- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:109.17-111.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《论感觉及其对象》中提出的疑问——若物体可无限分割,则可感性质是否亦可无限分割——亚历山大梳理了该难题的两难论证结构:若承认无限分割,将得出没有任何微小量会逃避感觉的荒谬结论;若否认无限分割,则会导致自然物体由缺乏可感性质的数学实体构成的荒谬结局。
" Ἀπορήσειε δ’ ἄν τις, εἰ πᾶν σῶμα εἰς ἄπειρον διαιρεῖται, ἆρα καὶ τὰ παθήματα τὰ αἰσθητά;" Εἰπὼν περί τε τῶν αἰσθητηρίων καὶ περὶ τῶν ἑκάστῃ αἰσθήσει ὑποκειμένων αἰσθητῶν, τίνα ποτὲ ὄντα ἐστὶν αἰσθητά (περὶ γὰρ τοῦ ἁπτοῦ αἰσθητοῦ, ὅτι γὰρ † σύγκριμα τούτου ὄψει τοῦτο, ἐν τοῖς Περὶ ψυχῆς εἴρηται· διὸ νῦν τὸν περὶ αὐτοῦ παρείασε λόγον), ἀπορεῖ τινα ἀπορίαν ἠρτημένην τῶν αἰσθητῶν. ζητεῖ γὰρ εἰ, ὥσπερ τὰ σώματα ἐπ’ ἄπειρον τέμνεται, οὕτω καὶ τὰ ἐν αὐτοῖς πάθη 〈τὰ〉 αἰσθητά. ἔστι δὲ τὰ αἰσθητὰ πάθη τῶν σωμάτων χρώματα, χυμοί, ὀσμαί, ψόφοι, βάρη κουφότητες, θερμότητες ψυχρότητες, ὑγρότητες ξηρότητες, μαλακότητες σκληρότητες, καὶ ὅσαι ἄλλαι ἁπταὶ ἐναντιώσεις. πάντα γὰρ ταῦτα αἰσθητὰ ὄντα πάθη τῶν σωμάτων ἐστίν· ἐκείνοις γὰρ συμβέβηκεν. ἀπορεῖ δή, πότερον καὶ ταῦτα συνδιαιρεῖται τοῖς σώμασι καὶ ἐπ’ ἄπειρόν ἐστι διαιρετὰ ἢ ἵσταται ἡ τούτων τομὴ καὶ τέμνεται τὰ σώματα εἴς τινα, ἃ οὐκέτ’ ἔχει πάθη ταῦτα, ἃ αἰσθητά ἐστί τε καὶ λέγεται. ἀπορεῖ δὲ περὶ τούτου, διότι δοκεῖ ἑκατέρου ὑποτεθέντος ἄτοπόν τι ἕπεσθαι. εἰ μὲν γὰρ συνδιαιρεῖται τοῖς σώμασι τὰ πάθη, τῷ ἕκαστον τῶν παθῶν τούτων κινητικὸν εἶναι τῆς αἰσθήσεως (ἕκαστον δὲ αὐτῶν ἅμα τέ ἐστι τοῦτο ὅ ἐστιν, οἷον λευκὸν ἢ μέλαν ἢ θερμὸν ἢ ψυχρὸν ἢ γλυκὺ ἢ πικρὸν ἤ τι τῶν ἄλλων, καὶ αἰσθητόν· τὸ δὲ αἰσθητόν ἐστι τῷ δύνασθαι κινεῖν τὴν αἴσθησιν, τουτέστι τῷ δύνασθαι ἐνεργείᾳ αἴσθησιν αὐτοῦ γίνεσθαι. οὐ γὰρ πᾶν αἰσθητὸν ἐνεργείᾳ ἐστὶν αἰσθητόν, οὐδ’ εὐθὺ τῷ αἰσθητὸν εἶναι καὶ αἴσθησίς ἐστι κατ’ ἐνέργειαν αὐτοῦ· ἅμα μέντοι αἰσθητόν ἐστι καὶ δύναμιν ἔχει τοῦ κινεῖν αἴσθησιν· εἰ γὰρ μὴ τοῦτο, οὐδ’ αἰσθητόν), εἰ δὴ ἐπ’ ἄπειρον συνδιαιρεῖται τοῖς σώμασι τὰ πάθη, καὶ ἡ δύναμις, καθ’ ἣν κινητικὰ τῶν αἰσθήσεών ἐστιν, ἐπ’ ἄπειρον καὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις