← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§116.21-118.21

微小部分的潜能可感性与知觉极限

亚历山大围绕亚里士多德《论感觉》445b27中一粒粟米和微音阶(diesis)的例子,阐明了处于连续体中的微小部分为何仅是附带地且在潜能上是可感的。他进一步探讨了这些部分在被分离时的情况,论证它们要么消解并转变为周围的媒质,要么即使留存下来,也由于低于知觉阈值(感觉的超出)而依然仅仅处于潜能状态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.18#2

ὅλη μὲν οὖν ἡ κέγχρος αἰσθητὴ καθ’ αὑτήν (καθ’ αὑτὴν γὰρ καὶ ἔστι), τὸ δὲ μυριοστὸν μέρος τῆς κέγχρου δυνάμει ἐστὶν αἰσθητὸν τῷ μὴ εἶναι καθ’ αὑτό, ἀλλ’ ἐν τῇ κέγχρῳ οὔσῃ συνεχεῖ. ἐπέρχεται μὲν γὰρ καὶ τοῦτο ἡ ὄψις, ὅταν τὴν κέγχρον βλέπῃ, οὐ μὴν καθ’ αὑτὸ αὐτὸ ὁρᾷ, ἀλλὰ ὡς ἐν τῷ ὅλῳ ὄν. ὁμοίως ἔχει καὶ περὶ τοῦ ἐν τῇ διέσει φθόγγου· τοῦ μὲν παντὸς μέλους συνεχοῦς ὄντος, οὗ μόριον ὁ ἐν τῇ διέσει φθόγγος, καθ’ αὑτὸ ἀκούει ἡ ἀκοή, δυνάμει δὲ τοῦ ἐν τῇ διέσει, ὅτι μόριον ἐκείνου. εἰπὼν δὲ συνεχοῦς ὄντος τοῦ μέλους ἀκούει παντὸς ἡ ἀκοή, τὸ δὲ διάστημά φησι τοῦτο τὸ τῆς διέσεως, ὂν μόριον τοῦ μέλους καὶ μεταξὺ ὂν τῶν ἐσχάτων, τουτέστι τοῦ ὅλου διαστήματος τοῦ μέλους (τοῦτο γάρ ἐστι τὸ τοῦ μεταξὺ πρὸς τοὺς ἐσχάτους) λανθάνειν1 (τὸ γὰρ μεταξὺ ὂν τῶν ἐσχάτων φθόγγων μόριόν ἐστι τοῦ ἀκουομένου παντὸς μέλους) τῷ ἐν τῷ ὅλῳ εἶναι, αὐτὸ καθ’ αὑτὸ οὐκ αἰσθητὸν τότε ἐνεργείᾳ ὄν, ὅτι μηδὲ ἔστι καθ’ αὑτό. Εἰπὼν δὲ ἐπὶ τοῦ ὁρατοῦ καὶ ἐπὶ τοῦ ἀκουστοῦ τὰ μόρια τὰ ἐν τοῖς ὅλοις λανθάνειν τῷ μὴ εἶναι ἐνεργείᾳ αἰσθητὰ μηδὲ καθ’ αὑτά, ὅταν ᾖ ἐν τοῖς ὅλοις, ἀλλὰ δυνάμει, ὁμοίως φησὶν ἔχειν καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν· τὰ γὰρ μικρὰ μόρια τὰ ἐν τοῖς αἰσθητοῖς δυνάμει εἶναι αἰσθητά, ἐνεργείᾳ δὲ μή, ὅτι μηδὲ τὴν ἀρχὴν κεχώρισται μηδὲ ἔστι καθ’ αὑτά. οὐδὲ γὰρ ἡ ποδιαία ἐνεργείᾳ ἐστὶν ἐν τῇ δίποδι συνεχεῖ οὔσῃ, ἀλλὰ δυνάμει· ἐνεργείᾳ δὲ τότε γίνεται ἡ ποδιαία, ὅταν χωρισθῇ καὶ καθ’ αὑτὴν ληφθῇ χωρισθεῖσα τῆς πρὸς τὴν ἑτέραν συνεχείας. Εἰπὼν δὲ τὰ μόρια τὰ ἐν τοῖς ὅλοις δυνάμει [τε] αἰσθητὰ εἶναι τῷ δυνάμει καὶ εἶναι ἐν τῇ συνεχείᾳ τῇ τῶν ὅλων, ἐφεξῆς