- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:113.7-114.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德的原著(445b20)进行疏解,论述化解有关物体与性质可分性的诸难问与证明可感物形式之有限性密切相关,并通过对立物与极值的有限性推导中介物的有限性,进而指出形式无限会导致荒谬结果。
" Περὶ δὲ τῆς λύσεως αὐτῶν ἅμα δῆλον ἔσται [τε] καὶ διὰ τί πεπέρανται τὰ εἴδη." Περὶ τῆς λύσεως τῶν ἠπορημένων, ἃ ἦν, εἰ τὰ πάθη συνδιαιρεῖται τοῖς σώμασιν ἐπ’ ἄπειρον διαιρουμένοις, ἄτοπον ἔσεσθαι τὸ πᾶν σῶμα καὶ μέγεθος αἰσθητὸν γίνεσθαι, καὶ μὴ συνδιαιρουμένων τὸ ἐξ ἀπείρων καὶ ἀπαθῶν συγκεῖσθαι τὰ σώματα, ἅμα, φησί, λύσομέν τε τὰ ἠπορημένα1 καὶ διὰ τῆς λύσεως τούτων δῆλον ποιήσομεν καὶ τὸ διότι πεπέρανται τὰ εἴδη τῶν καθ’ ἑκάστην αἴσθησιν αἰσθητῶν, οἷον χρωμάτων, χυμῶν, ψόφων φθόγγων, ὀσμῶν καὶ τῶν ἁπτῶν ἁπάντων. τοῦτο γὰρ πρότερον μὲν προέλαβε καὶ αὐτὸ ὡς ὀφεῖλον ζητηθῆναι, νῦν δὲ συνάπτει τῶν ἠπορημένων τὴν λύσιν καὶ τὴν τούτου δεῖξιν ὡς οἰκείαν. εἰ γὰρ ἐπ’ ἄπειρον ἡ τομὴ τῶν παθῶν, πότερον καθ’ αὑτὰ οὕτως ὡς τὰ εἴδη αὐτῶν ἄπειρά τέ ἐστι καὶ καθ’ αὑτὰ διαιρετὰ τὰ πάθη ἐπ’ ἄπειρον, ἢ οὐ καθ’ αὑτὰ οὐδὲ τῷ εἴδει ἡ ἐπ’ ἄπειρον αὐτῶν τομὴ καὶ ὅλως ἡ εἰς μεγέθη, ἀλλὰ κατὰ συμβεβηκός,2 τῷ γὰρ ἐν οἷς ἐστι διαιρουμένοις συνδιαιρεῖσθαι καὶ αὐτά; καὶ πρῶτον μὲν δι’ ἣν αἰτίαν ἀνάγκη ὡρίσθαι τὰ εἴδη τῶν αἰσθητῶν λέγει· ἔπειτα τοῦτο συνάψει τῇ τῆς προκειμένης ἀπορίας λύσει καὶ δείξει πῶς χρήσιμον τὸ ἕτερον εἰς τὸ ἕτερον. ἡ δὲ δεῖξις αὕτη· ὧν ἐστιν ἔσχατά τινα, τουτέστιν ἐν οἷς τὰ πέρατα ὥρισται, ἀνάγκη τούτοις καὶ τὰ μεταξὺ τῶν τε ἐσχάτων καὶ τῶν περάτων ὡρίσθαι.3 ἔσχατα δὲ ἐν παντὶ γένει τἀναντία· καὶ ὥρισται τὰ ἐναντία, εἴγε τὰ πλεῖστον διεστῶτα ἀλλήλων ἐναντία, τὸ δὲ πλεῖστον ὡρισμένον τι· ὥστε ἐν οἷς