αὐτῶν διαιρεθήσεται·1 πάντα γὰρ ἔσται μέγεθος, τουτέστι σῶμα αἰσθητόν· ἀλλ’ εἰ πᾶν σῶμα αἰσθητόν, πᾶν μέγεθος ὁρατόν ἐστι καὶ αἰσθητόν. καὶ ὁτιοῦν μόριον τοῦ σώματος ὁρατόν· πᾶν δὲ τὸ ὁρώμενον μετὰ μεγέθους ὁρᾶται· πᾶν μέγεθος ἄρα ὁρατὸν ἔσται καὶ αἰσθητόν. οὐ γὰρ οἷόν τε λευκὸν μέν τι ὁρᾶν, οὐ ποσὸν δέ· ὥστε ἐν ὁπηλικῳοῦν μεγέθει χρῶμά ἐστι καὶ ὁρατόν, καὶ τὸ μέγεθος ἂν εἴη αὐτὸ ὁρατόν τε καὶ αἰσθητόν· οὕτω τε οὐδὲν ἂν εἴη σῶμα διὰ μικρότητα ἀναίσθητον. ἀλλὰ μὴν δοκεῖ ἔνια μεγέθη καὶ μόρια τοῦ σώματος ἐκφεύγειν τὴν αἴσθησιν. εἰ δὲ τοῦτο, οὐδ’ ἂν πᾶν μόριον τοῦ σώματος ἐν αἰσθητῷ πάθει εἴη· εἵπετο γὰρ τῷ ἔχειν πάθος αὐτὸ τὸ καὶ αἰσθητὸν αὐτοῦ τὸ μέγεθος εἶναι.2 Ἀγαγὼν δὲ τὴν πρώτην ὑπόθεσιν τὴν εἰ συνδιαιρεῖται τὰ πάθη τοῖς σώμασιν ἐπ’ ἄπειρον ἐπὶ τὸ ἄτοπον τοῦτο τὸ παντὸς μορίου σώματος ἐπ’ ἄπειρον τεμνομένου πᾶν μέγεθος αἰσθητόν τε καὶ ὁρατὸν ἔσεσθαι, μέτεισιν ἐπὶ τὴν ἀντικειμένην ταύτῃ ὑπόθεσιν, τὴν λαμβάνουσαν μὴ συνδιαιρεῖσθαι τὰ πάθη τοῖς σώμασιν ἐπ’ ἄπειρον, καί φησιν· εἰ γὰρ μὴ οὕτως, ἐνδέχοιτ’ ἄν τι σῶμα μηδὲν ἔχον χρῶμα μηδὲ βάρος μηδ’ ἄλλο τι τοιοῦτον πάθος. ἔστι γὰρ ὃ λέγει· εἰ γὰρ μὴ συνδιαιροῖτο τὰ πάθη ἐπ’ ἄπειρον καὶ αὐτὰ τοῖς σώμασιν, εἴη ἄν τινα μόρια τοῦ σώματος τοῦ τεμνομένου σώματα καὶ αὐτὰ ὄντα μηδὲν ἔχοντα μήτε χρῶμα μήτε βάρος μήτε ἄλλο τι πάθος αἰσθητόν· ἀλλ’ εἰ τοῦτο, ἔσται καὶ τὸ ἄλλο ὅλον μέγεθος συγκείμενον ἐξ οὐκ αἰσθητῶν οὐδ’ ἐχόντων πάθος. Ταῦτ’ εἰπὼν ἐπιφέρει· ἀλλ’ ἀναγκαῖον· οὐ γὰρ δὴ ἔκ γε τῶν μαθηματικῶν. τὸ γὰρ φυσικὸν καὶ αἰσθητὸν σῶμα ἀναγκαῖον καὶ διαιρεῖσθαι εἰς μέρη φυσικά. πᾶν δὲ φυσικὸν σῶμα σὺν πάθεσι καὶ σύγκειται ἐκ τοιούτων. εἰ γὰρ μὴ ἐκ τοιούτων εἴη συγκείμενον καὶ εἰς τοιαῦτα διαιρούμενον, εἴη ἂν ἐκ μαθηματικῶν σωμάτων τὰ φυσικὰ συγκείμενα· ἀπαθῆ γὰρ τὰ μαθηματικά. ἀλλὰ μὴν ἀδύνατον ἐκ τοιούτων λέγειν συγκεῖσθαι σώματα φυσικά τε καὶ αἰσθητά, τῷ ταῦτα, λέγω δὲ τὰ μαθηματικὰ σώματα, μηδ’ ἐν ὑποστάσει εἶναι καθ’ αὑτά,3 ἀλλὰ τῇ ἐπινοίᾳ χωριζόμενα τῶν παθῶν λαμβάνεσθαι.