ζητεῖ, εἰ χωρισθέντα τῆς συνεχείας πάντα δύναται καθ’ αὑτὰ αἰσθητὰ γίνεσθαι, ἤ, εἰ μὴ τοῦτο, πῶς ἐν τῷ ὅλῳ ὄντα δυνάμει λέγοιτ’ ἂν εἶναι, καί φησιν ἐνδέχεσθαι μέν, εἰς τὰ τηλικαῦτα τῆς διαιρέσεως γινομένης, μηδὲ μένειν ἔτι τὰ μόρια τὰ τηλικαῦτα ἐπὶ τῆς οἰκείας φύσεως, ὡς μὴ μένειν ἔτι ἀφαιρεθὲν τὸ μυριοστὸν τῆς κέγχρου μέρος ἔτι μέρος κέγχρου καὶ τὸ πάθος ὃ εἶχεν ὂν ἐν τῇ κέγχρῳ, ἀλλ’ ἀναλύεσθαι καὶ μεταβάλλεσθαι εἰς τὸν περιέχοντα ἀέρα, ὡς μεταβάλλον ἐκείνου πάλιν γίνεσθαι συνεχὲς μόριον. ὡς γὰρ ὁ κύαθος τοῦ οἴνου εἰς τὴν θάλασσαν ἐγχυθεὶς οὐ φυλάσσει τὴν αὑτοῦ φύσιν, ἀλλ’ εἰς τὴν τῆς θαλάσσης οὐσίαν μεταβάλλει, οὕτω καὶ τὰ τῶν αἰσθητῶν μόρια τηλικαῦτα εὔλογον χωριζόμενα, εἰς οὕτω μικρὰ διαιρουμένου τοῦ ὅλου, εἰς τὸ περιέχον ἀναλύεσθαι· ὥστ’ οὐδ’ οὕτως ἂν εἴη καθ’ αὑτά, ἀλλὰ μέρη τούτων εἰς ἃ ἀνελύθη. Οὐ μὴν ἀλλ’ εἰ καὶ μὴ φθείροιτο, ἀλλὰ μένοι, οὐδ’ οὕτως ἂν εἴη ἐνεργείᾳ αἰσθητόν, ἀλλὰ καὶ τότε δυνάμει· πάντα μὲν γὰρ τὰ ἐν τοῖς ὅλοις μέρη, ἔστ’ ἂν ἐν τοῖς ὅλοις ᾖ, δυνάμει ἐστὶν αἰσθητὰ καὶ οὐκ ἐνεργείᾳ· καὶ γὰρ τὰ μέρη τοῦ ὅλου οὕτως ἔχει τὸ εἶναι. οὕτω δὲ καὶ τῶν μορίων τὰ τηλικαῦτα, ὡς διὰ μικρότητα διαφεύγειν τὴν αἴσθησιν, καὶ χωρισθέντα τῶν ὅλων φυλάσσει τὸ δυνάμει, ὅσον μὲν ἐπὶ τῇ αὑτῶν φύσει αἰσθητὰ ὄντα καὶ ἔχοντα τὸ πάθος (καὶ γὰρ ἐν τῷ ὅλῳ ὄντα αἰσθητὰ ἦν, † ἐπεὶ οὖν ἡ ὄψις, εἰ καὶ μὴ καθ’ αὑτά), διὰ δὲ σμικρότητα τὴν αἴσθησιν διαφεύγοντα. τούτου δὲ αἴτιον, ὅτι ἡ ὑπεροχὴ τῆς αἰσθήσεως οὐ καθ’ αὑτὴν αἰσθητή, τουτέστιν οὐ πᾶν μόριον τοῦ αἰσθητοῦ αἰσθητόν ἐστι καθ’ αὑτό· ὑπεροχὴν γὰρ αἰσθήσεως εἴη ἂν λέγων ἀντὶ τοῦ κατ’ ἐνέργειαν.2 ὑπεροχὴ δὲ τοῦ αἰσθητοῦ εἴη ἂν μόριον, οὗ ἀφαιρεθέντος τὸ καταλειπόμενον ἔτι αἰσθητὸν ἐνεργείᾳ μένει. εἰ τοῦτο οὖν τὸ μόριον τὸ ἀπὸ τοῦ αἰσθητοῦ ἀφαιρούμενον οὐ πᾶν ἐστι, μονωθὲν καὶ χωρισθὲν τοῦ ὅλου, καθ’ αὑτὸ αἰσθητόν, ἀλλὰ δυνάμει, 〈δυνάμει〉 μὲν εἴη ἂν καὶ τότε αἰσθητόν, ἐνεργείᾳ δὲ οὔ.

