← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§114.20-116.21

连续体的分割方式与性质的附带无限分割

注解亚里士多德《论感觉》445b27,阐明连续体在均等分割下是有限的而在不等分割下可无限分割,而性质就自身而言切分为有限的形式,只是在附带意义上随同物体在潜能中被无限分割。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.18#1

" Τὸ μὲν οὖν συνεχὲς εἰς ἄπειρα τέμνεται ἄνισα, εἰς δὲ ἴσα πεπερασμένα, τὸ δὲ μὴ καθ’ αὑτὸ συνεχὲς εἰς πεπερασμένα εἴδη." Διὰ τῶν νῦν εἰρημένων εἶπεν ἅμα τε λυθήσεσθαι τὴν ἀπορίαν καὶ δειχθήσεσθαι ὅτι τὰ εἴδη τῶν αἰσθητῶν πεπέρανται. λύσει μὲν γὰρ τὴν ἀπορίαν δείξας, πῶς τῇ ἐπ’ ἄπειρον διαιρέσει τῶν συνεχῶν συνδιαιρεῖσθαι δύναται τὰ πάθη, καὶ πῶς τῶν αἰσθητῶν τὰ μέρη πάντα αἰσθητά τε καὶ οὐκ αἰσθητά. τὰ δὲ εἴδη τῶν αἰσθητῶν οὐκ ἔσται ἄπειρα, εἰ καὶ συνδιαιροῖτο ἐπ’ ἄπειρον, διὰ τὰ προειρημένα· ἐν οἷς γάρ ἐστιν ἐναντία, τούτων ἀνάγκη καὶ τὰ μεταξὺ εἴδη τῶν ἐναντίων ὡρίσθαι. οὐδὲ γὰρ καθ’ αὑτὰ διαιρεῖται οὕτως, ἀλλὰ κατὰ συμβεβηκός, συνδιαιρούμενα τούτοις ὧν ἐστι τὰ πάθη. ἄτοπον γὰρ ἦν τὸ εἴδη τινὰ τῶν αἰσθητῶν μὴ λέγειν αἰσθητὰ εἶναι, ὃ συνέβαινεν ἐν τῇ ἐπ’ ἄπειρον τῶν σωμάτων διαιρέσει, τῷ γὰρ καὶ τὰ αἰσθητὰ συνδιαιρούμενα αὐτοῖς εἰς εἴδη διαφέροντα διαιρεῖσθαι. δείκνυσιν οὖν, τίνι διαφέρει ἡ τῶν συνεχῶν διαίρεσις τῆς τῶν μὴ συνεχῶν διαιρέσεως, ὁποῖά ἐστι καὶ τὰ πάθη τὰ ἐν τοῖς σώμασι. τὰ μὲν δὴ συνεχῆ τέμνεσθαί φησιν, εἰ μὲν εἰς ἴσα τέμνοιτο, εἰς πεπερασμένα, τὴν δὲ ἐπ’ ἄπειρον αὐτῶν γίνεσθαι διαίρεσιν κατὰ τὴν εἰς ἄνισα τομήν, ὡς ἔδειξε καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει, καὶ εἶναι ἀμφοτέρας τὰς διαιρέσεις καθ’ αὑτὰ τῶν συνεχῶν τὰς εἰρημένας, τῶν δὲ μὴ συνεχῶν, ὁποῖά ἐστι τὰ αἰσθητὰ καὶ ὅλως τὰ πάθη, τὴν καθ’ αὑτὰ διαίρεσιν εἰς πεπερασμένα εἴδη γίνεσθαι· εἰς γὰρ εἴδη, ἀλλ’ οὐκ εἰς μεγέθη, ἡ τῶν μὴ συνεχῶν διαίρεσις· τὰ δὲ εἴδη τούτων πεπέρανται, ὅτι καὶ ἐναντίωσίς ἐστιν ἐν αὐτοῖς. Ὅτι μὲν οὖν πᾶν συνεχές, εἰ εἰς ἴσα διαιροῖτο, εἰς πεπερασμένα διαιρεθήσεται, δῆλον. πᾶν μὲν γὰρ συνεχὲς πεπερασμένον (δέδεικται γὰρ ὅτι μηδὲν ἐστιν ἐνεργείᾳ ἄπειρον)· τὸ δὲ πεπερασμένον πᾶν καταμετρεῖται ὑπὸ παντὸς μορίου αὐτοῦ. καὶ γὰρ εἰ τὸ τελευταῖον καταμετροῦν αὐτὸ μὴ συναπαρτίζοιτο αὐτῷ, ἀλλ’ ὑπερβάλλοι αὐτό, οὐδὲν ἧττον κατεμέτρησεν αὐτό· εἰ δὲ κατεμέτρησε, δῆλον ὅτι πεπερασμένα ἂν εἴη ἐν αὐτῷ τὰ τηλικαῦτα, ἡλίκον ἐστὶ τὸ καταμετροῦν αὐτό. εἰς μὲν οὖν ἴσα πεπερασμένα πᾶν συνεχὲς τέμνεται διὰ τοῦτο· ἡ δὲ εἰς ἄπειρον διαίρεσις τῶν συνεχῶν γίνεται κατὰ τὰς ἀνίσους διαιρέσεις ἀεί. εἰ 〈γὰρ〉 τοῦ ἀφαιρουμένου τοσοῦτον ἀφαιροῖτο ὁπόσον ἦν αὐτὸ ἀφ’ οὗ ἀφῃρέθη,1 εἴγε, καθ’ ὃν λόγον ἔφθασεν διῃρῆσθαι τὸ ὅλον, κατὰ τοῦτον καὶ τὸ μόριον αὐτοῦ διῄρηται καὶ τὸ τούτου πάλιν μόριον ὁμοίως, ἐπ’ ἄπειρον ἡ διαίρεσις ἔσται. τοῦ μὲν οὖν συνεχοῦς ἡ διαίρεσις τοιαύτη· τοῦ δὲ μὴ καθ’ αὑτὸ συνεχοῦς, ὁποῖαί εἰσιν αἱ αἰσθηταὶ ποιότητες, αἱ διαιρέσεις εἰς πεπερασμένα εἴδη γίνονται, εἰ διαιροῖντο καθ’ αὑτάς, ὡς δέδεικται. Ἦν δὲ τὸ ἀπορούμενον, εἰ, ὥσπερ τὰ σώματα ἐπ’ ἄπειρον διαιρεῖται, οὕτω καὶ τὰ πάθη αὐτῶν. τοῦτο δὲ δεικνὺς λέγει ὅτι καθ’ αὑτὰ μὲν ἡ τῶν παθῶν διαίρεσις εἰς πεπερασμένα γίνεται εἴδη. τὰ γὰρ πάθη τῶν σωμάτων ταῦτα τὰ αἰσθητὰ εἴδη ἐστί, καὶ οὐ μεγέθη οὐδὲ συνεχῆ καθ’ αὑτά· διὸ καὶ ἡ διαίρεσις αὐτῶν εἰς πεπερασμένα γίνεται. τῷ δὲ πάθη εἶναι τῶν συνεχῶν καὶ ἐν τοῖς συνεχέσιν ὑπάρχειν καὶ ἐν τούτοις τὸ εἶναι ἔχειν, κατὰ συμβεβηκὸς ἂν ἐκείνοις συνδιαιροῖτο, καὶ δῆλον ὅτι, ὡς ἂν ἐκεῖνα διαιροῖτο, καὶ ταῦτα αὐτοῖς συνδιαιρεθήσεται. ἐπεὶ τοίνυν δυνάμει ἐπ’ ἄπειρον διαιρετὸν τὸ συνεχές ἐστι, εἴη ἂν καὶ τὰ πάθη κατὰ συμβεβηκὸς ὁμοίως ἐκείνῳ διαιρετὰ ἐπ’ ἄπειρον δυνάμει. δεῖ οὖν, φησίν, ἐν τοῖς αἰσθητοῖς τοῖς ἐν συνεχείᾳ οὖσι λαμβάνειν ὅτι τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ ἕτερον (ἄλλο γὰρ τὸ ἐνεργείᾳ αἰσθητῷ εἶναι καὶ ἄλλο τὸ δυνάμει), καὶ ὡς τὰ μέρη τοῦ συνεχοῦς ἐν τῷ ὅλῳ2 δυνάμει, καὶ τὰ τῶν μορίων πάθη ἅ ἐστιν αἰσθητὰ δυνάμει ἐστὶν αἰσθητά, ὄντων τῶν μορίων ἐν τῷ ὅλῳ.