“然而人们也许会提出疑问:如果每一个物体都被无限分割,那么可感的感觉性质是否也是如此?” 在谈论了感觉器官以及奠基于每种感觉之下的可感对象(就它们作为可感物究竟是何物而言)之后(因为关于可触知的可感对象,[人们将会看到]在《论灵魂》中已经谈过;因此他现在略过了关于它的论述),他提出了一个与可感对象相关的疑问。因为他在探讨,是否正如物体被无限切分一样,它们之中的可感性质也是如此。而物体的可感性质就是颜色、滋味、气味、声音、重量与轻量、热与冷、湿与干、软与硬,以及所有其他触觉上的对立。因为所有这些作为可感之物,都是物体的性质;因为它们偶性地属于物体。因此他提出疑问:究竟这些性质也随着物体一同分割且可被无限分割,还是对它们的切分停了下来,以至于物体被切分成了某些不再具有这些既是也被称为可感的性质的部分。他之所以对此产生疑问,是因为无论设定哪一种假说,似乎都会得出荒谬的结论。因为一方面,如果性质随着物体一同分割,由于这些性质中的每一者都具有推动感觉的能力(而它们中的每一者不仅是它所是的那个事物,例如白色或黑色、热或冷、甜或苦,或任何其他性质,而且同时也是可感的;而它之所以是可感的,是由于能够推动感觉,也就是说,由于对它的现实感觉能够产生。因为并非每一个可感物都在现实上被感知,并非只要它是可感物就立刻存在对其在现实上的感觉;然而它在作为可感物的同时,具有推动感觉的潜能;因为如果不具有这一点,它甚至都不是可感物),如果性质确实随着物体被无限分割,那么它们赖以推动感觉的潜能以及对它们的现实感觉也将被无限分割;因为任何大小,也就是任何物体,都将是可感的;但如果每个物体都是可感的,那么每个大小都将是可见的且可感的。而且物体的任何微小部分都是可见的;但凡是被看见之物都是伴随着大小被看见的;因此每个大小都将是可见的且可感的。因为人不可能看到某种白色的东西,却不是具有某种数量的;所以无论大小如何微小,其中都存在颜色并且是可见的,而大小本身也是可见的且可感的;如此一来,没有任何物体会因其微小而不可被感知。然而,物体的一些大小和部分似乎逃避了感觉。如果真是这样,那么物体的每个部分也就不会处于可感性质之中;因为拥有性质必然伴随着其大小也是可感的这一结论。 在把第一个假说——即如果性质随着物体一同无限分割——导向这一荒谬结论(即无限切分的物体的每个部分的每个大小都将是可感且可见的)之后,他转向了与此相对立的假说,即假定性质并不随着物体一同无限分割,并且他说:因为如果不这样,就可能存在某个既无颜色,也无重量,也无任何其他此类性质的物体。因为他所表达的意思是:如果性质自身不随着物体一同被无限分割,那么被切分的物体的某些部分本身作为物体,就会既没有颜色,也没有重量,也没有任何其他可感性质;但若是如此,其余的整个大小也将由非可感且不具有性质的部分组成。 说了这些之后,他接着补充道:“但这又是必然的;因为绝不是由数学对象组成的。” 因为自然的即可感的物体必然也被分割为自然的部分。每一个自然物体都伴随着性质,并且由这类部分组成。因为如果不是由这类部分组成并被分割为这类部分,自然物体就将是由数学物体组成的了;因为数学对象是无性质的。然而,主张自然的即可感的物体由这类事物组成是不可能的,因为这些事物——我指的是数学物体——甚至在自身上并不具有自立的存在,而只是在思想中通过与诸性质相分离而被把握的。
- 2.14εἰ δὴ ἐπ’ ἄπειρον συνδιαιρεῖται τοῖς σώμασι τὰ πάθη, καὶ ἡ δύναμις, καθ’ ἣν κινητικὰ τῶν αἰσθήσεών ἐστιν, ἐπ’ ἄπειρον καὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις αὐτῶν διαιρεθήσεται
在较长的插入解释((ἕκαστον δὲ αὐτῶν... οὐδ' αἰσθητόν))之后,εἰ δὴ 重新拾起并重申了由 εἰ μὲν γάρ 引导的条件从句。在归结从句中,位于末尾的动词 διαιρεθήσεται 同时支配两个主语 ἡ δύναμις 与 ἡ κατ’ ἐνέργειαν αἴσθησις(在前者的 ἐπ’ ἄπειρον 处需要补出 [διαιρεθήσεται])。
- 2.14εἵπετο γὰρ τῷ ἔχειν πάθος αὐτὸ τὸ καὶ αἰσθητὸν αὐτοῦ τὸ μέγεθος εἶναι
对于动词 εἵπετο,带与格冠词的不定式短语 τῷ ἔχειν πάθος αὐτό 表示所随附的前提,而带冠词的宾格加不定式短语 τὸ καὶ αἰσθητὸν αὐτοῦ τὸ μέγεθος εἶναι 则充当句子的实际主语。
- 2.14τῷ ταῦτα, λέγω δὲ τὰ μαθηματικὰ σώματα, μηδ’ ἐν ὑποστάσει εἶναι καθ’ αὑτά
此处是由带与格冠词的不定式(τῷ... εἶναι)构成的因果结构,说明 ἀδύνατον λέγειν 的理由。不定式的主语为宾格 ταῦτα(后跟插入同位语 λέγω δὲ τὰ μαθηματικὰ σώματα),并带有否定词 μηδέ,意为“由于这些事物自身甚至根本不具有独立的自立存在”。
