- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:99.10-100.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《论题篇》106a10进行注解,首先阐明怯懦与勇敢何以并不因相反者为多数就是多义的,随后指明即便相反者缺乏相异名称(如白与黑)乃至缺乏相反者(如色彩),亦可通过不同感觉器官的判别来确定其同名异义性。
καὶ γὰρ κατὰ μὲν τὸ κακία εἶναι καὶ ἀσυμμετρία περὶ τάδε τὰ πάθη ἐναντία ἐστὶ τῇ ἀνδρείᾳ, κατὰ δὲ τὸ ἔνδεια περὶ τάδε εἶναι τῇ θρασύτητι· οὔτε γὰρ τῇ θρασύτητι ἡ δειλία ἐναντία κατὰ τὸ κακία εἶναι περὶ τάδε τὰ πάθη (κοινωνεῖ γὰρ αὐτῇ τούτου), οὔτε τῇ ἀνδρείᾳ κατὰ τὸ ἔνδεια εἶναι κατὰ τάδε· οὐ γάρ ἐστιν ἐναντίον τὸ περὶ τάδε ἐνδεὲς τῷ περὶ τὰ αὐτὰ μέσῳ. οὐ μὴν ἑκάτερον ἰδίᾳ λαμβανόμενον δειλία, ἀλλὰ τὸ συναμφότερον ἡ δειλία· διὸ σύνθετον μὲν ἂν δεικνύοιτο, οὐ μὴν καὶ πολλαχῶς λεγόμενον.1 ἀλλὰ καὶ ἡ ἀνδρεία, ἐναντία οὖσα τῇ τε δειλίᾳ καὶ τῇ θρασύτητι ἑτέραις οὔσαις, ἐναντία αὐταῖς ἐστι καθ’ ὃ κοινωνοῦσιν ἀλλήλαις· καθ’ ὅσον γὰρ ἀσυμμετρίαι καὶ κακίαι περὶ τάδε τὰ πάθη, ἡ ἀνδρεία αὐταῖς ἐναντία, ὥστε ὡς μιᾷ ἀμφοτέραις. Ἐπ’ ἐνίων δὲ ὀνόματα μὲν οὐ κεῖται διαφέροντα τοῖς ἐναντίοις, φανερᾶς δὲ οὔσης τῆς κατὰ τὰ πράγματα [λέγων] διαφορᾶς δεικνύοιτο ἂν καὶ τὸ προκείμενον τῶν πολλαχῶς λεγομένων ὄν, ᾗ διαφέρουσι πράγμασιν ἐναντίον.2 τῷ γὰρ λευκῷ ἐναντίον μέν ἐστι τὸ μέλαν· ἀλλὰ τὸ μέλαν τὸ μέν ἐστιν ἐν φωνῇ (λέγεται γὰρ μέλαινα φωνή) τὸ δὲ ἐν χρώματι· ἃ ἐπεὶ διαφέρει ἀλλήλων τῷ εἴδει τε καὶ τῷ λόγῳ, δῆλον ὡς καὶ τὸ λευκὸν πλεοναχῶς ἔσται λεγόμενον· ἑκατέρῳ γὰρ τῶν μελάνων οἰκεῖόν τι λευκὸν ἐναντίον ἔσται, τὸ μὲν ἐν φωνῇ ὂν τὸ δὲ ἐν χρώματι. ὅτι δὲ ἄλλο τὸ ἐν φωνῇ μέλαν τοῦ ἐν χρώματι ἔδειξεν, ἅμα καὶ μέθοδον ἡμᾶς διδάσκων τῆς τῶν διαφερόντων ἐπικρίσεως· τῶν γὰρ αὐτῶν τῷ εἴδει ἡ αὐτὴ αἴσθησις. εἰ δὲ τοῦτο, ὧν μὴ ἡ αὐτὴ αἴσθησις, ταῦτα οὐκ ἔστι ταὐτὰ τῷ εἴδει· οὐχ ἡ αὐτὴ δὲ αἴσθησις κριτικὴ τοῦ τε ἐν φωνῇ μέλανος καὶ τοῦ ἐν χρώματι, ἀλλὰ τούτου μὲν ὄψις, ἐκείνου δὲ ἀκοή· εἰ δὲ ὧν διαφέροντα τὰ κριτήρια, ταῦτα ἕτερα ἀλλήλων, καὶ ταῦτα ἄρα ἕτερα ἀλλήλων ἔσται. ἔνεστι καὶ μὴ ἐπὶ ἐναντίων χρώμενον τούτῳ ἀλλ’ ἐπ’ αὐτοῦ τοῦ προκειμένου μόνον δεικνύναι τινὰ ὅτι ἐστὶν ὁμώνυμα, οἷον ἐπὶ χρώματος, ἐπεὶ τοῦ μὲν ὄψις ἐστὶ κριτική τοῦ δὲ ἡ τοῦ μουσικοῦ ἀκοή, ὁμώνυμον τὸ χρῶμα· καίτοι οὐδὲν αὐτῷ ἐστιν ἐναντίον. καὶ εἴη ἂν καὶ οὗτος ὁ τόπος πρὸς τὴν τοῦ πολλαχῶς λεγομένου θήραν ὅμοιος τοῖς φθάνουσιν εἰρῆσθαι.3 δειχθήσεται δὲ καὶ τὸ ἀμβλὺ πολλαχῶς λεγόμενον, ὅτι καὶ τὸ ὀξὺ ἐναντίον ὂν αὐτῷ πολλαχῶς λέγεται· ὀξὺ γὰρ τὸ μέν ἐστιν ἐν φωνῇ τὸ δὲ ἐν ὄγκῳ· καὶ τὸ ἀμβλὺ ἄρα διττόν, τὸ μὲν ἐν φωνῇ (λέγεται γὰρ ἀμβλεῖα φωνή) τὸ δὲ ἐν ὄγκῳ. εἰπὼν δὲ οὔτε ἐπ’ αὐτῶν οὔτε ἐπὶ τῶν ἐναντίων, πῶς οὐδὲ ἐπὶ τῶν ἐναντίων διαφωνεῖ τοῖς ὀνόμασιν, ἔδειξεν εἰπὼν ἀμβλὺ γὰρ καὶ τὸ ἐναντίον ἑκατέρῳ. αὐτὸς δὲ οὐ τὸ ἐν ὄγκῳ ἔλαβεν ἀλλὰ τὸ ἐν χυμῷ.
