← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§118.21-120.21

感觉的超出与微小部分的潜能可感性

亚历山大借助更敏锐感觉中的增量能力自身无法单独构成感觉的类比,解释了“感觉的超出”,阐明被分离的可感微小部分何以在保留性质的同时仍处于潜能状态,并注解了亚里士多德的总结性语句。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.18#3

καὶ γὰρ καὶ ὅτε ἐν ὅλῳ ἦν τῷ ἐνεργείᾳ αἰσθητῷ, οὐ καθ’ αὑτὸ ἦν αἰσθητόν. ἀλλ’ οὐ διὰ τοῦτο οὐδὲν αἰσθητὸν ἦν. Ἢ τὸ λεγόμενον τοιοῦτόν ἐστιν·1 ὡς γὰρ ἡ ἀκριβεστέρα αἴσθησις ὑπερέχει τινὶ δυνάμει αἰσθητικῇ τῆς ἧττον ἀκριβοῦς (οὐ γὰρ κατ’ ἄλλο τι ἡ ὑπεροχὴ τῆς ἀκριβεστέρας αἰσθήσεως ἢ κατὰ δύναμιν αἰσθητικήν), οὐ μὴν καθ’ αὑτὴν ἡ ὑπεροχὴ αὐτὴ γινομένη αἴσθησίς ἐστι (τὸ γὰρ αἰσθητὴ εἶπεν ἀντὶ τοῦ αἰσθητική·2 οὐ γὰρ εἴ τις τοσαύτην ἔχουσα δύναμιν, ὅση ἐστὶν ἡ αἰσθητικὴ ὑπεροχὴ ἐν τῇ ἀκριβεστέρᾳ αἰσθήσει, ἤδη καὶ αἰσθάνεσθαι ἂν δύναιτο· καίτοι αὔξει τὴν αἴσθησιν τῇ προσθήκῃ· δυνάμει γὰρ ἐν τῇ ἀκριβεστέρᾳ αἰσθήσει ἡ ὑπεροχὴ ἐνυπάρχει, καὶ ἔστιν αἴσθησις δυνάμει, ἀλλ’ οὐχ οὕτως ὥστε καὶ χωρισθεῖσα καθ’ αὑτὴν αἴσθησις εἶναι), οὕτως καὶ ἐν τοῖς αἰσθητοῖς ἔνια τῶν μορίων οὕτως ἐστίν, ἐν τῷ ὅλῳ ὄντα, δυνάμει αἰσθητά, ὡς ὄντα μὲν ἐν τῷ ὅλῳ συντελεῖν τι αὐτῷ πρὸς τὸ αἰσθητῷ εἶναι, χωρισθέντα μέντοι καὶ καθ’ ἑαυτὰ γινόμενα μὴ εἶναι αἰσθητὰ δι’ ὑπεροχήν. 〈ὑπεροχὴν〉 γὰρ καὶ αἰσθήσεως λέγοι ἂν καὶ τὴν ἐν τῇ ἀκριβεστέρᾳ γινομένην πρὸς τὴν ἧττον ἀκριβῆ. ὁρᾷ μὲν γάρ τι πλέον ἡ ἀκριβεστέρα αἴσθησις, ἀλλ’ οὐχ οὕτως ὡς ὑπερβάλλουσα οὐχ ὁμοίως αὐτὸ οὐχ ὁρᾶν τῇ ἀκριβείᾳ, ἀλλ’ ἀκριβέστερον.3 λίαν δὲ ἀνυσίμως ἔδειξε τὸ προκείμενον τῇ τῆς αἰσθήσεως ὑπεροχῇ χρησάμενος καὶ τὴν ὁμοιότητα δείξας αὐτῶν. ὡς γὰρ ἡ ὑπεροχὴ τῆς ἀκριβεστέρας αἰσθήσεως συντελοῦσα εἰς τὴν αἴσθησιν τῷ ἔχοντι χωρισθεῖσα οὐκ ἔστιν αἴσθησις καθ’ αὑτήν, οὕτως οὐδὲ τὸ τηλικοῦτον μόριον τοῦ αἰσθητοῦ χωρισθὲν ἔσται καθ’ αὑτὸ αἰσθητόν, ἀλλ’ ὁμοίως μὲν αἰσθητόν, ὡς ἦν καὶ ὅτε ἦν ἐν τῷ ὅλῳ· δυνάμει γὰρ καὶ τότε· οὕτως γὰρ ἡ ὑπεροχὴ τῆς ἀκριβεστέρας αἰσθήσεως καθ’ αὑτὴν λαμβανομένη αἴσθησις δυνάμει τῷ προστεθείσης ἄλλης δυνάμεώς τινος αἴσθησις γίνεσθαι. οὐ μήν, ἐπεὶ μὴ καθ’ αὑτὸ αἰσθητόν ἐστι χωρισθέν, διὰ τοῦτο ἀναίσθητον καὶ ἀπαθὲς ἔσται· ἀλλ’ ἔσται καθ’ αὑτὸ ὂν δυνάμει αἰσθητόν· ἔχει μὲν γὰρ τὰ πάθη τὰ αἰσθητά, διὰ δὲ σμικρότητα ἐκπέπτωκε τοῦ καθ’ αὑτὸ κινεῖν τὴν αἴσθησιν δύνασθαι. ἐνεργείᾳ δὲ αἰσθητὸν ἔσται ἄλλοις ὁμοίοις προσγενόμενον. ὅταν γὰρ ἀθροισθῇ ταῦτα ἃ κατ’ ἰδίαν ὄντα καὶ κεχωρισμένα δυνάμει μόνον ἦν αἰσθητά, δι’ ἀσθένειαν μὴ δυνάμενα τὴν αἴσθησιν κινεῖν ἐνεργείᾳ, καὶ γένηται ἐξ αὐτῶν τηλικοῦτον ὡς δύνασθαι κινεῖν ταύτην, † δι’ ὧν ἡ κατ’ ἐνέργειαν αἴσθησις γίνεται. οὐ γὰρ ἐν ποιότητι μόνῃ, ἀλλὰ καὶ ἐν ποσότητι τῆς δυνάμεως ἡ ὑπὸ τοῦ αἰσθητοῦ τότε κίνησις γίνεται ἐνεργείᾳ αἰσθητή, οὐχ ὡς ἑκάτερον αὐτῶν κατ’ ἰδίαν ὂν αἰσθητόν, ἀλλ’ ὡς διὰ τὴν σύνθεσιν συντελοῦντα τῷ ὅλῳ τῷ [τε] ἐξ αὐτῶν εἰς τὸ δύνασθαι κινεῖν τὴν κατ’ ἐνέργειαν αἴσθησιν. οὕτω γὰρ καὶ ἐν τῷ ὅλῳ ὄντα δυνάμει αἰσθητά, οὐχ ὡς ἐνεργείᾳ δυνάμενά ποτε γίνεσθαι καθ’ αὑτά, ἀλλ’ ὡς μέρη. μέρη γὰρ ἦν τοῦ καθ’ αὑτὸ αἰσθητοῦ, καὶ εἴη ἂν τῆς δυνάμεως αὐτῶν τῆς πρὸς τὴν αἴσθησιν, ἣν ἔχει κεχωρισμένα ἐνεργείᾳ, † ἡ ὑστέρα δύναμις, καθ’ ἣν ἐν τῷ ὅλῳ ὄντα καὶ μέρη δυνάμει ἐλέγετο αἰσθητὰ εἶναι. τότε γὰρ αὐτῶν ἡ αἴσθησις ἀντιλαμβάνεταί πως καὶ ἐνεργεῖ περὶ αὐτά, εἰ καὶ μὴ ὡς καθ’ αὑτὰ ὄντα κεχωρισμένα. Δείξας δὲ ταῦτα ἐπιφέρει· ὅτι μὲν οὖν ἔνια μεγέθη καὶ πάθη λανθάνει καὶ διὰ τίνα αἰτίαν καὶ πῶς αἰσθητὰ καὶ πῶς οὔ, εἴρηται, τῷ μὲν μεγέθη ‘καὶ πάθη’ προσθείς· οὐ γὰρ τῷ ἀπαθῆ εἶναι ἔνια μεγέθη λανθάνει τὴν αἴσθησιν [οὕτως γὰρ], ἀλλὰ καὶ τὰ πάθη, ὡς τὰ μεγέθη, λανθάνει τὸ δὲ καὶ διὰ τίνα αἰτίαν, ὅτι οὐ διὰ τὸ [μὴ] ἀπαθῆ τε καὶ χωρίς τινος αἰσθητῆς διαφορᾶς εἶναι λανθάνει τὴν αἴσθησιν (οὕτω γὰρ γίνεται τὸ ἀπορηθὲν τὸ ἐξ ἀναισθήτων καὶ ἀπαθῶν τὰ πάθη τε καὶ τὰ αἰσθητὰ γίνεσθαι, ὡς ἐδόκει τοῖς ἀτόμους ἀρχὰς ὑποτιθεμένοις), ἀλλὰ τῷ ἔχειν μέν, ἐλάττω μέντοι εἶναι ἢ ὡς κινεῖν τὴν αἴσθησιν καθ’ αὑτὰ ὄντα δύνασθαι.

