- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:102.15-104.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了动物不对本身具恶臭的气味感到不快的原因,指出动物在气味中所感受的快苦纯粹是依营养或毁坏而来的偶性现象,并解答了为何人类嗅觉被称作最劣等的疑难。
" Ὁμοίως δὲ καὶ τῶν ἄλλων ζῴων ὁτιοῦν οὐδὲν δυσχεραίνει τῶν καθ’ αὑτὰ δυσωδῶν." Διελόμενος τὰ ὀσφραντὰ εἰς εἴδη δύο καὶ τὰ μὲν τῷ τροφίμῳ χυμῷ ἀκολουθεῖν εἰπών, ἐν οἷς ἔδειξε κατὰ συμβεβηκὸς οὖσαν τήν τε ἡδεῖαν ὀσμὴν καὶ τὴν λυπηράν (τῇ γὰρ ἐπὶ τὴν τροφὴν ἀναφορᾷ), ὧν καὶ πάντα τὰ ὄσφρησιν ἔχοντα τῶν ζῴων αἰσθάνεται, τὰ δὲ καθ’ αὑτὰ δείξας τό τε ἡδὺ καὶ τὸ λυπηρὸν ἔχοντα, ὧν μόνον τὸν ἄνθρωπον ἀντιλαμβάνεσθαι διὰ τὸ καὶ δεῖσθαι μάλιστα τοῦτον τῆς ἀπὸ τῶν τοιούτων εὐωδίας θερμῆς οὔσης τὴν φύσιν καὶ ἐπικουρούσης τῇ περὶ τὸν ἐγκέφαλον ψυχρότητι πλείονι οὔσῃ ἐν τοῖς ἀνθρώποις διὰ τὸ καὶ πλείονα καὶ ὑγρότερον τῶν ἄλλων ζῴων κατὰ ἀναλογίαν τοῦ μεγέθους τοῦ σώματος ἐγκέφαλον αὐτὸν ἔχειν, καὶ εἰπὼν τῶν καθ’ αὑτὰς ἡδειῶν ὀσμῶν, ὅσαι ἀπὸ τῶν ἀνθῶν, τὰ ἄλλα ζῷα μὴ αἰσθάνεσθαι, εἰ μὴ καὶ τρόφιμα αὐτοῖς εἴη, νῦν προστίθησιν ὅτι1 οὐδὲ τῶν ἀντικειμένων ταῖς ἁπλῶς ἡδείαις ὀσμαῖς δυσωδῶν, αἵτινες καὶ αὐταὶ καθ’ αὑτὰς ἀηδεῖς ὡς ἐκεῖναι ἡδεῖαι, οὐδὲν τῶν ἄλλων ζῴων αἰσθάνεται. οὔτε γὰρ τῶν καθ’ αὑτὰ ἡδειῶν αἴσθησιν ἔχει οὔτε τῶν ἀηδῶν, εἰ μὴ εἴη, † τί φησι, τῶν καθ’ αὑτὰ ἀηδῶν τε καὶ δυσωδῶν τινα φθαρτικὰ αὐτῶν. ὡς γὰρ τῶν τροφίμων καὶ σωστικῶν καὶ κατὰ συμβεβηκὸς ἡδειῶν ὀσμῶν αἰσθάνεται, οὕτω καὶ 〈τῶν〉 φθαρτικῶν ἑαυτῶν, αἳ πάλιν αὐτοῖς κατὰ συμβεβηκός εἰσιν ἀηδεῖς, διότι φθείρουσιν αὐτά. Ἑξῆς δὲ πῶς οἷόν τε φθείρεσθαι αὐτὰ ὑπὸ ὀσμῶν τινων λέγει. ὡς γὰρ οἱ ἄνθρωποι ὀσφραινόμενοι τῶν ἀνθράκων οὐχ ὑπὸ τῆς ὀσμῆς αὐτῆς, ἀλλ’ ὑπὸ τῆς 〈ἀπ’〉 αὐτῶν φερομένης ἀτμίδος διὰ τῆς ἀναπνοῆς καρηβαροῦσί τε καὶ φθείρονται, οὕτω κἀκεῖνα ὑπό τε τῆς τοῦ θείου ἀναθυμιάσεως καὶ τῆς ἐν αὐτῷ δυνάμεως καὶ ὑπὸ τῆς τῶν ἀσφαλτωδῶν