因为就作为关于这些情感的恶习与不均衡而言,[怯懦]与勇敢相反;而就作为关于这些情感的匮乏而言,它与鲁莽相反。因为怯懦并不是就作为关于这些情感的恶习而言与鲁莽相反(因为在这一点上它与鲁莽是有所共有的),也不是就作为关于这些情感的匮乏而言与勇敢相反;因为关于这些情感的匮乏并不与关于同样事物的中道相反。绝非分别单独抽出的每一项是怯懦,而是二者的结合才是怯懦;因此它或许会被指明为是复合的,却绝不是依多重含义而被说的。此外,勇敢虽也与怯懦和鲁莽这两者相反(它们彼此各异),但它是在它们彼此共有的方面上与它们相反的;因为在它们是关于这些情感的不均衡与恶习的限度内,勇敢与它们相反,因此它是把二者当作单一之物而与之相反的。然而在某些情况下,相反者并未被赋予互不相同的名称,但若事物上的差异是显而易见的,那么眼前所提出的事物只要与互异的事物相反,也可以被指明属于依多重含义而被说的事物。因为对于“白”而言,“黑”是其相反者;然而在“黑”之中,一种是在声音中(因为有所谓“黑沉的声音”),另一种是在色彩中;既然它们在形式和定义上都彼此互异,显然“白”也将是依更多方式被说的;因为对于这两种“黑”中的每一种,都会有某种特有的“白”与之相反,一种是在声音中,另一种是在色彩中。至于声音中的黑与色彩中的黑互不相同,他不仅指明了这一点,同时也教导了我们一种判别相异事物的考察方法:因为对于形式上同一的事物,存在着同一种感觉。但若如此,凡不属于同一种感觉的对象,它们在形式上就不是同一的;而判定声音中的黑与色彩中的黑的感觉并不是同一种,判定后者的是视觉,判定前者的则是听觉;如果评判标准相异的事物彼此互异,那么这些事物由此也将彼此互异。即使不在相反者上而仅仅在眼前所提出的对象本身上运用这一方法,也能够指明某些事物是同名异义的,例如就色彩[或半音阶]而言,既然判定其中一种的是视觉,而判定另一种的是音乐家的听觉,色彩便是同名异义的;尽管对于它并没有任何相反者。而这一用于捕捉多重含义词的论位,也将与先前所述的那些相类似。此外,“钝”也将被指明是依多重方式被说的,因为与其相反的“锐”是依多重方式被说的;因为在“锐”之中,一种是在声音中,另一种是在体积中;因此“钝”也是双重的,一种是在声音中(因为有所谓“钝浊的声音”),另一种是在体积中。而在说了“既不在事物本身上也不在相反者上[名义有所分歧]”之后,他通过说“因为针对每一者的相反者也是钝”,指明了即使在相反者上名称也如何毫无分歧。不过,他自己所取的并不是体积中的钝,而是滋味中的钝。
- 1.52οὐ μὴν ἑκάτερον ἰδίᾳ λαμβανόμενον δειλία, ἀλλὰ τὸ συναμφότερον ἡ δειλία· διὸ σύνθετον μὲν ἂν δεικνύοιτο, οὐ μὴν καὶ πολλαχῶς λεγόμενον.
句首的 οὐ μὴν 起强烈的转折与限制作用,两个分句中的表语 δειλία 与 ἡ δειλία 均省略了系动词 ἐστί。在由 διὸ 引导的后半句中,带有 ἄν 的潜在意愿法动词 δεικνύοιτο 承接前文的“怯懦”为省略的主语,并通过 μέν... οὐ μήν 将复合表语 σύνθετον 与 πολλαχῶς λεγόμενον 进行对比。
- 1.52φανερᾶς δὲ οὔσης τῆς κατὰ τὰ πράγματα [λέγων] διαφορᾶς δεικνύοιτο ