- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:108.7-109.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解445a23,通过接纳养分的器官(胃)与嗅觉和呼吸器官(头部与肺部)的解剖学差异,论证气味并不提供滋养。并阐明因气味从虚脱中复苏并非滋养的证据,以及芳香如何通过温热调和脑部的过度寒冷而有益于健康的比例关系。
" Πρὸς δὲ τούτοις ὅτι πᾶσίν ἐστι τοῖς ζῴοις τόπος δεκτικὸς τῆς τροφῆς." Καὶ διὰ ταύτης τῆς ἐπιχειρήσεως δείκνυσιν ὅτι μὴ τῇ ὀσμῇ τρέφεταί τινα ζῷα. πᾶσι γὰρ τοῖς ζῴοις ἐστί τις τόπος ἀποκεκριμένος ἐν τῷ σώματι, εἰς ὃν δέχεται τὴν τροφήν. οὗτος δέ ἐστιν ἡ κοιλία· αὕτη γὰρ ὑποδέχεται τὴν πρώτην τροφήν, ἐξ ἧς καὶ κατὰ μεταβολὴν πᾶν τὸ σῶμα τὴν χορηγίαν ἔχει, πρώτης τῆς καρδίας πεττούσης τὸ αἷμα καθαρῶς καὶ χορηγούσης αὐτὸ τοῖς ἄλλοις μέρεσιν. εἰ δὴ ἡ μὲν κοιλία δεκτικὴ τῆς τροφῆς (ἀπὸ ταύτης γὰρ ἡ χορηγία καὶ ἡ μεταβολή τε καὶ ἀνάδοσις τῆς τροφῆς τοῖς τρεφομένοις), τὸ δὲ πνεῦμα καὶ ἡ ὀσμὴ οὐκ εἰς τὴν κοιλίαν ἔρχεται, οὐκ ἂν εἴη τῶν τρεφόντων τοῦτο·1 ὅτι δὲ μὴ εἰς τὴν κοιλίαν ἡ ὀσμὴ μηδὲ ἔνθα ἡ τροφή, ἔδειξεν ἀπό τε τοῦ τὸ τῆς ὀσφρήσεως αἰσθητήριον περὶ τὴν κεφαλὴν εἶναι καὶ γίνεσθαι τὴν ὄσφρησιν μετὰ πνεύματος καὶ τοιαύτης ἀναθυμιάσεως· τὸ δὲ πνεῦμα τὸ ἀναπνεόμενον οὐκ εἰς κοιλίαν οὐδὲ ἔνθα ἡ τροφὴ φέρεται, ἀλλ’ εἰς τὸν πνεύμονα. ὥστε εἴτε εἰς τὴν κεφαλήν, ἔνθα τὸ αἰσθητήριον τῆς ὀσφρήσεως, φέροιτο, εἴτε εἰς πνεύμονα, ἔνθα τὸ ἀναπνεόμενον πνεῦμα, οὐκ ἂν εἴη τῶν τρεφόντων. εἰ δέ τινα τῶν ζῴων ἐκλυόμενά ποτε ὑπό τινων ὀσμῶν ἐπανίσταται, οὐκ ἂν εἴη σημεῖον τοῦτο τοῦ τρέφεσθαι. οὐ γὰρ μόνον ἡ τροφὴ ἐπανίστησιν ἀλλ’ οὐδὲ ἡ ὀσμὴ μόνη, ἀλλὰ καὶ τοῦ ψυχροῦ ὕδατος πρόσκλυσις τονώσασα, καὶ ἂν πληγῇ τις· ἃ οὐδεὶς 〈ἂν〉 εἴποι τρέφειν.2 Ἀλλ’ ὅτι μὲν τὸ ὀσφραντόν, καθὸ ὀσφραντόν ἐστιν, οὐ τρέφει, δῆλον εἶναί φησι. προσέθηκε δὲ τὸ ᾗ ὀσφραντόν, ἐπεὶ κατὰ συμβεβηκὸς δύναται καὶ τὸ ὀσφραντὸν τρέφειν· τῇ γὰρ τροφῇ συμβέβηκεν ὀσφραντῇ εἶναι, ὡς προείρηται. ὅτι μέντοι τὰ ὀσφραντὰ τὰ ἁπλῶς καὶ τῇ ἑαυτῶν φύσει τοιαῦτα εἰς ὑγίειαν3 συμβάλλεται τοῖς ἀνθρώποις, καὶ διὰ τῆς αἰσθήσεώς φησιν εἶναι γνώριμον· ὑγιεινότερον γὰρ διάγουσιν οἱ ἐν ταῖς τοιαύταις ὀσμαῖς ἀναστροφὰς ποιούμενοι καὶ ἧττον ἁλίσκονται πάθεσί τισιν, ὡς γνώριμον γίνεται μάλιστα ἐν τοῖς λοιμώδεσι καταστήμασιν. ἀλλὰ καὶ ἐκ τῶν εἰρημένων δῆλον τοῦτο· ἥ τε γὰρ τῶν τοιούτων εὐωδία διὰ θερμότητα εὔκρατος, δι’ ἣν καὶ ὑφ’ ἧς ἡ πέψις ἡ ἐν αὐτοῖς, καὶ ὁ περὶ τὴν κεφαλὴν τόπος, μάλιστα τοῖς ἀνθρώποις ψυχρὸς ὢν διὰ τὴν τοῦ ἐγκεφάλου ὑγρότητα καὶ δεόμενος τοιαύτης ἐπικουρίας. καὶ ἔστι, φησίν, ἀνάλογον ὡς ὁ χυμὸς πρὸς τὸ θρεπτικὸν καὶ τὰ τρεφόμενα ἀναπληρῶν αὐτῶν τὴν κατὰ τοῦτο ἔνδειαν τῇ προσκρίσει, οὕτω τὸ ὀσφραντὸν πρὸς ὑγίειαν· πάλιν γὰρ αὖ τοῦτο εἰς τὴν ὑγίειαν συντελοῦν ἀναπληροῖ τῇ οἰκείᾳ θερμότητι τὴν περὶ τὴν κεφαλὴν πλεονάζουσαν ψυχρότητα.