φθείρεται· διὸ καὶ φεύγειν δοκεῖ τὴν ἀπ’ αὐτῶν ὀσμήν. οὕτω καὶ οἱ ὄφεις κερατίων θυμιωμένων (τοιαύτη καὶ ἡ βοτάνη ἣν πόλιον λέγουσιν), οὐ καθὸ δυσώδη ἐστὶ φεύγοντες τὴν ἀπ’ αὐτῶν ὀσμήν, ἀλλὰ καθόσον ἐστὶν αὐτῶν φθαρτικά. εἰκότως δὲ περὶ αὐτῶν ἐποιήσατο τὸν λόγον· ἐπειδὴ γὰρ δοκεῖ τινα τῶν ζῴων φεύγειν τινὰς δυσωδίας, αἵ εἰσιν οὐκ ἀπὸ τροφῆς ἀλλὰ καθ’ αὑτάς, ἦν δὲ ἀκόλουθον τῷ φεύγοντι τὰς καθ’ αὑτὰς ἀηδεῖς τὸ καὶ διώκειν τε καὶ αἰσθάνεσθαι τῶν καθ’ αὑτὰς ἡδειῶν, ἔδειξεν ὅτι ταύτας, οὐχ ᾗ ἀηδεῖς ἁπλῶς, ἀλλ’ ᾗ φθαρτικαὶ αὐτῶν, φεύγουσιν. ὥστε κἀκείνων [ἐστὶν] ἅστινας διώκοιεν, ὡς τροφίμους ἂν καὶ ἡδείας διὰ τὴν τροφὴν διώκοιεν. Σημεῖον δὲ παρέθετο τοῦ τὰς μὲν καθ’ αὑτὰς δυσώδεις ὀσμὰς μὴ φεύγειν αὐτὰ τὸ πολλὰς τῶν βοτανῶν δυσώδεις οὔσας τὰ μὲν μὴ φεύγειν, τὰ δὲ καὶ νέμεσθαι,2 τὸ ἐν ταῖς ὀσμαῖς ἡδὺ καὶ λυπηρὸν τῷ τροφίμῳ μόνον καὶ τῷ φθαρτικῷ παραμετροῦντα. ταῦτα γὰρ αὐτοῖς ἡδέα μόνα τῶν ὀσφραντῶν, ἃ πρὸς γεῦσιν ἢ πρὸς τὴν τροφὴν ὅλως συμβάλλεταί τι. Ἀπορήσειε δ’ ἄν τις εὐλόγως ἐκ τῶν νῦν εἰρημένων ὁρμώμενος, πῶς ἔν τε τῷ δευτέρῳ Περὶ ψυχῆς περὶ ὀσφρήσεως λέγων χειρίστην εἶπε τὸν ἄνθρωπον ταύτην ἔχειν τὴν αἴσθησιν, ἔν τε τῷ πρὸ ὀλίγου μέλλων περὶ τῶν χυμῶν λέγειν ἀποδιδοὺς αἰτίαν τοῦ ἐναργεστέρους ἡμῖν τοὺς χυμοὺς εἶναι τῶν ὀσφραντῶν εἶπε· “τούτου δὲ αἴτιον ὅτι χειρίστην ἔχομεν τῶν ζῴων τὴν ὄσφρησιν καὶ τῶν ἐν ἡμῖν αὐτοῖς αἰσθήσεων.” πῶς γὰρ χειρίστην τῶν ἄλλων ζῴων, εἰ ἡμεῖς μὲν τῶν ἡδέων τῶν ἐν τοῖς ὀσφραντοῖς ἁπάντων αἰσθανόμεθα,3 τὰ δ’ ἄλλα μόνων τῶν ἑπομένων τῷ τροφίμῳ χυμῷ; ὅτι τούτων ὧν καὶ τὰ ἄλλα ζῷα ὀσφραίνεται ὀσμῶν, ἃς εἶπε κατὰ συμβεβηκὸς ἔχειν τὸ ἡδύ τε καὶ ἀηδές, χείριστα αἰσθανόμεθα. οὔτε γὰρ ἀπὸ διαστήματος ἴσου οὔτε ὁμοίως πληκτικῶς. ὡς εἰ καὶ τῶν ἄλλων ἐκεῖνα ᾐσθάνετο, καὶ ἐν ἐκείνοις ἂν ἐπλεονέκτει τὸν ἄνθρωπον· οὐκ αἰσθάνεται δὲ τὰ ἄλλα ἐκείνων, ὅτι μηδὲ δεῖται αὐτῶν.
