← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§104.19-106.4

作为居间感觉的嗅觉及其论证

针对亚里士多德将嗅觉论述为介于触知性感觉(触觉、味觉)与经由媒介的感觉(视觉、听觉)之间的居间感觉,亚历山大剖析了利用奇数特性所作的论证结构,并解释了嗅觉如何同时兼具触知性的干燥与流体媒介的性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10

" Ἔοικε δὲ ἡ αἴσθησις ἡ τοῦ ὀσφραίνεσθαι περιττῶν οὐσῶν τῶν αἰσθήσεων.1" Διὰ τούτων δείκνυσιν ὅτι ἡ ὄσφρησις μεταξύ πώς ἐστι τῶν τε ἁπτικῶν αἰσθήσεων, αἵ εἰσιν ἁφή τε καὶ γεῦσις, καὶ τῶν διά τινος ἄλλου μεταξὺ γινομένων, οἷαί εἰσιν ἥ τε ὄψις καὶ ἡ ἀκοή. πάνυ δὲ γλαφυρῶς ἐπεχείρησε πρὸς τὸ μέσην αὐτὴν εἶναι· ἐπειδὴ γὰρ πᾶς ἀριθμὸς περισσὸς μέσον τι ἔχει, περιττὸς δὲ καὶ ὁ τῶν αἰσθήσεων ἀριθμός, διὰ τοῦτο εὔλογον καὶ ἐν ταῖς αἰσθήσεσιν οὔσαις περισσαῖς εἶναί τινα μέσην αἴσθησιν, καὶ ἔστιν αὐτῶν ὄσφρησις. πῶς δέ ἐστι μεταξὺ ἀμφοτέρων πως μετέχουσα λέγει· καθόσον μὲν γὰρ τὸ ὀσφραντὸν τῶν γευστικῶν χυμῶν ἐστι πάθος τι, οἵ εἰσι γευστοὶ καὶ διὰ τοῦτο ἁπτοί, κατὰ τοσοῦτον κοινωνοίη ἂν ταῖς δι’ ἁφῆς αἰσθήσεσιν, 〈ὅτι δι’ ἁφῆς〉 αἰσθανόμεθά πως καὶ αὐτῶν τῶν γευστῶν. ἐν γὰρ τῷ ἁπτῷ γένει τὰ θρεπτικά· καὶ γὰρ ἡ γεῦσις ἐδείχθη ἐν τοῖς Περὶ ψυχῆς ἁφή τις οὖσα. μετέχει δὲ πάλιν καὶ κοινωνεῖ ταῖς διὰ μέσων τινῶν γινομέναις αἰσθήσεσιν, ὧν ἐστιν ἥ τε ὄψις καὶ ἡ ἀκοή, τῷ καὶ ταύτην δι’ ἀέρος καὶ ὕδατος γίνεσθαι,2 δι’ ὧν καὶ ἐκείνων ἡ ἀντίληψις. εἰπὼν δὲ τῷ ἀκουστῷ, ἀντὶ τοῦ προσθεῖναι ‘καὶ τῷ ὁρατῷ’ εἶπε τῷ διαφανεῖ· διὰ γὰρ τοῦ διαφανοῦς τοῦ κατ’ ἐνέργειαν ἡ ὄψις. Εἰπὼν δὲ ταῦτα, προστίθησιν ὅτι ἄρα καὶ εὐλόγως ἐκ τοιούτων καὶ οὕτω γίνεσθαι τὰς ὀσμὰς εἰρήκαμεν· ἀμφότερα γὰρ ἐν τῷ λόγῳ περιέχεται, τά τε ἁπτὰ καὶ τὰ μεταξύ, δι’ ὧν αἱ ἄλλαι αἰσθήσεις. κεῖται γὰρ ἡμῖν ἡ ὀσμὴ γίνεσθαι ὑπὸ τῆς ἐγχύμου ξηρότητος (τοῦτο γὰρ προσυπακούειν δεῖ τῇ ξηρότητι) ἐν τῷ ὑγρῷ, οἷον βαφή τις καὶ πλύσις οὖσα. εἶπε δὲ εὐλόγως τὸ ‘παρεικάσθαι’ διὰ τὴν βαφήν τε καὶ πλύσιν· οὐ γὰρ ἄντικρυς τοῦτο ἔστιν, ἀλλὰ μετενήνεκται ἀπὸ τῶν διὰ τῆς πλύσεως βαπτόντων τὸ ὑγρὸν ἐν τῷ † πλύνοντι· οὐ γὰρ δὴ ἐν ἀέρι γίνεται πλύσις ἡ κυρίως λεγομένη. χυτὸν δὲ καὶ ὑγρὸν ἐκ παραλλήλου ἂν λέγοιτο· καὶ γὰρ τὸ ὕδωρ καὶ ὁ ἀὴρ ὑγρά τε καὶ χυτά. ἢ εἴη ἂν ὑγρὸν μὲν τὸ ὕδωρ, χυτὸν δὲ τὸν ἀέρα λέγων, ἐπειδὴ ἐξ ἀναθυμιάσεως ὁ ἀήρ, ἥτις χεομένων τῶν ἐξ ὧν ἡ μεταβολὴ εἰς τοῦτον γίνεται.3 χεῖται γὰρ ἐπὶ πλέον τὸ ὕδωρ εἰς ἀέρα μεταβάλλον τῷ ἀραιότερον εἶναι καὶ λεπτότερον τὸν ἀέρα. διὸ καὶ ἐπὶ μείζονος ὄγκου· μείζων γὰρ τὸν ὄγκον ὁ ἐκ τοῦ ἴσου ὕδατος ἀήρ. καθόσον μὲν οὖν ὑπὸ ξηρότητος ἡ γένεσις, αὕτη δὲ ἁπτή, κατὰ τοσοῦτον ἂν ἁπτόν τι ἔχοι· καθόσον δὲ ἐν ὑγροῖς γίνεται, δι’ ὧν ἥ τε ὄψις καὶ ἡ ἀκοή, κατὰ τοῦτο δὲ εἴη ἂν ταὐτὸν ἔχουσα τοῖς διὰ μέσου τινὸς ἐκτὸς ὄντος γινομένοις αἰσθητοῖς.