“因此,连续体被切分为无限的不等部分,而被切分为有限的相等部分;而就自身而言非连续之物则被切分为有限的形式。” 他说,通过刚才所说的事情,难问将同时得到化解,并且可感事物的形式是有限的这一点将得到证明。因为他将通过指明诸性质如何能够随着连续体的无限分割而一同被分割,以及可感事物的各部分如何全都是既可感又不可感的,来化解这一难问。但可感事物的形式即使无限地一同被分割,由于前述的原因也不会成为无限的;因为在存在对立物的事物中,各对立物之间的中间形式必然也是受到限定的。因为它们并不是这样就自身被分割,而是附带地被分割,即随着那些它们作为其性质的事物一同被分割。因为断言可感事物的某些形式不是可感的乃是荒谬的,而在物体的无限分割中之所以产生这种结果,是因为可感事物随着物体一同被分割而被切分成了不同的形式。因此,他指明了连续体的分割与非连续之物的分割有何不同,物体中的性质正是这种非连续之物。他说,连续体如果被切分成相等的部分,则是被切分成有限的部分;而它们的无限分割则是按照切分成不等的部分而发生的,正如他也在《自然哲学讲演录》中所证明的那样;并且所说的连续体的这两种分割都是就自身而言的。至于非连续之物,如可感事物和一般的性质,它们就自身而言的分割则是切分成有限的形式;因为非连续之物的分割是切分成形式,而非切分成大小;而这些事物的形式是有限的,因为在它们之中也存在着对立关系。显然,一切连续体如果被分割为相等的部分,都将被分割为有限的部分。因为一切连续体都是有限的(因为已经证明没有任何东西在现实中是无限的);而一切有限物都被其自身的任何一部分所量尽。因为即使最后量尽它的那部分不能正好吻合它,而是超过了它,它也仍然量尽了它;而如果它量尽了它,显然在其中就存在着有限多个与量尽它的那部分相同大小的部分。因此,一切连续体为了这个缘故被切分成有限的相等部分;但连续体的无限分割则始终是按照不等的分割而发生的。因为如果从所扣除的部分中扣除的比例,与该部分在被扣除前相对于原物的比例相同——如果在整个整体已被分割所依凭的相同比例下,它的部分也被分割,而该部分的部分同样按此分割——那么分割就将是无限的。因此,连续体的分割就是这样一种情况;而就自身而言非连续之物,如可感的性质,如果就自身而言被分割,正如已被证明的那样,它们的分割是切分成有限的形式。此前所困惑的难问在于:是否正像物体被无限分割一样,它们的性质也是如此。他在证明这一点时说,就自身而言,性质的分割是切分成有限的形式。因为物体的性质正是这些可感的形式,而就自身而言既非大小亦非连续体;因此它们的分割也是切分成有限之物。但由于它们是连续体的性质,存在于连续体之中并在连续体中具有存在,它们便附带地与那些连续体一同被分割,而且显然,无论那些连续体如何被分割,这些性质也将与它们一同被分割。那么,既然连续体在潜能上是可被无限分割的,性质也同样将在潜能上附带地可被无限分割。因此他说,在处于连续之中的可感事物中,必须领会到潜能之物与现实之物是不同的(因为在现实中作为可感物与在潜能中是不同的),正如连续体的各部分在整体中处于潜能一样,只要各部分处于整体之中,作为可感物的各部分的性质也就在潜能中是可感的。

