- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:8.14-10.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在436b8处提及《论灵魂》中对感觉的探讨,亚历山大阐述了为何触觉与味觉为一切动物所必需,并考察了关于品味器官与滋养器官的文本异文及阿斯帕西奥斯的相关解释。
" Ἀλλὰ περὶ μὲν αἰσθήσεως καὶ τοῦ αἰσθάνεσθαι, τί τέ ἐστι καὶ διὰ τί συμβαίνει τοῖς ζῴοις τοῦτο τὸ πάθος, εἴρηται πρότερον ἐν τοῖς Περὶ ψυχῆς." Δείξας ὅτι δι’ αἰσθήσεως τὰ κοινὰ ἔργα τε καὶ πάθη τῶν ζῴων, ἔχων δὲ καὶ τὸ τὴν αἴσθησιν κοινὸν ἔργον εἶναι ψυχῆς τε καὶ σώματος, ἔχει μὲν ἑπόμενον τοῖς εἰρημένοις τὸ δεῖν περὶ αἰσθήσεως εἰπεῖν1 πρὸ τούτων ἃ δι’ αἰσθήσεως ἢ μετὰ αἰσθήσεως ὑπὸ τῶν ζῴων γίνεται· πρῶτον γὰρ τῶν κοινῶν, οὗ τἆλλα προσδεῖται. ἐπεὶ δὲ τὰ μὲν εἴρηται περὶ αἰσθήσεως τὰ δὲ ῥηθήσεται, τῶν μὲν εἰρημένων ἡμᾶς ὑπομιμνῄσκει (εἴρηται δὲ ἐν τοῖς Περὶ ψυχῆς περὶ τῆς αἰσθητικῆς ψυχῆς καὶ δυνάμεως καὶ περὶ τῆς ἐνεργείας τῆς κατ’ αὐτήν)· τούτων δὲ ὡς εἰρημένων καὶ ἐν οἷς εἴρηται ὑπομιμνῄσκει ἡμᾶς, προσθήσει δὲ νῦν τὸν περὶ τῶν αἰσθητηρίων λόγον (κοινὸν γὰρ ἦν ἡ αἴσθησις ψυχῆς τε καὶ σώματος, ὥστε ὁ περὶ τῶν αἰσθητηρίων λόγος τῷ περὶ αἰσθήσεως συνῆπται), ἔτι δὲ τὸν περὶ τῶν αἰσθητῶν, ἐπειδὴ περὶ ταῦτα ἡ τῆς αἰσθήσεως ἐνέργεια· περὶ ὧν καὶ αὐτῶν ἐπ’ ὀλίγον μὲν προείρηται καὶ ἐν τοῖς Περὶ ψυχῆς, ἐπὶ πλέον δὲ καὶ ἀκριβέστερον νῦν ῥηθήσεται. ὑπομιμνῄσκει δὲ ἡμᾶς διὰ βραχέων τε καὶ σαφῶς τῶν περὶ αἰσθήσεως εἰρημένων τε καὶ δεδιδαγμένων ἐν τοῖς Περὶ ψυχῆς αὐτῷ, ὅτι πᾶσι μὲν τοῖς ζῴοις ἀνάγκη αἴσθησιν ἔχειν· ταύτῃ γὰρ τὰ ζῷα τῶν μὴ ζῴων χωρίζεται. ἔδειξε δὲ ἐκεῖ ὅτι ἁπτὰ ὄντα καὶ μὴ ἁπλᾶ ἀλλὰ σύνθετα καὶ ἐν συμμετρίᾳ τινὶ τῶν ὑποκειμένων τὸ εἶναι ἔχοντα, εἰ μὴ ἁπτόμενα ἦν καὶ αἰσθανόμενα ὡς φυλάσσεσθαι τὰ φθαρτικὰ αὐτῶν, ὑπὸ τῶν ὑπερβολῶν ἂν τῶν ἐν τοῖς ἁπτομένοις αὐτῶν ἐφθείρετο.2 πάθος δὲ τὴν αἴσθησιν εἶπεν, ὅτι αἰσθάνεσθαι διὰ πάθους. Οὐκέτι μέντοι ἐν πᾶσι τοῖς ζῴοις πᾶσαι αἱ αἰσθήσεις, ἀλλ’ ἐν πᾶσι