ἐναντία, ἐν τούτοις τὰ ἔσχατα ὥρισται. ἐν δὲ τοῖς αἰσθητοῖς πᾶσιν ἐναντίωσίς ἐστι, καὶ τοῦτο δείκνυσι καθ’ ἕκαστον αἰσθητὸν προχειριζόμενος. τὰ ἄρα αἰσθητὰ ἅπαντα κατὰ τὸ εἶδος πεπέρανται. εἰ γὰρ ὧν τὰ ἔσχατα πεπέρανται, τούτων καὶ τὰ μεταξὺ πεπέρανται, ἐν οἷς δέ ἐστιν ἐναντία, τούτων τὰ ἔσχατα πεπέρανται, ἐν οἷς ἄρα ἐστὶν ἐναντίωσις, ταῦτα πεπέρανται· ἐν δὲ τοῖς αἰσθητοῖς πᾶσίν ἐστιν ἐναντίωσις· τὰ αἰσθητὰ ἄρα πάντα πεπέρανται. τὸ δὲ ‘ὧν τὰ ἔσχατα πάντα πεπέρανται, τούτων ἀνάγκη καὶ τὰ μεταξὺ πεπεράνθαι’ νῦν μὲν ὡς γνώριμον λαμβάνει, ἔδειξε δὲ αὐτὸ ἐν τῷ πρώτῳ τῶν ὑστέρων Ἀναλυτικῶν. εἰ γὰρ μὴ εἴη γε αὐτὰ πεπερασμένα, ἀλλὰ ἐπ’ ἄπειρον, οὐδ’ ἂν τὰ ἔσχατα εἴη πεπερασμένα, μηδέποτε δυναμένων ἡμῶν ἐπὶ τὸ πέρας ἐλθεῖν τῷ τὰ μεταξὺ ἄπειρα εἶναι.4 ἔνεστι δὲ καὶ οὕτως ἐπιχειρήσαντας δεῖξαι ὅτι μὴ εἰς ἄπειρα εἴδη τέμνεται τὰ αἰσθητά· εἰ γὰρ ἀπείρων τῶν εἰδῶν ὄντων πᾶν εἶδος κατὰ ἀπείρων ἀτόμων κατηγορεῖται, ἀπειράκις ἄπειρα ἔσται τινά· εἰ δὲ κατὰ πεπερασμένων, πολλὰ ἄπειρα ἅμα ἔσται. τοῦτο δὲ ἀδύνατον· ἡ γὰρ παράθεσις τῶν ἑτέρων τοῖς ἑτέροις περαίνοι ἂν αὐτά, καὶ ἔτι γίνοιτ’ ἂν ἄπειρον ἀπείρου πλέον καὶ ἔλαττον.
“关于它们的化解,为什么诸形式是有限的这一点同时也将变得明了。” 关于对所提出之诸难问的化解——这些难问就是:如果诸性质随着物体被无限分割而一同被分割,其荒谬结果将是凡物体和大小都成为可感的,而如果它们不同时被分割,物体就将由无限多的无性质部分所构成——他说,我们在化解所提出之诸难问的同时,也将通过对它们的化解使属于各种感觉的可感事物之形式(例如颜色、滋味、响声、声音、气味以及一切可触物)为什么是有限的这一点变得明了。因为他此前已把这也作为理应探究的问题预先提出,而现在他把对所提出之诸难问的化解与对这点的证明作为内在相关的事务联系起来。因为如果性质的切分是无限的,究竟是由于其形式是无限的且性质就自身而言可被无限分割因而是就自身如此,还是说它们切分至无限——以及总的来说切分入大小——既非就自身也非按形式,而是附带的,乃是因为当它们所存在于其中的事物被分割时它们自身也一同被分割呢?首先,他陈述了可感事物的形式必然受到限定的原因;然后他将把这一点与眼前难问的化解联系起来,并表明一者对于另一者如何是有用的。其证明如下:凡具有某些极值的事物,也就是说其界限被限定的事物,在它们那里位于各极值与界限之间的中介物也必然受到限定。