事实上,即使当它处于在现实中可感的整体之中时,它也不是就自身而言可感的。但并不因此就完全不是可感的。或者,所说的意思是这样的:正如更敏锐的感觉凭某种感觉能力超出不太敏锐的感觉(因为更敏锐的感觉的超出部分并非基于其他任何东西,而是基于感觉能力),然而这一超出部分本身就其自身而言生成时并非一种感觉(因为他用“可感的”代指“具有感觉能力的”;因为并非只要某物具有如同更敏锐感觉中的感觉超出部分那样多的能力,它就已经能够去感觉了;尽管通过被添加,它增加了感觉;因为在更敏锐的感觉中,这一超出部分在潜能上内在存在着,并且在潜能上是一种感觉,但并不是说即使被分离出来也凭自身成为一种感觉),同样,在可感事物中,某些部分处于整体之中时也是这样在潜能上是可感的:即处于整体之中时,它们对整体的可感存在有所贡献,然而一旦被分离出来并成为就自身存在者时,由于是超出部分便不是可感的(因为人们也可以把在更敏锐的感觉中相对于不太敏锐的感觉所生成的[能力差]称为“感觉的超出”;因为更敏锐的感觉确实多看到一些东西,但这并不是说由于超出而在精确性上不能同样地看到它,而是看它看得更精确)。他通过运用感觉的超出并指出它们的相似性,极其有效地证明了所提出的论题。因为正如更敏锐感觉的超出部分虽然为具有该感觉者对感觉有所贡献,但在被分离出来时就自身而言并非一种感觉,同样,可感事物的如此大小的部分在被分离出来时也不会就自身是可感的,而是像它处于整体之中时那样以同样方式是可感的;因为在当时它也是在潜能中;因为同样,更敏锐感觉的超出部分若就自身被提取,也是在潜能上的感觉,乃是通过添加某种其他能力而成为感觉。当然,这并不是说既然被分离出来后不是就自身可感的,便因此成为无感觉且无性质的;相反,在就自身存在的同时,它将是在潜能上可感的;因为它确实具有可感的性质,但由于微小而丧失了能够就自身打动感觉的能力。而当它被添加给其他同类事物时,它将在现实中成为可感的。因为当这些在个别存在和被分离时仅在潜能上是可感物、由于微弱而无法在现实中打动感觉的事物聚集在一起,并由它们生成大到足以打动感觉的东西时,通过这些事物便生成了现实中的感觉。因为由可感事物引起的运动在当时成为现实中可感的,不仅在于能力的性质,也在于能力的数量,这并不是因为它们中的每一个个别存在时都是可感的,而是因为通过结合,它们对由它们构成的整体有所贡献,使其能够打动现实中的感觉。因为它们在整体之中时也是这样在潜能上可感的,并不是说它们有朝一日能够就自身在现实中生成,而是作为部分。因为它们原是就自身可感之物的部分;相对于它们在现实中被分离时所具有的朝向感觉的能力而言,后一种能力大概就是它们处于整体之中且作为部分时被称为在潜能上可感所依据的能力。因为在那时,感觉以某种方式把握它们并在关于它们的事情上活动,即使并非把它们当作就自身分离存在的东西。 在阐明了这些之后,他接着说:“因此,某些量度与性质避过了注意,以及是由于何种原因,以及在何种意义上是可感的而在何种意义上不是,均已说明”,在“量度”之后添加了“与性质”;因为某些量度避过感觉,并非由于它们是没有性质的,而是性质正如量度一样也避过了注意。至于“以及是由于何种原因”,是因为它们避过感觉并非由于是没有性质的且不带有任何可感的差异(因为那样就会产生那个疑难,即可感物和性质是由无感觉和无性质的事物生成的,正如那些假定原子为本原的人所认为的那样),而是由于它们虽然具有性质,然而太小以致不能在就自身存在时打动感觉。