因此,整粒粟米就自身而言是可感的(因为它也是就自身而存在的),而粟米的一万分之一部分之所以在潜能上是可感的,是因为它并非就自身存在,而是在作为连续体的粟米之中。因为视力在观看这粒粟米时也触及到这一部分,然而并不是就自身看见它,而是把它当作处于整体之中的东西来看待。在微音阶中的音调上情况也是如此:当整个曲调是连续的、而微音阶中的音调是其一部分时,听觉就自身而言听到它,而对于微音阶中的音调则是在潜能上听到,因为它乃是那个整体的一部分。在谈到当曲调是连续的、听觉听到整体之后,他说,作为曲调的一部分且处于两端之间——即整个曲调音程之间——的这一微音阶的音程(因为这就是中间之物相对于两端的关系),因其处于整体之中而避过了注意(因为处于两极端音之间的东西乃是被听到的整个曲调的一部分),因为在当时它就自身而言在现实中并非可感物,既然它甚至并不就自身存在。而在谈到在可见物和可听物中,处于整体之中的各部分因其在整体之中时在现实中并非可感亦非就自身存在、而是在潜能中,从而避过了注意之后,他说在其他可感事物中情况也是如此:因为可感事物中的微小部分在潜能上是可感的,而在现实中则不然,因为它们起初根本没有被分离,亦非就自身存在。因为在一根两普斯的连续线段中,一普斯的长度在现实中并不存在,而是在潜能中存在;而当一普斯的长度被分离出来,脱离了与另一部分的连续性而被就自身提取时,它才在现实中生成。 在谈到处于整体之中的各部分通过在整体的连续性中亦处于潜能而因之在潜能上是可感物之后,他接着探讨:一旦脱离了连续性,是否所有部分都能就自身成为可感物,或者,如果不是这样,当它们处于整体中时又如何能被称为在潜能中存在;他说,当分割进行到如此大小的事物时,完全可能如此大小的部分甚至不再保持在其本有的本性之中,以致粟米的一万分之一部分在被扣除后,甚至不再保持为粟米的一部分,也不再保持它在粟米中所具有的性质,而是消解并转变为周围的空气,从而通过转变而再次成为那空气的连续部分。因为正如一勺酒倾入大海中并不保留自身的本性,而是转变为海的实体一样,当整体被分割为如此微小的事物时,可感事物的如此大小的部分在被分离后消解于周围之物中,也是合情合理的;以致即使如此,它们也不会就自身存在,而是成为它们所消解于其中的那些事物的各部分。 不仅如此,即使它没有毁灭而是保留下来,即使如此它在现实中也不会是可感的,而是在那时依然在潜能中。因为处于整体中的所有部分,只要它们处于整体之中,就全都是在潜能上可感而非在现实中可感的;因为整体的各部分就是这样具有存在的。同样,那些由于微小而避过感觉的如此大小的部分,即使脱离了整体,也保持着潜能状态:尽管就其自身本性而言它们是可感的并具有该性质(因为处于整体中时它们原本也是可感的,视力能触及,即使并非就自身而言),但由于微小而避过了感觉。而导致这一情况的原因是:感觉的超出部分并非就自身可感,也就是说,可感事物的并非每一部分都就自身是可感的;因为他用“感觉的超出部分”大概是指代“按现实[而成立者]”。而可感事物的超出部分,大概是指扣除了这一部分之后剩余部分依然保持在现实中可感的那个部分。因此,如果这个从可感事物中扣除的部分,即使单独立出来并脱离了整体,并非全都就自身是可感的,而是〔有些〕在潜能中,那么即使在那时它也将在潜能上是可感的,而在现实中则不然。

语法注2 条
  1. 2.18εἰπὼν δὲ συνεχοῦς ὄντος τοῦ μέλους ἀκούει παντὸς ἡ ἀκοή, τὸ δὲ διάστημά φησι τοῦτο τὸ τῆς διέσεως, ὂν μόριον τοῦ μέλους καὶ μεταξὺ ὂν τῶν ἐσχάτων, τουτέστι τοῦ ὅλου διαστήματος τοῦ μέλους (τοῦτο γάρ ἐστι τὸ τοῦ μεταξὺ πρὸς τοὺς ἐσχάτους) λανθάνειν

    主要动词 φησι 支配一个带不定式的宾格结构(tò dè diástēma ... lanthánein)。作为主语的宾格短语 τὸ δὲ διάστημα τοῦτο τὸ τῆς διέσεως 被插入的分词分句(ὂν μόριον...)和附加解释(τουτέστι...)与不定式 λανθάνειν 隔开得很远。

  2. 2.18ὑπεροχὴν γὰρ αἰσθήσεως εἴη ἂν λέγων ἀντὶ τοῦ κατ’ ἐνέργειαν

    这是由潜在希求法 εἴη ἄν 与现在分词 λέγων 构成的迂说法(“他大概是在说……/他的意思可能是……”),委婉地提出了注疏者对亚里士多德用语的个人解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:116.21-118.21