← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§111.20-113.6

无性质部分的不可认识性与原子论的难关

注疏亚里士多德445b15–445b17,论述了若假定物体分割为无性质部分,则无论是理智还是感觉都无法认识它们这一难问,并指明该观点必然倒向原子论者关于不可分割大小的荒谬结论(这已在《物理学》中被驳斥)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15

" Ἔτι τίνι κρινοῦμεν ταῦτα ἢ γνωσόμεθα; ἢ τῷ νῷ; ἀλλ’ οὐ νοητά." Ταῦτά φησι τὰ ἀπαθῆ τε καὶ ἀναίσθητα σώματα. εἰ δ’ εἴη τινὰ τοιαῦτα εἰς ἃ διαιρεῖται τὰ αἰσθητὰ σώματα, τίνι κρινοῦμέν τε καὶ γνωσόμεθα; πάντα μὲν γὰρ ἃ γινώσκομεν, ἢ νοητὰ ὄντα ἢ αἰσθητά, γινώσκομεν ἢ διὰ τοῦ νοεῖν αὐτὰ ἢ διὰ τοῦ αἰσθάνεσθαι αὐτῶν· δύο γὰρ ταῦτα κριτήρια ἡ φύσις ἡμῖν δέδωκεν ἐπὶ τὴν τῶν ὄντων γνῶσιν τῷ καὶ τὰ ὄντα ταύταις ταῖς διαφοραῖς διαιρεῖσθαι. ἀλλὰ μὴν τὰ μέρη τῶν σωμάτων ταῦτα τὰ ἀναίσθητά τε καὶ ἀπαθῆ οὐδετέρῳ τούτων ὑποπεσεῖται. οὔτε γὰρ τῷ νῷ· οὐ γὰρ νοητὰ καθ’ αὑτά. οὐδὲν γὰρ ὁ νοῦς τῶν ὑποκειμένων καθ’ αὑτὸ ἐκτὸς ὄντων χωρὶς αἰσθήσεως νοεῖ·1 ἔστι γάρ τιν’ ἃ ἐκτὸς ὄντα καθ’ αὑτὰ [καὶ ἐκτὸς ὄντων χωρὶς αἰσθήσεως νοῖ] ὑφεστηκέναι οὐ πέφυκεν, ἄτομοι οὐσίαι ὄντα (τὰ γὰρ εἴδη τὰ τούτων καὶ τὰ κοινὰ οὐκ ἐκτὸς ὑφέστηκεν οὐδὲ καθ’ αὑτά· ἐν γὰρ τῷ νοεῖσθαι τὸ εἶναι τοῖς κοινοῖς, ὥστε καὶ ὑπόστασις αὐτῶν ὡς τοιούτων ἐν τῷ νῷ καὶ οὐκ ἐκτός). εἰ δὲ μηδὲν τῶν οὕτως ὄντων χωρὶς αἰσθήσεως ὁ νοῦς νοεῖ, ταῦτα δὲ οὐκ αἰσθητά, οὔτ’ ἂν ὁ νοῦς αὐτὰ οὔτε ἡ αἴσθησις κρίνοι. νοεῖ δὲ ὁ νοῦς τὰ αἰσθητὰ μετ’ αἰσθήσεως, τῷ δύνασθαι αἰσθήσεως αὐτῶν γενομένης τὸν νοῦν αὐτῶν θεωρεῖν2 τήν τε πρὸς ἄλληλα διαφορὰν καὶ τὸ τί ἦν εἶναι ἑκάστου αὐτῶν καὶ πῶς ἔχει τὰ τοιαῦτα πρὸς τὸ καθόλου, καὶ τῷ διαλαμβάνειν ἁπάντων τῷ λόγῳ τό τε συμβεβηκὸς αὐτοῖς καὶ τὸ εἶδος τὸ ὑποκείμενον.

“此外,我们将凭借什么来判定或认识这些?凭借理智吗?但它们并不是可知解的。” 他说“这些”,指的是无性质且不可感的物体。如果可感物体所被分割成的正是某些这样的物体,我们将凭借什么来判定和认识[它们]呢?因为我们所认识的一切事物,由于要么是可知解的,要么是可感的,我们便要么通过思辨它们,要么通过感知它们来加以认识;因为自然为我们认识存在者赋予了这两种判定标准,这是由于存在者本身也按照这些差异而划分。然而,物体的这些不可感且无性质的部分,将不属于这两者中的任何一种。因为它们不属于理智;因为它们就自身而言并非可知解的。因为对于就自身而言存在于外部的基础事物,理智绝不可能在没有感觉的情况下思辨其中的任何一个;因为有些事物虽然存在于外部,但按其本性并不自立存在,它们是不可分割的实体(因为这些事物的形式和普遍者既不在外部自立存在,也不就自身存在;因为普遍者的存在就在于被思辨,以至于它们作为此类事物的自立存在是在理智之中,而非在外部)。但如果理智在没有感觉的情况下不能思辨任何以此种方式存在的事物,而这些[物体的部分]又是非可感的,那么无论是理智还是感觉都无法判定它们。但理智伴随着感觉来思辨可感事物,乃是由于当对它们的感觉产生时,理智能够观照它们彼此之间的差异、它们每一者的本质,以及此类事物如何与普遍者相关联,并且能够通过理性在一切事物中区分其偶性与底层的形式。