而在每个属中,对立物都是极值;对立物是受到限定的,如果彼此相距最远的事物就是对立物,而最远者是某种受限定之物;因此,在有对立物存在的地方,极值在其中便受到限定。而在一切可感事物中都存在对立关系,他通过逐一处理各种可感物证明了这一点。所以,一切可感事物在形式上都是有限的。因为如果极值有限的事物其中介物也有限,而存在对立物的事物其极值有限,那么存在对立关系的事物便是有限的;但在一切可感事物中都存在对立关系;因此一切可感事物都是有限的。至于“凡其极值全都是有限的事物,其中介物必然也是有限的”这一命题,他现在是作为自明之事采纳的,但他已经在《后分析篇》第一卷中证明了它。因为如果它们不是有限的而是无限的,那么极值也不会是有限的,由于中介物是无限的,我们将永远无法达到界限。采取如下论证来证明可感事物不会被切分为无限多的形式也是可能的:因为如果在形式为无限的情况下,每个形式都述说着无限多的不可分割的个体,那么就将存在某些无限倍于无限的事物;而如果述说着有限的个体,同时就将存在许多个无限。但这绝不可能;因为一些事物与另一些事物的并列放置将界定它们,而且一个无限将变得大于或小于另一个无限。
- 2.17Περὶ τῆς λύσεως τῶν ἠπορημένων, ἃ ἦν ... ἅμα, φησί, λύσομέν τε τὰ ἠπορημένα
开头的介词短语 Περὶ τῆς λύσεως τῶν ἠπορημένων 虽被关系从句 ἃ ἦν ... 延展修饰,但实质上预先引出了主句的主题。主句随后以 ἅμα, φησί, λύσομέν τε τὰ ἠπορημένα καὶ ... 再次呼应,因此该介词短语起到悬置的主题提示作用(即“关于诸难问的化解……他说我们在化解难问的同时……”)。
- 2.17πότερον καθ’ αὑτὰ οὕτως ὡς τὰ εἴδη αὐτῶν ἄπειρά τέ ἐστι καὶ καθ’ αὑτὰ διαιρετὰ τὰ πάθη ἐπ’ ἄπειρον, ἢ οὐ καθ’ αὑτὰ οὐδὲ τῷ εἴδει ἡ ἐπ’ ἄπειρον αὐτῶν τομὴ καὶ ὅλως ἡ εἰς μεγέθη, ἀλλὰ κατὰ συμβεβηκός
由 πότερον ... ἢ ...(是……还是……)引导的正反间接疑问句。前肢提出诸性质的切分是否就其自身而言是无限的(其形式是否无限且自身可无限分割),后肢形成对比,询问其切分(以及切分入大小)是否并非就自身或按形式,而是依偶性(伴随其所在的物体之分割而分割)。后肢的主语为 ἡ ἐπ’ ἄπειρον αὐτῶν τομὴ καὶ ὅλως ἡ εἰς μεγέθη。
- 2.17ὧν ἐστιν ἔσχατά τινα, τουτέστιν ἐν οἷς τὰ πέρατα ὥρισται, ἀνάγκη τούτοις καὶ τὰ μεταξὺ τῶν τε ἐσχάτων καὶ τῶν περάτων ὡρίσθαι
关系代词 ὧν 与先行词 τούτοις(与格)相呼应,作领属属格或关系属格,紧接着由 τουτέστιν ἐν οἷς(即在其中)进行了解释。主句为无人称构文:ἀνάγκη [ἐστὶ] τούτοις ... ὡρίσθαι(“对于这些事物而言……受到限定是必然的”)。
- 2.17μηδέποτε δυναμένων ἡμῶν ἐπὶ τὸ πέρας ἐλθεῖν τῷ τὰ μεταξὺ ἄπειρα εἶναι
μηδέποτε δυναμένων ἡμῶν ἐπὶ τὸ πέρας ἐλθεῖν 为表示原因的属格独立构文(“因为我们绝不可能达到界限”)。其后修饰它的是由冠词加不定式构成的表原因/手段的与格句 τῷ τὰ μεταξὺ ἄπειρα εἶναι(“由于中介物是无限的”)。
