- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:10.6-12.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在解释了“能品味的滋养部分”这一异文之后,亚历山大论述了触觉和味觉之外的其余三种感觉(视力、听觉、嗅觉)如何通过空间运动促进动物的生存与捕食,并进一步阐明了视觉与听觉如何为理论观照、实践思虑及伦理判断作出贡献。
κἂν ᾖ οὕτως γεγραμμένον, εἴη ἂν τὸ λεγόμενον ὅτι τοῦ γευστικοῦ μορίου ὅ ἐστι θρεπτικὸν ὁ χυμὸς πάθος, ἵν’ ᾖ τὸ μὲν γευστικὸν ὡς γένος, διαφορὰ δὲ τοῦ γευστικοῦ τὸ θρεπτικὸν καὶ μή. τοῦ δὴ γευστικοῦ θρεπτικοῦ, ὅ ἐστι μόριον ἢ εἶδος τοῦ γευστικοῦ, πάθος ἐστὶν ὁ χυμός, γευστικὸν δὲ ἡ αἴσθησις ἡ γευστική. καὶ εἴη ἂν αὕτη ἡ γραφὴ ἔχουσα ἀμφότερα τὰ εἰρημένα ἐν ταῖς πρὸ ταύτης δύο γραφαῖς. Ἡ μὲν οὖν ἁφή τε καὶ ἡ γεῦσις κοινὴ πᾶσι τοῖς ζῴοις· αἱ δὲ διά τινων μεταξὺ ἄλλων γινόμεναι αἰσθήσεις, οἷαί εἰσιν αἱ καταλειπόμεναι τρεῖς, οὐκέτι πάντων εἰσὶ κοιναὶ τῶν ζῴων, ὡς καὶ αὐτὸς ἐν τοῖς Περὶ ψυχῆς εἴρηκεν. ἐν οἷς μέντοι εἰσίν, ὥσπερ πρὸς σωτηρίαν αὐτοῖς συντελοῦσαί εἰσιν, ὡς καὶ τοῦτο ἐν τοῖς Περὶ ψυχῆς εἴρηκε. τῷ γὰρ κατὰ τόπον εἶναι κινητικὰ καὶ μεταβλητικὰ τῆς τε ὄψεως δεῖται, ὅπως φυλάττηται καὶ μὴ περιπίπτῃ τοῖς φθαρτικοῖς αὐτῶν, καὶ τῆς ὀσφρήσεως, ὅπως προαἰσθάνηται τῆς τροφῆς. ἀλλὰ καὶ ἡ τῶν ψόφων ἀντίληψις εἰς σωτηρίαν συντελεῖ· πολλοὶ γὰρ ψόφοι † τῶν ζῴων εἰσὶ φθαρτικοί, οὓς φυλάσσεται. ἀλλὰ καὶ ἐπιβουλὰς τὰς ἐξ ἀλλήλων φυλάσσεται τὰ ζῷα διὰ τοῦ ψόφου προαισθανόμενα αὐτῶν, ὃν ποιεῖ ἢ προσιόντα ἢ ὑποχωροῦντα ἢ ὑφιστάμενα. ἀλλὰ καὶ τροφῆς † εὐπορίαν πολλάκις τοῦ ψόφου σημήναντος·1 πολλὰ γοῦν τῶν σαρκοφάγων τῷ ψόφῳ † διακρίνουσιν ἁλώσιμα αὐτοῖς ζῷα, καὶ οὕτως αὐτοῖς ἐπιτίθεται. Πᾶσαι μὲν οὖν αἱ αἰσθήσεις σωτηρίας ἕνεκα τοῖς ζῴοις ὑπάρχουσιν, ἤδη δὲ καὶ εἰς φρόνησίν τινες αὐτῶν συντελοῦσι τοῖς φρονήσεως δεκτικοῖς, ὡς μὴ μόνον τοῦ ἀναγκαίου χάριν αὐτὰς ἐν αὐτοῖς εἶναι, ἀλλὰ καὶ τοῦ εὖ. πολλὰς γάρ, φησί, εἰσαγγέλλουσι διαφοράς, ἐξ ὧν ἥ τε τῶν νοητῶν ἐπιγίνεται φρόνησις καὶ ἡ τῶν πρακτῶν. λέγει δὲ ταῦτα περί τε τῆς ὄψεως καὶ τῆς ἀκοῆς, ὡς καὶ αὐτὸς προϊὼν δηλοῖ. ὅτι δὲ ἀρχαὶ πράξεως