μὲν ἁφή τε καὶ γεῦσις. ἐδείχθη γὰρ ἐπὶ τέλει τοῦ τρίτου Περὶ ψυχῆς ὅτι τῆς ἁφῆς τὰ ζῷα στερηθέντα ἅμα καὶ τοῦ εἶναι παύεται (τῆς γὰρ μεσότητος καὶ συμμετρίας τῶν σωμάτων, ἐν ᾗ τοῖς ζῴοις τὸ εἶναι, φθορά ἐστιν ἡ τῆς ἁφῆς φθορά), ἀλλὰ καὶ ὅτι ἡ γεῦσις τῆς τροφῆς οὖσα κριτική τε καὶ ληπτικὴ ἀναγκαία τοῖς ζῴοις, εἴγε χωρὶς τοῦ τρέφεσθαι ἀδύνατον αὐτὰ σῴζεσθαι. ἔστι γὰρ ὁ χυμὸς τοῦ γευστικοῦ μορίου τῶν ἐν ἡμῖν πάθος, τουτέστι τῆς γεύσεως. ἡ γὰρ γεῦσις, δι’ οὗ τρεφόμεθα μόριον ἡμῶν οὖσα, τούτου ἀντιλαμβάνεται καὶ ὑπὸ τούτου πάσχει πως· τὸ γὰρ ἡδὺ διακρίνει ἡμῶν τὸ δι’ οὗ γευόμεθα, ὅπερ ἐστὶν ἡ γλῶττα· αὕτη γὰρ ὑπὸ τοῦ χυμοῦ πάσχουσα αἰσθάνεται αὐτοῦ καὶ γεύεται. Εἰπὼν δὲ τὸ γὰρ ἡδὺ διακρίνει καὶ τὸ λυπηρὸν αὐτῇ περὶ τὴν τροφήν, ὥστε τὸ μὲν φεύγειν τὸ δὲ διώκειν ἐπήνεγκε τὴν αἰτίαν ὅτι ὁ μὲν χυμός, οὗ αἰσθανόμεθα, πάθος ἐστὶ τοῦ γευστικοῦ μορίου. διὸ εὐλόγως ἡμῖν εἴρηται τὸ τὴν γεῦσιν τὸ ἡδὺ καὶ τὸ λυπηρὸν διακρίνειν τὸ ἐν τῇ τροφῇ ἐν τῷ πάσχειν· τὸ γὰρ γευστικόν, ὅ ἐστι μόριον ἡμῶν, ὑπὸ τοῦ γευστοῦ πάσχον τὸ ἡδὺ καὶ τὸ λυπηρὸν καὶ τὸ τρόφιμον καὶ μὴ διακρίνει. γράφεται καὶ ἀντὶ τοῦ ‘γευστικοῦ μορίου’ ‘τοῦ θρεπτικοῦ μορίου πάθος’, καὶ οὕτως ἂν λέγοιτο τῆς θρεπτικῆς δυνάμεως τῆς ψυχῆς πάθος ὁ χυμὸς εἶναι, ὡς ὑπὸ τοῦ χυμοῦ πασχούσης τῆς δυνάμεως ταύτης. ἄτοπον δὲ τὸ λέγειν ὑπὸ χυμῶν πάσχειν τὴν θρεπτικὴν δύναμιν· τὸ μὲν γὰρ ὑπὸ χυμῶν πάσχειν τὸ αἰσθάνεσθαι χυμῶν ἐστι, τὸ δὲ θρεπτικὸν ἄλλο τοῦ αἰσθητικοῦ. διὸ ἄμεινον, εἰ οὕτως εἴη ἔχουσα ἡ γραφή, μὴ ἐπὶ τὴν δύναμιν τῆς ψυχῆς ἀναφέρειν τὸ θρεπτικόν, ὥς φησι δεῖν ἀκούειν τῆς λέξεως Ἀσπάσιος, ἀλλ’ ἐπὶ τὸ μόριον δι’ οὗ τρεφόμεθα (τούτου γὰρ ὁ χυμός), ἵν’ ᾖ τοῦ τρέφειν δυναμένου μορίου πάθος τὸν χυμὸν λέγων,3 οὗ ἐστιν ἡ γεῦσις ἀντιληπτική. ἀμείνων δὲ ἡ πρότερον ῥηθεῖσα γραφή. γράφεται καὶ οὕτως· καὶ ὅλως ὁ χυμός ἐστι τοῦ γευστικοῦ θρεπτικοῦ μορίου πάθος.
