- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:106.5-108.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德关于可嗅物究竟在何种意义上具有“种”(445a14)的总结(是通过滋味偶性地具有,还是依人特有的快苦而就自身具有),随后评述了对毕达哥拉斯学派认为气味可作为养分的观点的反驳(445a16),详细论证了养分必为复合体、水与空气等单纯元素本身无法单独提供滋养。
" Πῶς μὲν οὖν εἴδη δεῖ λέγειν καὶ πῶς οὐ δεῖ τοῦ ὀσφραντοῦ, ἐπὶ τοσοῦτον εἰρήσθω." Τουτὶ ὃ προέθετο. καὶ ἔστι τὸ εἰρημένον ἤτοι ὅτι1 εἴδη ταῦτα τῶν ὀσφραντῶν ἔχοι ἄν, ἅ ἐστιν ἀπὸ τῶν τροφίμων χυμῶν (ὅσα γὰρ εἴδη τῶν χυμῶν ἐκείνων, τοσαῦτα καὶ τῶν ὀσφραντῶν τῶν ἀπ’ αὐτῶν, οὐχ ἁπλῶς δέ, ἀλλὰ κατὰ συμβεβηκός· κατὰ γὰρ τὴν ἐπὶ τοὺς χυμοὺς ἀναφορὰν διαφέρειν λέγομεν καὶ τὰς ὀσμάς), τὰ δ’ ἁπλῶς ὀσφραντὰ καὶ καθ’ αὑτὰ ἡδέα ἢ λυπηρὰ οὐκέτι ἐκεῖνα εἰς εἴδη διαιρεῖται· ἢ μᾶλλον ὅτι ἐν ἐκείνοις οὐκ ἔστι τοῖς ὀσφραντοῖς εἴδη καθ’ αὑτά, ὅτι μηδὲ τὸ ἡδὺ καὶ τὸ λυπηρὸν τὴν ἀρχήν ἐστιν ἐν αὐτοῖς καθ’ αὑτά (τοῦτο γὰρ καὶ ἔλεγόν τινες), ἐν οἷς δὲ καθ’ αὑτὰ τό τε ἡδὺ καὶ τὸ λυπηρόν, ὧν εἶπε μόνον τὸν ἄνθρωπον αἰσθάνεσθαι, ἐν τούτοις ἂν εἴη καθ’ αὑτὰ καὶ εἴδη ὀσφραντῶν. τὸ γοῦν ἡδὺ καὶ λυπηρὸν ἐν τούτοις κατὰ τὴν τῶν ὀσφραντῶν φύσιν διακέκριται καὶ τῷ εἴδει ἀλλήλων διαφέρει. ἐφ’ ὧν μὲν γὰρ τὸ αὐτὸ τὸ νῦν μὲν ἡδὺ αὖθις καὶ λυπηρόν, οὐ κατ’ εἶδος ταῦτα ἀλλήλων διαφέρει (ἀδύνατον γὰρ αὐτό τι αὑτοῦ τῷ εἴδει διαφέρειν)· ἐφ’ ὧν δὲ διῄρηται ταῦτα τῇ οἰκείᾳ φύσει, ταῦτα ἀνάγκη κατ’ εἶδος ἀλλήλων διαφέρειν. ὥστε εἰ μέν τις λαμβάνοι τὰς κοινὰς ὀσμὰς τοῖς ζῴοις (αὗται δέ εἰσιν αἱ ἀπὸ τῶν τροφίμων χυμῶν γινόμεναι), οὐκ ἂν εἴδη τῶν ὀσμῶν εἴ〈η· εἰ δέ〉 τις λαμβάνοι 〈τὰς〉 ἀνθρώποις ὡς ἰδίας ὑπαρχούσας, γίνοιτο † ἀνάγκη τῶν ὀσμῶν.2
“因此,关于应当在何种意义上谈论可嗅物的种,又在何种意义上不应当谈论,就说到这里为止吧。” 这是他所提出的论题。而所说的话的意思,或者是那些源自滋养性滋味的可嗅物会有种(因为那些滋味有多少种,源于它们的可嗅物也就有多少种,然而这不是就自身而言,而是偶性地;因为我们正是按照对滋味的关联而说气味也有差别的),而那些纯粹的可嗅物且就自身而言是令人愉悦或痛苦的事物则不再被划分为种;或者毋宁说是,在那些[基于滋味的]可嗅物中就自身而言并不存在种,因为愉悦与痛苦根本就不是就自身而言存在于它们之中的(正如某些人确实说过的那样),而在那些愉悦与痛苦就自身而言存在的事物中——他说只有人才能感知这些事物——在这些事物中可嗅物的种也会就自身而言存在。无论如何,在这些事物中的愉悦与痛苦是按照可嗅物的本性被区分开来的,并且在种上彼此相异。因为在同一事物此时令人愉悦而彼时令人痛苦的情况下,这些事物在种上并不彼此相异(因为同一事物不可能在种上与自身相异);但在这些事物因其固有的本性而被区分开来的情况下,它们在种上彼此相异则是必然的。因此,如果有人采取对动物共通的气味(这些气味是源自滋养性滋味而产生的),就不会有气味的种;但如果有人采取作为人所特有的气味,就必然会产生气味的[种]。