“在诸感觉为奇数的情况下,嗅觉这一感觉似乎[是某种居间者]。” 通过这些话,他表明嗅觉在某种程度上介于触知性的诸感觉(即触觉与味觉)与通过某种居间的媒介物而产生的诸感觉(即视觉与听觉)之间。而他为论证嗅觉居于中位所作的立论极为精妙;因为既然凡奇数皆有中间项,而感觉的数目也是奇数,因此合乎情理的是,在诸感觉为奇数的情况下存在着某种居间的感觉,而在它们之中嗅觉正是居间者。接着他说明了嗅觉如何通过在某种方式上分有两者而居于中间:因为就可嗅物是具有味觉的滋味的某种状态而言(这些滋味是可尝的,因而也是可触知的),嗅觉在这一程度上便通于依触觉而成的感觉,[因为依触觉]我们在某种程度上也感知这些可尝物自身。因为具有营养性的事物属于可触知之属;事实上在《论灵魂》中已表明味觉是某种触觉。另一方面,它又分有并共通于那些通过某些媒介物而产生的诸感觉(视觉和听觉即属此类),这是由于嗅觉也是通过空气和水而产生的,而对视觉和听觉的领会也正是通过空气和水发生的。他在说了“与可听物”之后,并未加上“与可见物”,而是说了“与透明物”;因为视觉是通过处于现实态中的透明物而实现的。 在说了这些之后,他补充道,因此我们说气味是由此类事物并按此种方式产生的,是合乎情理的;因为在这一说明中包含了两者,即既包含了可触知之物,又包含了其他诸感觉赖以产生的媒介物。因为在我们看来,气味被设定为是由湿润物中的带滋味的干燥(因为在干燥之外必须补充理解这一点)所产生的,犹如某种染色与冲洗。而由于染色与冲洗的缘故,他合情理地用了“被比拟”这个词;因为这并非截然如此,而是从那些通过冲洗而使洗涤物中的湿润成分染色的事物隐喻而来的;因为严格意义上的冲洗决不是在空气中进行的。此外,“流动的”与“湿润的”或许是并列而言的;因为水和空气既是湿润的,也是流动的。或者他所说的“湿润的”是指水,而“流动的”是指空气,因为空气产生于蒸气,而蒸气是在那些转化为空气的事物被流布弥漫时产生的。因为水在转化为空气时被更广泛地流散开来,这是由于空气更为疏松、更为精细。因此它也扩展到更大的体积;因为由等量的水产生的空气在体积上更为庞大。因此,就气味的生成源于干燥(而干燥是可触知的)而言,在这一程度上它便具有某种可触知的性质;但就它产生于湿润物中(视觉和听觉赖以产生的媒介)而言,在这一方面它便与那些通过外部某种媒介物而产生的感觉对象具有相同的性质。

语法注3 条
  1. 2.10περιττῶν οὐσῶν τῶν αἰσθήσεων

    属格独立结构,指出诸感觉的总数为奇数(五种)这一原因或前提。在所引用的题元中,ἔοικε 的不定式补足语(亚里士多德原文中的 μέση τις εἶναι)被截断,但亚历山大在接下来的正文中立即以 πρὸς τὸ μέσην αὐτὴν εἶναι 进行了补充。

  2. 2.10τῷ καὶ ταύτην δι’ ἀέρος καὶ ὕδατος γίνεσθαι

    带冠词的与格不定式短语,充当前文动词 μετέχει καὶ κοινωνεῖ(分有与共通)的原因或方式与格。不定式的宾格主语 ταύτην 指代嗅觉(ἡ ὄσφρησις)。

  3. 2.10ἥτις χεομένων τῶν ἐξ ὧν ἡ μεταβολὴ εἰς τοῦτον γίνεται

    由关系代词 ἥτις(先行词为 ἀναθυμίασις)引导的从句中省略了谓语动词(如 γίνεται),而 χεομένων 以下是包含无先行词关系从句(τῶν [σωμάτων] ἐξ ὧν...)的属格独立结构,用以解释产生相变的物质在转化为空气时弥散铺展的过程。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:104.19-106.4