τε καὶ θεωρίας αἱ δι’ αὐτῶν ἀντιλήψεις καὶ διαφοραὶ τούτων ὧν ἀντιλαμβάνονται, δῆλον. αἵ τε γὰρ τῶν ὁρατῶν διαφοραὶ εἰς ἔννοιαν ἡμᾶς ἤγαγον φωτός τε καὶ σκότους, τουτέστιν ἡμέρας τε καὶ νυκτός, ἀφ’ ὧν ὁρμώμενοι τὰ ποιητικὰ τούτων ἐζητήσαμεν· ὅθεν ἡ περὶ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ θεωρία,2 ἃ ποιητικὰ νυκτός τε καὶ ἡμέρας ἀνὰ μέρος ὁρῶντες γινόμενα καὶ ἀριθμοῦ ἐπίνοιαν ἔσχομεν, ὥς φησι Πλάτων· ἀλλὰ καὶ τὸ τὴν σελήνην μὴ ἀεὶ ὁμοίως πεφωτίσθαι εἰς ἔννοιαν ἡμᾶς ἤγαγεν, ὅτι μὴ οἰκεῖον αὐτῆς τὸ λαμπρὸν τοῦτο φῶς· ἀλλὰ καὶ αἱ τῶν κινήσεων τῶν ἄστρων καὶ μεγεθῶν φαινόμεναι διαφοραί (καὶ γὰρ τούτων ἡ ὄψις ἀντιλαμβάνεται μάλιστα, εἰ καὶ κοινὰ αὐτῇ ταῦτα τὰ αἰσθητὰ καὶ πρὸς ἄλλας· πάντων γὰρ τῶν σωμάτων τὰ μεγέθη καὶ αἱ κινήσεις καὶ ὁ ἀριθμὸς καὶ τὰ σχήματα τῇ ὄψει αἰσθητά, ἐπεὶ καὶ ὁρᾶται πάντα τὰ σώματα τῷ κεχρῶσθαι. διὰ γὰρ τῶν ἰδίων αἰσθητῶν καὶ μετὰ τούτων ἡ τῶν κοινῶν αἴσθησις ἑκάστη γίνεται· διὸ ἡ ἀκοὴ τοῦ ἐν ψόφῳ μεγέθους μόνου αἰσθάνεται καὶ τοῦ ἐν τούτῳ ἀριθμοῦ καὶ τῆς ἐν τούτῳ κινήσεως, ὁμοίως δὲ καὶ τῶν ἄλλων αἰσθήσεων ἑκάστη) περί τε τῆς κατὰ κίνησιν ὁμαλότητος αὐτῶν εἰς ἔννοιαν ἡμᾶς ἤγαγε3 καὶ περὶ τῆς ἀϊδιότητος αὐτῶν καὶ περὶ τοῦ μεγέθους τοῦ κατὰ ἀλήθειαν αὐτῶν ἐξετάσεως. προσήγαγε δὲ ἡμᾶς ἡ τούτων θέα καὶ ἐπὶ τὴν ζήτησιν τοῦ πρώτου αἰτίου, ὃ τῆς τοιαύτης τάξεως τε καὶ φορᾶς αὐτοῖς αἴτιόν ἐστι. καὶ πρὸς τὰς πράξεις δὲ ἡμᾶς παιδεύει πως· περὶ γὰρ τὰ καθ’ ἕκαστα αἱ πράξεις, ἃ ἐστιν αἰσθητά τε καὶ ὁρατά, ἐκ δὲ τῆς περὶ ταῦτα ἐμπειρίας τὸ πλεῖστον τῆς φρονήσεως. παρατηρήσαντες γὰρ ἐκ τῶν συμβαινόντων ἐν τοῖς αἰσθητοῖς τά τε ὠφέλιμα καὶ τὰ βλαβερὰ καθόλου περὶ αὐτῶν δόξαν λαμβάνομεν, τὰ μὲν τοιαῦτα λέγοντες εἶναι φευκτά τε καὶ βλαβερά, τὰ δὲ τοιαῦτα αἱρετά τε καὶ ὠφέλιμα· ἐξ ὧν τὸ βουλεύεσθαι ἡμῖν περὶ τῶν μελλόντων. ἀλλὰ καὶ ἡ τοῦ καλοῦ καὶ ἡ τοῦ αἰσχροῦ ἔννοια βεβαιοῦται ἡμῖν ὑπὸ τῆς ὄψεως· ὁρώμενα γὰρ τὰ αἰσχρὰ μισητότερα, καὶ τὰ καλά τε καὶ σεμνὰ ζηλωτότερα.