语法注3 条
  1. 2.18Ἢ τὸ λεγόμενον τοιοῦτόν ἐστιν

    选言连词 ἤ 引入了与上一段末尾提出的解释(将之理解为“可感事物的超出”)相对立的另一种解释,即将亚里士多德的短语“感觉的超出”照字面理解为感觉能力本身的超出(增量)。

  2. 2.18τὸ γὰρ αἰσθητὴ εἶπεν ἀντὶ τοῦ αἰσθητική

    注解者在此作出语法和词义上的判断,将亚里士多德原文中的 αἰσθητή(被动意义,“可感的”)解释为代指 αἰσθητική(主动意义,“具有感觉能力的”)。随后的从句 οὐ γὰρ εἴ τις τοσαύτην ἔχουσα δύναμιν... 便是为了说明这种主动解读的合理性。

  3. 2.18οὐχ ὡς ὑπερβάλλουσα οὐχ ὁμοίως αὐτὸ οὐχ ὁρᾶν τῇ ἀκριβείᾳ, ἀλλ’ ἀκριβέστερον

    此处包含多重否定的复合结构(οὐχ ὡς... οὐχ ὁμοίως... οὐχ ὁρᾶν)。οὐχ ὡς 统摄并否定整个从句,而不定词短语内部的双重否定(οὐχ ὁμοίως... οὐχ ὁρᾶν)表达双重否定即肯定,意为“并非因超出而不能同样看清,而是看得更加精确(ἀλλ’ ἀκριβέστερον)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:118.21-120.21