语法注2 条
  1. 2.18εἰ 〈γὰρ〉 τοῦ ἀφαιρουμένου τοσοῦτον ἀφαιροῖτο ὁπόσον ἦν αὐτὸ ἀφ’ οὗ ἀφῃρέθη

    此处使用了相关代词 τοσοῦτον... ὁπόσον...(“与……一样多”)构成的比例结构。τοῦ ἀφαιρουμένου 为部分属格,随后的 εἴγε 从句(καθ’ ὃν λόγον... κατὰ τοῦτον...)进一步解释了这是一种等比扣除的几何操作,即每一次从剩余部分中所扣除的量都与此前分割整体时所取的比例相同。

  2. 2.18καὶ ὡς τὰ μέρη τοῦ συνεχοῦς ἐν τῷ ὅλῳ δυνάμει, καὶ τὰ τῶν μορίων πάθη ἅ ἐστιν αἰσθητὰ δυνάμει ἐστὶν αἰσθητά, ὄντων τῶν μορίων ἐν τῷ ὅλῳ.

    由比况连词 ὡς(“正如”)引导的从句与主句中的相关词 καὶ(“同样也”)构成的对照骨架。在 ὡς 从句中省略了系动词 ἐστί(即 ὡς τὰ μέρη... [ἐστι])。句末的 ὄντων τῶν μορίων ἐν τῷ ὅλῳ 是属格绝对结构(genitive absolute),表示这些部分尚未在现实中被分离、仍内在包含于整体之中的条件前提。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:114.20-116.21