即使是这样写的,其涵义也将是:滋味乃是作为滋养者的能品味部分的承受,以便使能品味者作为属,而能品味者的种差则是滋养与否。滋味确实是能品味的滋养部分——即能品味者的一个部分或种——的承受,而能品味者就是味觉这一感觉。并且这种异文将同时包含在此之前的两种异文中所说的内容。 因此,触觉与味觉为一切动物所共有;而那些通过某些其他介质发生的感觉,如剩下的三种感觉,则不再为一切动物所共有,正如他自己在《论灵魂》中所说的那样。然而,在具有它们的〔动物〕身上,它们仿佛是有助于其生存的,这也正如他在《论灵魂》中所说的。因为由于它们能够在空间上运动和迁移,它们需要视力以便防范并不陷入毁灭它们的事物之中,并且需要嗅觉以便预先察觉食物。但是对声音的把握也促进生存;因为许多声音对动物而言是毁灭性的,它们对此加以防范。不仅如此,动物还通过声音预先察觉彼此的图谋而加以防范,这声音是在它们靠近、退却或对抗时发出的。而且[这也是由于]声音经常指示食物的丰富;至少许多食肉动物通过声音辨别可供它们捕获的动物,并以此向它们发起袭击。 因此,一切感觉对于动物而言都是为了生存而存在的,但如今在那些能够接受思虑的动物中,它们中的某些也促进思虑,以致它们在动物体内存在不仅是为了必需,而且也是为了完满。“因为”,他说,“它们报告了许多差异,由此产生了对可知性事物的思虑以及对实践性事物的思虑。”正如他自己进一步阐明的那样,他是关于视觉和听觉说这些话的。而通过它们产生的把握以及它们所把握之物的差异乃是实践与观照的本原,这一点是显而易见的。因为可见事物的差异引导我们形成了关于光明与黑暗(即白天与黑夜)的观念,由此出发我们探求了产生这些现象的原因;由此[产生了]关于宇宙及其内部事物的观照——正如柏拉图所说,看到它们轮流成为产生黑夜与白天的事物,我们也获得了关于数的概念;不仅如此,月亮并非始终以同样方式被照亮这一事实,也引导我们认识到这灿烂的光芒并非它所固有;而且,天体在运动和体积上呈现出的差异(因为视觉对这些把握得最清楚,即使这些感觉对象对它而言也是与其余感觉共通的;因为一切物体的体积、运动、数目和形状对视觉而言都是可感的,既然一切物体因具有颜色而均可见。因为对共通感觉对象的每一种感觉都是通过本有感觉对象并伴随着它们而产生的;所以听觉仅感觉声音中的体积、其中的数目以及其中的运动,其余每种感觉亦同样如此),引导我们形成了关于它们在运动上的均匀性、关于它们的永恒性以及关于对它们真实体积的考察的观念。对这些现象的凝视也引导我们去探求第一原因,正是它构成了赋予它们这种秩序和运行的原因。而且〔视觉〕在某种程度上也为我们的实践提供了训练;因为实践围绕着个别事物展开,而这些事物是可感的和可见的,思虑的大部分正源于关于这些事物的经验。因为在从可感事物中发生的事情中观察了有益的和有害的事情之后,我们便获得了关于它们的普遍意见,称此类事物是应当躲避且有害的,而彼类事物是应当选择且有益的;由此产生了我们对未来事物的审思。不仅如此,关于高尚与丑陋的观念也通过视觉在我们心中得到确证;因为丑陋之物一经看见就更令人厌恶,而高尚且尊严之物则更令人效法。
- 1.3ἀλλὰ καὶ τροφῆς † εὐπορίαν πολλάκις τοῦ ψόφου σημήναντος
属格独立结构(τοῦ ψόφου σημήναντος)带宾格宾语(τροφῆς εὐπορίαν)的省略句式。承接上文有助于生存(εἰς σωτηρίαν συντελεῖ)的论题,补述听觉促进生存的附加缘由。尽管文本批判符号 † 表明写本存有讹误,但在句法上它充当了补充说明,即声音因常常预示食物的丰富而有助于生存。
- 1.3ὅθεν ἡ περὶ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ θεωρία
关系副词 ὅθεν 引导的分句中省略了限定动词的结构。承接前文 εἰς ἔννοιαν ἡμᾶς ἤγαγον ... ἀφ’ ὧν ὁρμώμενοι τὰ ποιητικὰ τούτων ἐζητήσαμεν 的语境,主语 ἡ περὶ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ θεωρία 需补入表示产生或起源的动词(如 ἐγένετο 或 ὥρμηται)。后接的关系从句(ἃ ποιητικὰ ... ὥς φησι Πλάτων)则呼应柏拉图《蒂迈欧篇》47a–b,修饰通向观照与数的观念的过程。
- 1.3ἀλλὰ καὶ αἱ τῶν κινήσεων τῶν ἄστρων καὶ μεγεθῶν φαινόμεναι διαφοραί ... περί τε τῆς κατὰ κίνησιν ὁμαλότητος αὐτῶν εἰς ἔννοιαν ἡμᾶς ἤγαγε
句首复数主语 αἱ διαφοραί 与单数主要动词 ἤγαγε 之间存在数的不一致以及长距离分隔。由于中间插入了长篇插入句(καὶ γὰρ τούτων ἡ ὄψις ἀντιλαμβάνεται μάλιστα ... ἑκάστη),断开了主谓之间的统摄关联,导致动词 ἤγαγε 受到前文平行句式(如 τὸ τὴν σελήνην ... εἰς ἔννοιαν ἡμᾶς ἤγαγεν)中单数形式的吸引而发生语法破格(破式倒装)。