“然而关于感觉与进行感觉,它是什么,以及出于何种原因这承受发生在动物身上,先前已在《论灵魂》中论及。” 在表明了动物共有的功能与承受是通过感觉成立的,并把握到感觉乃是灵魂与身体共有的功能之后,顺着所说的事情,他自然得出在论述动物通过感觉或伴随感觉而产生的这些事情之前,必须先论述感觉;因为它是共有事情中的第一者,其余事情均进一步需要它。由于关于感觉的事项一部分已被论及,一部分将要被论及,他便提醒我们注意那些已被论及的事情(在《论灵魂》中已论及感觉性灵魂与潜能,以及依照它的现实活动);而在提醒我们注意这些事情已论及以及在何处论及之后,他现在将增补关于感觉器官的论述(因为感觉是灵魂与身体所共有的,从而关于感觉器官的论述与关于感觉的论述是相连的),进而还要增补关于感觉对象的论述,因为感觉的现实活动正是围绕这些对象展开的;关于这些对象本身,在《论灵魂》中虽然也简要预先论述过,但现在将更为充分、更为精确地论述。他简要且明确地提醒我们他在《论灵魂》中关于感觉所论述和教授的事项,即一切动物都必然具有感觉;因为动物正是以此与非动物区分开来的。他在该书中表明,由于动物是可触知的,不是单纯的而是复合的,并且其存在处于底护诸要素的某种匀称之中,如果它们不进行接触并不进行感觉以便防范毁灭它们的事物,它们就会被触及它们的事物中的过度所毁灭。他将感觉称为“承受”,是因为进行感觉是通过承受产生的。然而,并非所有感觉都存在于所有动物中,但触觉与味觉却存在于一切动物中。因为在《论灵魂》第三卷的末尾已经表明,动物一旦被剥夺了触觉,同时也就不再存在(因为身体的居间状态与匀称乃是动物的存在所在,触觉的毁灭也就是它的毁灭),而且也表明了味觉作为食物的鉴别性与吸纳性功能对动物而言是必然的,倘若不进食它们便不可能得以保全。因为滋味是我们体内能品味的部分即味觉的一种承受。因为味觉作为我们用以进食的器官部分,把握这种滋味并在某种程度上承受它的作用;因为我们自身中用以品味的部分(即舌头)鉴别快适的东西;因为舌头承受滋味的作用,从而感觉并品尝它。而在说了“因为[味觉]为它鉴别食物中快适的和令人痛苦的,以便躲避后者而追求前者”之后,他补充了其原因,即“我们所感觉到的滋味,乃是能品味的部分的一种承受”。因此,我们说味觉在承受作用的过程中鉴别食物中的快适与令人痛苦是合情合理的;因为能品味的部分作为我们的一部分,承受品味对象的作用,鉴别快适与令人痛苦、滋养与不滋养。还有一种异文将“能品味的部分”写为“滋养部分的承受”,若如此,滋味就当被说成是灵魂滋养能力的承受,意味着这种潜能承受滋味的作用。然而说滋养能力承受滋味的作用是荒谬的;因为承受滋味的作用乃是感觉滋味,而滋养能力与感觉能力是不同的。因此,如果文本确实如此,更好的做法是不要像阿斯帕西奥斯所主张应当理解文句那样,将滋养者归于灵魂的潜能,而是归于我们赖以进食的器官部分(因为滋味属于该部分),以便他将滋味说成是具有滋养能力的器官部分的承受,而味觉正是对该滋味进行把握的。不过先前所说的异文更为优越。也有写成这样的:“一般而言,滋味乃是能品味的滋养部分的承受。”
- 1.3ἔχει μὲν ἑπόμενον τοῖς εἰρημένοις τὸ δεῖν περὶ αἰσθήσεως εἰπεῖν
ἔχει的主语承接句首的分词Δείξας和ἔχων,指亚里士多德。ἔχει的直接宾语是带定冠词的不定词短语τὸ δεῖν...,ἑπόμενον作为现在分词充当谓词性成分(“他拥有作为前述内容的推论之必然性……”)。
- 1.3εἰ μὴ ἁπτόμενα ἦν καὶ αἰσθανόμενα ὡς φυλάσσεσθαι τὰ φθαρτικὰ αὐτῶν, ὑπὸ τῶν ὑπερβολῶν ἂν τῶν ἐν τοῖς ἁπτομένοις αὐτῶν ἐφθείρετο
现在与事实相反的条件句。条件从句采用εἰ搭配未完成迂说法(ἦν + 现在分词ἁπτόμενα καὶ αἰσθανόμενα),结果主句为ἄν搭配未完成过去直陈式(ἐφθείρετο),表达与现在状态相反的假设。其间嵌套了表结果的ὡς + 不定词结构(ὡς φυλάσσεσθαι)。
- 1.3ἵν’ ᾖ τοῦ τρέφειν δυναμένου μορίου πάθος τὸν χυμὸν λέγων
目的从句ἵνα内部由虚拟式助动词与主格分词构成的迂说表达(ᾖ ... λέγων)。分词λέγων的逻辑主语为亚里士多德,τὸν χυμόν为宾语,τοῦ τρέφειν δυναμένου μορίου πάθος为补足语(“以便他将滋味说成是具有滋养能力的器官部分的承受”)。