§2.16

"Ἀλλ’ εἰ ταῦτα οὕτως ἔχει, ἔοικε μαρτυρεῖν τοῖς τὰ ἄτομα ποιοῦσι." Καὶ τοῦτο ἄτοπον προσφέρει τῇ δόξῃ τῇ εἰς ἀπαθῆ διαιρούσῃ τὰ αἰσθητὰ σώματα, τὸ ἔσεσθαι σύμφωνον τὸ λεγόμενον τοῖς τὰ ἄτομα μεγέθη ὑποτιθεμένοις.3 ᾧ γὰρ ἐκεῖνοι χρῶνται λόγῳ, ἀνάγκη καὶ τοὺς ταῦτα λέγοντας χρῆσθαι καὶ λύειν τὰ ἀπορούμενα πρὸς αὐτούς. λέγουσι δὲ οἱ τὰς ἀτόμους ὑποτιθέμενοι ἀπαθῆ τὰ ἄτομα σώματα ὄντα ἐν τῇ ποιᾷ πρὸς ἄλληλα συνθέσει τε καὶ σχέσει τὰ πάθη καὶ τὰς τοιαύτας ποιότητας ἀπογεννᾶν. τὸ αὐτὸ δὴ ἐξαναγκασθήσονται καὶ οὗτοι λέγειν· καὶ γὰρ τούτοις ἐν τῇ ποιᾷ συνθέσει τῶν ἀπαθῶν μερῶν τὰ πάθη τὰ ἐν τοῖς σώμασιν ὄντα γεννηθήσεται. Ἃ εἰπὼν ἐπιφέρει ἀλλ’ ἀδύνατα † ὧν ἐστι τὰ ἄλλα δυνατὰ τὰ ὑπ’ ἐκείνων λεγόμενα. ὃ καὶ αὐτοὶ εἴποιεν ἂν λύειν τὰ ἀπορούμενα θέλοντες· ἀδύνατα γὰρ ἐροῦσι καὶ αὐτοὶ ταῦτά γε ἐκείνοις λέγοντες. φησὶ δὲ εἰρῆσθαι περὶ τῶν τὰ ἄτομα ὑποτιθεμένων σώματα ὅτι ἀδύνατα λέγουσιν ἐν τοῖς Περὶ κινήσεως λόγοις, Περὶ κινήσεως λέγων τὰ τελευταῖα τῆς Φυσικῆς ἀκροάσεως, ἐν οἷς ὅτι μὴ οἷόν τε ἄτομον εἶναί τι μέγεθος δέδειχε.

“但如果这些事情如此,它似乎为那些主张原子的人作证。” 他也向将可感物体分割为无性质部分的主张指出了这一荒谬之处:即所说的内容将与那些设定不可分割之大小的人相一致。因为那些人所使用的论据,主张这些观点的人也必然要使用,并必须化解针对他们所提出的难问。而设定原子的人声称,不可分割的物体作为无性质之物,是在彼此特定的结合与关联中产生诸性质和此类属性的。这些人确实也将被迫主张同样的事情;因为在他们看来,存在于物体之中的诸性质同样是在无性质部分的特定结合中被生成的。说了这些之后,他接着补充道:“但这是不可能的……[在其中]由他们所说的其他事情是可能的。”这也是他们自己若想化解这些难问也会说出的话;因为他们自己在向那些人说出这些话时,也会声称这是不可能的。而且他说,关于设定不可分割之物体的人,他们所说的话是不可能的,这一点在《论运动》的论述中已经谈过;他把《物理学》的最后几卷称为《论运动》,在其中他已经证明了没有任何大小可能是不可分割的。

语法注3 条
  1. 2.15οὐδὲν γὰρ ὁ νοῦς τῶν ὑποκειμένων καθ’ αὑτὸ ἐκτὸς ὄντων χωρὶς αἰσθήσεως νοεῖ

    属格短语 τῶν ὑποκειμένων καθ’ αὑτὸ ἐκτὸς ὄντων 是作否定代词 οὐδέν 的部分属格。它表达了认识论上的前提:对于独立存在于外部的具体基础事物,理智若无先行的感觉便无法思辨其中的任何一个。

  2. 2.15τῷ δύνασθαι αἰσθήσεως αὐτῶν γενομένης τὸν νοῦν αὐτῶν θεωρεῖν

    无介词的与格冠词不定式 τῷ δύνασθαι ... καὶ τῷ διαλαμβάνειν 用作原因或方式与格,解释了理智如何“伴随着感觉”思辨可感事物。不定式 δύνασθαι 所支配的 θεωρεῖν 的主语宾格是 τὸν νοῦν,而插入的 αἰσθήσεως αὐτῶν γενομένης 则是独立属格结构。

  3. 2.16τὸ ἔσεσθαι σύμφωνον τὸ λεγόμενον τοῖς τὰ ἄτομα μεγέθη ὑποτιθεμένοις

    带冠词的不定式从句 τὸ ἔσεσθαι ... 与前文中的 τοῦτο ἄτοπον(这一荒谬)构成同位语,展开解释其具体内容。中性分词 τὸ λεγόμενον 作 ἔσεσθαι 的主语宾格,形容词 σύμφωνον 作表语,与格分词短语 τοῖς ... ὑποτιθεμένοις 充当 σύμφωνον 的补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:111.20-113.6