“同样地,其他动物中的任何一种,都不会对本身即具恶臭的事物感到不快。” 在将可嗅物区分为两个种,并指出其一伴随营养性的滋味之后——在这些可嗅物中,他表明无论是怡人的气味还是令人痛苦的气味都是偶性的(因为这是依对营养的关涉而言的),且凡具有嗅觉的动物都能感知它们;而在表明另一类可嗅物本身就具有快感和痛苦之后——这些气味唯有人类能够领会,这是因为人类最需要由这些事物所产生的芳香,这种芳香在性质上是温暖的,有助于缓解人类大脑周围过甚的寒凉,而人之所以寒凉,是因为按体形比例而言,人类所拥有的大脑比其他动物更大、更湿润;并且在指出其他动物并不感知本身怡人的气味(如来自花朵的气味),除非它们恰好也是其食物之后——现在他补充道,对于与纯粹怡人的气味相对立的恶臭,即那些正如前者本身怡人一样而其自身即不快的恶臭,其他动物中也没有任何一种能够感知。因为它们既不对本身怡人的气味具有感觉,也不对本身不快的气味具有感觉,除非本身不快且具恶臭的某些事物会对它们造成毁坏。因为正如它们感知营养性的、具保全作用且偶性上怡人的气味一样,它们也同样感知毁坏自身的事物,而这些事物由于毁坏它们,因而在偶性上对它们而言又是不快的。 接下来,他解释了它们如何可能被某些气味所毁坏。正如人类在闻到木炭时,并非受到气味本身的毁坏,而是因呼吸中由木炭散发的烟汽而感到头重并遭致毁损,同样地,那些动物也是受到硫磺的蒸气及其内在力量的毁坏,以及沥青质事物〔蒸气〕的毁坏;因此它们似乎也在逃避由其散发的气味。同样,蛇在角质物被熏烧时也会逃避由其散发的气味(被称为波利昂的草药也是如此),这并非由于它们是恶臭的而逃避,而是因为它们对蛇具有毁坏性。他合理地就这些动物进行了论述;因为既然某些动物似乎在逃避并非源于食物而是自身即具的某些恶臭,而逃避自身不快之物的动物理应也会追逐并感知自身怡人之物,因此他表明,它们逃避这些气味并非由于其纯粹是不快的,而是由于其对它们具有毁坏性。因此,在那些气味中,无论它们追逐何者,都必然是作为营养性的、并因食物的缘故而怡人的气味去追逐的。 作为它们并不逃避本身具恶臭的气味的证据,他举出了这一事实:尽管许多草药具有恶臭,某些动物不仅不逃避它们,甚至以此为食,它们仅仅依据营养性与毁坏性来衡量气味中的快感与痛苦。因为对它们而言,在可嗅物中唯有那些对味觉或整体上对食物有所助益的事物,才是怡人的。 依据刚才所说的内容,有人或许会合情合理地提出疑难:在《论灵魂》第二卷讨论嗅觉时,他为何说人类所拥有的这一感觉是最差的;而在不久前即将讨论滋味时,在解释滋味对我们而言比可嗅物更为清晰的原因时,他又说:“此事的原由在于,我们在动物中以及在我们自身的感觉中拥有最差的嗅觉”?因为如果我们感知可嗅物中所有怡人的气味,而其他动物仅感知伴随营养性滋味的气味,那么我们的嗅觉怎能说是相较于其他动物是最差的呢?其答案在于:对于那些其他动物也能闻到的气味(即他说偶性地具有怡人与不快的气味),我们是以最差的方式感知的。因为我们既不能在同等距离下感知,也不能以同样的敏锐度感知。因此,如果那些动物也能感知其他气味,它们在那些气味上也会胜过人类;然而其他动物并不感知那些气味,乃是因为它们根本不需要它们。
- 2.9Διελόμενος τὰ ὀσφραντὰ εἰς εἴδη δύο ... νῦν προστίθησιν ὅτι
长句以分词 Διελόμενος 开始,继之以一组并列的分词短语(καὶ εἰπών, δείξας, καὶ εἰπών)对前文结论进行归纳,最终连接至主句动词 προστίθησιν。
- 2.9Σημεῖον δὲ παρέθετο τοῦ τὰς μὲν καθ’ αὑτὰς δυσώδεις ὀσμὰς μὴ φεύγειν αὐτὰ τὸ πολλὰς τῶν βοτανῶν δυσώδεις οὔσας τὰ μὲν μὴ φεύγειν, τὰ δὲ καὶ νέμεσθαι
属格冠词不定式短语 τοῦ ... μὴ φεύγειν αὐτά 修饰名词 Σημεῖον(“……的证据”),而以 τὸ πολλὰς τῶν βοτανῶν 开始的宾格不定式短语充当动词 παρέθετο 的直接宾语,具体引出作为证据的事实。
- 2.9ὅτι τούτων ὧν καὶ τὰ ἄλλα ζῷα ὀσφραίνεται ὀσμῶν, ἃς εἶπε κατὰ συμβεβηκὸς ἔχειν τὸ ἡδύ τε καὶ ἀηδές, χείριστα αἰσθανόμεθα.
由 ὅτι 引导的句子直接回答前文由 πῶς 引出的疑难(意为“[原因在于]我们感知得最差……”)。先行词 ὀσμῶν 受到关系代词 ὧν 的格吸引,被并入关系从句之中。