"Ὃ δὲ λέγουσί τινες τῶν Πυθαγορείων, οὐκ ἔστιν εὔλογον." Τὴν μὲν δόξαν τὴν ὅτι τὰ ὀσφραντά τινα, καθὸ ὀσφραντά ἐστι, τρέφει, λέγει τῶν Πυθαγορείων εἶναι. ἤδη μέντοι καὶ ἰατροί τινες ἐγένοντο τῆς δόξης ταύτης. ὅτι δὲ μὴ εὔλογον τὴν ὀσμὴν τρέφειν δείκνυσι διὰ τοῦ δεῖν μὲν τὴν τροφὴν σύνθετον εἶναι (τοιαῦτα γὰρ καὶ τὰ κυρίως τρεφόμενα)· οὔτε γὰρ ἁπλοῦν τι σῶμα τρέφει οὔτε ἁπλῶς, ὡς εἶπε καὶ ἐν τοῖς Περὶ ψυχῆς· οὐδὲ γὰρ τὰ φυτὰ ὕδατι τρέφεται μόνῳ. καὶ τοῦ μὴ εἶναι τὴν τροφὴν ἁπλοῦν σημεῖον παρέθετο τὰ περιττώματα ὄντα καὶ ξηρὰ καὶ ὑγρά. ἐπὶ μὲν οὖν τῶν ζῴων δηλονότι τὰ περιττώματα ταῦτα ἐντὸς γινόμενα οὕτως ἐκκρίνεται, ἐπὶ δὲ τῶν φυτῶν ἔξω φησὶ γίνεσθαι τὰ περιττώματα. εἴη δ’ ἂν τὸ ἐπ’ ἐκείνων περίττωμα ἤτοι τὸ δάκρυον τὸ ἀπορρέον ἀπ’ αὐτῶν ἢ καὶ ἡ πρὸς ταῖς ῥίζαις εὑρισκομένη τεφρώδης καὶ γεώδης σύστασις· καὶ ἡ τῶν φύλλων ἔξω γινομένη μεταβολὴ εἰς γεώδη σύστασιν περιττωματική· ἀλλὰ καὶ ὁ φλοιὸς ἐν αὐτοῖς τοιοῦτον. καὶ ἡ πέψις δὲ τῶν καρπῶν ἐκτὸς αὐτῶν γίνεται, καὶ οὐχ ὥσπερ τοῖς ζῴοις ἐντός· εἶεν δ’ ἂν καὶ πεσσομένων τῶν καρπῶν αἱ ἀποκρίσεις αἱ γινόμεναι ἐκτὸς αὐτῶν γινόμεναι. εἰ δὴ οὐχ ἁπλοῦν μὲν σῶμα ἡ τροφή, τὸ δὲ ὕδωρ ἁπλοῦν καὶ ὁ ἀήρ, δι’ ὧν ἡ ὄσφρησις γίνεται, οὐκ ἂν εἴη τοῖς ὀσφραντοῖς τρεφόμενά τινα· ἁπλοῦν γὰρ ἀέρα οἷον ἀναπνέοντες καὶ ὀσφραινόμενοι δέχονται. τούτοις δὲ προστίθησιν ὅτι μηδὲ τὸ ὕδωρ (ἁπλοῦν δὲ τὸ ὕδωρ μόνον ἄμικτον ὂν ἄλλοις τισί) τροφὴ γίνεται τῷ [δὲ] δεῖν μὲν τὴν τροφὴν σύστασίν τινα ἐν τῇ θρέψει τε καὶ κατεργασίᾳ λαμβάνειν, μὴ δύνασθαι δὲ αὐτὸ καθ’ αὑτὸ τὸ ὕδωρ συνίστασθαι·3 δεῖ γὰρ παχύτητά τινα ἔχειν σωματώδη τὸ συστησόμενον καὶ διὰ πέψεως μεταβληθησόμενον. διὸ καὶ κόπρον παραμιγνύουσιν οἱ γεωργοὶ καὶ ἀναταράσσουσι ταύτῃ ὑδρεύοντες τὰ φυτά· οὐδὲ γὰρ ἄλλως πρέμνον ἂν ἢ ῥίζα ἢ φλοιὸς ἢ καρπὸς γένοιτο. εἰ δὲ μηδὲ τὸ ὕδωρ μόνον τρέφειν οἷόν τε, ἧττον ἔτι ὁ ἀὴρ τρέφοι ἄν· λεπτότερος γὰρ οὗτος καὶ ἧττον σωμάτων σύστασιν δεχόμενος. τὰ δὲ πλεῖστα τῶν ὀσφραινομένων διὰ τούτου ὀσφρᾶται. εἴη δ’ ἂν ἡ ἐπιχείρησις κατὰ τὸ μᾶλλόν τε καὶ τὸ ἧττον.