“除这些之外,还因为对所有动物而言都存在一个容纳养分的地方。” 通过这个论证,他也表明没有任何动物是通过气味得到滋养的。因为对所有动物而言,体内都存在一个专门容纳养分的区域。这就是胃;因为正是它接收最初的养分,整个身体通过转化由此获得供给,首先是心脏将血液纯粹地消化加工并将其供给其他各个部分。因此,如果胃是容纳养分的地方(因为被滋养者养分的供给、转化与分配正是由此产生的),而气息和气味并不进入胃中,那么这[气息和气味]就不会属于滋养之物。至于气味既不进入胃中,也不进入养分所在之处,他通过嗅觉器官位于头部周围以及嗅觉伴随气息和此类蒸发而产生这一事实表明了这一点;然而被吸入的气息既不运往胃中,也不运往养分所在之处,而是运往肺部。因此,无论它是运往嗅觉器官所在的头部,还是运往吸入气息所在的肺部,它都不会属于滋养之物。但如果某些动物有时在虚脱晕厥时因某些气味而苏醒恢复,这也不会是得到滋养的证据。因为不仅养分能使人复苏,而且气味也不是唯一能使人复苏的,冷水喷洒带来的振奋,或者当人被打时,也能使人复苏——而这些是绝不会有人说是滋养之物的。然而他说,可嗅物就其作为可嗅物而言不能提供滋养,这是显而易见的。他之所以加上“就其作为可嗅物而言”,是因为在偶性意义上可嗅物也能够滋养;因为正如前文所述,作为可嗅物对养分而言是偶性的。不过,他说,那些单纯且因其自身本性而是如此的可嗅物有助于人类的健康,这通过感觉也是熟知的;因为生活在此类气味中的人们更为健康,较少罹患某些病痛,这一点在瘟疫流行时尤为显著。而且这也从前面所说的话中是清楚的:因为此类事物的芳香因热而调和适中,它们内部的消化加工正是通过这种热并在其作用下产生的,而头部周围的区域在人类中由于脑部的湿润尤为寒冷,因而需要此类补益。他说,这成比例关系:正如滋味相对于营养能力和被滋养者,通过附着增补来填补它们在这方面的匮乏,可嗅物相对于健康也是如此;因为可嗅物反过来促进健康,以其固有的热量补足头部周围过度的寒冷。
- 2.13οὐκ ἂν εἴη τῶν τρεφόντων τοῦτο
τῶν τρεφόντων 是分词的中性复数属格,作为部分属格(或表语属格),意为“属于滋养之物”。中性单数主语 τοῦτο 统括性地指代前文提到的“气息与气味”(τὸ πνεῦμα καὶ ἡ ὀσμὴ)。
- 2.13καὶ ἂν πληγῇ τις· ἃ οὐδεὶς 〈ἂν〉 εἴποι τρέφειν
句法结构上,名词短语(τοῦ ψυχροῦ ὕδατος πρόσκλυσις)与条件从句(καὶ ἂν πληγῇ τις,“或者当有人被打时”)并列,并由中性复数关系代词 ἃ 统括指代。因此 ἃ 指的是使人复苏的冷水泼洒和击打等外部刺激事件。
- 2.13ὡς ὁ χυμὸς πρὸς τὸ θρεπτικὸν καὶ τὰ τρεφόμενα ἀναπληρῶν αὐτῶν τὴν κατὰ τοῦτο ἔνδειαν τῇ προσκρίσει, οὕτω τὸ ὀσφραντὸν πρὸς ὑγίειαν
这是由 ὡς... οὕτω... 构成的比例结构(A : B = C : D)。分词 ἀναπληρῶν 为阳性单数主格,修饰 ὁ χυμὸς,表伴随方式(“滋味……填补它们的匮乏”)。句子省略了表示关系的动词(如 ἔχει 或 συντελεῖ),整句意为“正如滋味相对于……,可嗅物相对于健康也是如此”。
