇ ἑαυτοῦ φύσει τοιοῦτον, ἀλλὰ διὰ τὴν τῆς αἰσθήσεως ἀσθένειαν), οὐκ ἂν εἴη ἀνεπαίσθητόν τι μέγεθος τῇ αὑτοῦ φύσει· ὥστε οὐδὲ μέγιστον. εἰ δὲ μήτε ἐλάχιστόν τί ἐστιν αἰσθητὸν τῇ αὑτοῦ φύσει μήτε μέγιστον ἀνεπαίσθητον, οὐδ’ ἂν ἐλάχιστόν τι ὂν τῇ αὑτοῦ φύσει μέγεθος δεικνύοιτο, ὡς οἴεται ὁ Διόδωρος δεικνύναι.

因为由于这个缘故,即使分割进行至无穷,也并非一切事物〔在现实中〕都是可感的,可感事物的某些部分在其本性上也并非无感觉且无性质的。因此,当这些就自身而言避过感觉的微小部分内在存在于某物之中,且同时其数量大到由它们构成的东西已经能够打动感觉,并且由它们构成的东西不再仅仅在潜能上是可感的时,它们在仍然处于整体之中时就这样对那整体的感觉有所贡献,但在整体之中却并非以这样一种方式在潜能上是可感的:即一旦被分离出来,便也能就自身成为可感的。然而,当连续且可感的量度的各个部分具有如此大小,以至于它们不仅因自身处于整体之中时在潜能上是可感的而对整体的可感存在有所贡献,而且在被分离出来后也能就自身在现实中成为可感的,那么这些量度的部分在数量上必然在该量度中是有限的;因为有限之物不可能被分割为无限多个如此大小的量度。因为分割为这样的部分类似于分割为相等的部分;因为如此分割者不再是分割为更小的部分。因为“在潜能上可感”有两种意义:其一,由于它处于整体之中且尚未被分离,即使从它之中分离出来也能够就自身成为可感的;其二,由于它对整体的可感存在有所贡献,但绝不会就自身在现实中成为可感的。因此,那些在整体之中以也能就自身可感的方式在潜能上可感的部分便成为有限的,正如它们分割为相等部分也是有限的一样。因为连续体不可能被分割为现实中无限多的可感部分,正如它也不能被分割为无限多个相等部分一样。因此,正如无限的部分在潜能上存在于连续体中,但在现实中绝不存在,同样,依照走向无穷的截割而被分割的可感部分,在潜能上固然是可感的,但在现实中绝不会就自身成为可感的。而正如连续体的如此大小的部分在数量上是有限的,它们之中内在存在的可感性质也是有限的,这是由于以这种方式产生的这些性质的分割乃是偶性地产生的,而非按照它们依物种的分割那样;性质随同量度一起被分割,因此量度以何种方式具有无限与有限,性质自身也同样具有,不过是依偶性而言。因此,他表明了:既非可感事物的每一个部分在现实中都是可感的,也非可感事物与性质由无感觉且无性质的东西构成;并且他保全了这一论点:可感事物的每一个部分在其自身本性上都是可感的。 然而,即使存在某种就自身而言不可感知的量度,也绝不意味着就存在某种最大的不可感知量度与最小的可感量度。因为,正如已经证明的,量度的分割进行至无穷,且量度的部分也是量度,因此从被视作最小可感量度的事物中减去的一切东西——以使得减去之后的剩余物成为最大的不可感知物——都将是可分割的。而当它被分割并按其各个部分被添加到减去它之后生成的不可感知物中时,如果当这些部分被添加时它依然是不可感知的,那么减去之后的那物原本就不是最大的不可感知物。但如果随每次添加它都变为可感的,那么从中减去这被切断并添加的部分以产生不可感知物的那原本之物,[就不是]最小的可感量度;因为即使其一部分被减去,添加到它之上的东西也依然以这种方式使其成为可感的;从而带有被减去部分的整个事物原本就不是最小的可感量度。并且这一点可以在任何减除的情况下得到证明。因此,即使存在某种不可感知之物,也不存在最大的不可感知之物,正如即使存在某种不可感知之物,也不存在任何最小的可感之物一样;再者,如果每一个量度在潜能上都是可感的(因为不可感知之物并非依其自身本性如此,而是由于感觉的微弱),那么就不会有任何在其自身本性上不可感知的量度;因而也不存在最大的不可感知之物。如果在其自身本性上既不存在最小的可感之物,也不存在最大的不可感知之物,那么也就不能证明存在任何在其自身本性上为最小的量度,正如狄奥多洛以为他所证明的那样。

语法注3 条
  1. 2.18διττὸν γὰρ τὸ δυνάμει αἰσθητόν, τὸ μέν, ὅτι ἐν τῷ ὅλῳ ἐστὶ καὶ μηδέπω κεχώρισται, δυνάμενον καὶ χωρισθὲν ἐκείνου καθ’ αὑτὸ αἰσθητὸν εἶναι, τὸ δὲ ὅτι συντελεῖ τῷ ὅλῳ πρὸς τὸ εἶναι αἰσθητῷ, οὐκ ὂν καθ’ αὑτὸ ἐνεργείᾳ αἰσθητὸν οὐδέποτε

    在 διττὸν... τὸ δυνάμει αἰσθητόν(在潜能上可感具有两重含义)之后,由 τὸ μέν 与 τὸ δέ 构成并列结构。各分句中的 ὅτι 起原因/解释性连词的作用(“在于……”),分别由分词短语(前者为 δυνάμενον...,后者为 οὐκ ὂν...)进一步规定该部分脱离整体后的性质。

  2. 2.18εἰ δὲ αἰσθητὸν γίνοιτο καθ’ ἑκάστην προσθήκην, ἐλάχιστον αἰσθητὸν ἀφ’ οὗ ἀφαιρεθὲν τοῦτο τὸ τεμνόμενον καὶ προστιθέμενον ποιήσει τὸ ἀνεπαίσθητον

    在归结从句中,谓词的否定(如“原本就不是最小的可感量度”)在文意中被省略。根据前一并列假设(εἰ μὲν μένοι... οὐκ ἦν μέγιστον ἀνεπαίσθητον)的对比,以及后文 ὥστ’ οὐκ ἦν ὅλον... ἐλάχιστον αἰσθητόν 所明确给出的结论,此处 ἐλάχιστον αἰσθητόν 需补充理解为否定判断。

  3. 2.18πᾶν μὲν τὸ ἀπὸ τοῦ ληφθέντος ὡς ἐλαχίστου αἰσθητοῦ ἀφαιρούμενον, 〈ὡς〉 εἶναι ἀνεπαίσθητον μέγιστον τὸ μετὰ τὴν ἀφαίρεσιν, διαιρετὸν ἔσται

    该句的骨干为 πᾶν... τὸ... ἀφαιρούμενον... διαιρετὸν ἔσται(被减去的一切东西都将是可分割的)。中间的 〈ὡς〉 εἶναι... 表结果或预期状态,修饰整个减除过程,意为“以致减除后的剩余物成为最大的不可感知物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:120.21-122.23