“毕达哥拉斯学派中某些人所说的,并不合乎情理。” 他说,可嗅物就其作为可嗅物而言能够滋养某些事物这一观点属于毕达哥拉斯学派。不过,此前确实也曾有某些医者持有这一观点。而他通过说明养分必须是复合的(因为严格意义上被滋养的事物也是如此性质),表明了气味能提供滋养是不合情理的;因为没有任何单纯的物体能提供滋养,也没有任何事物能够单纯地滋养,正如他在《论灵魂》中所说的那样;因为甚至植物也不是仅靠水来滋养的。并且他把兼具干燥和湿润的排泄物作为养分并非单纯之物的证据提了出来。在动物的情况下,显然这些排泄物是在体内产生并被这样排出的,而在植物的情况下,他说排泄物是在体外产生的。而在它们那里的排泄物,或者是从它们之中流出的树胶汁液,或者是在根部所发现的灰烬状和泥土状的凝聚物;而树叶在体外转变为泥土状凝聚物的变化也是排泄性的;并且它们之中的树皮也是此类事物。此外,果实的成熟也是在它们外部发生的,而不是像动物那样在体内;并且在果实成熟时产生的析出物也是在它们外部产生的。因此,如果养分并非单纯的物体,而水和空气——嗅觉赖以产生的媒介——是单纯的,那么就没有任何事物能被可嗅物所滋养;因为呼吸和嗅吸者所接收的乃是宛如单纯空气般的东西。对此他还补充说,甚至水(而水在单独且未与某些其他事物混合时是单纯的)也不会成为养分,这是由于养分在滋养和加工过程中必须获得某种固结凝聚,而水自身并不能凝聚;因为将要凝聚并通过消化而转化的事物必须具有某种物体性的浓厚度。因此农夫们也掺入粪便并以此搅拌来给植物浇水;因为否则无论树干、根、树皮还是果实都不会生成。如果连单独的水都不能提供滋养,那么空气就更不能提供滋养了;因为空气更为稀薄,更不易接受物体性的凝聚。而大多数能嗅吸的生物正是通过它来嗅吸的。这一论证将是依照“更多”与“更少”[由强至弱]来进行的。
- 2.11καὶ ἔστι τὸ εἰρημένον ἤτοι ὅτι... ἢ μᾶλλον ὅτι...
句式 ἤτοι ὅτι... ἢ μᾶλλον ὅτι... 提出了对题元中亚里士多德总结句(“如何应当谈论……如何不应当谈论”)的两种替代性阐释:前者认为依滋味的气味偶性地有种而自身性快苦的气味无种;后者(由 μᾶλλον ὅτι 引出)则认为依滋味的气味无自身之种,而人特有的、以固有快苦区分的气味才具有真正的种。作者显然倾向于后者。
- 2.11γίνοιτο † ἀνάγκη τῶν ὀσμῶν
该处在校勘本中带有剑号标记,存在文句残缺。但从句法结构上看,它与前句的假设分句 οὐκ ἂν εἴδη τῶν ὀσμῶν εἴ〈η〉(气味的种将不存在)相呼应,表示若以人类特有的气味为准,则必然产生气味的[种]。在语义上须根据上文补充省略的 εἴδη(种)。
- 2.12τῷ [δὲ] δεῖν μὲν τὴν τροφὴν σύστασίν τινα ἐν τῇ θρέψει τε καὶ κατεργασίᾳ λαμβάνειν, μὴ δύνασθαι δὲ αὐτὸ καθ’ αὑτὸ τὸ ὕδωρ συνίστασθαι
带冠词不定式的与格结构 τῷ δεῖν ... μὴ δύνασθαι ... 用作原因与格,解释了为何连水自身都无法成为养分(μηδὲ τὸ ὕδωρ... τροφὴ γίνεται)。其中 μέν 与 δέ 并列了两个相对的事实:养分必须获得某种凝固固结,而水自身却无法凝固。
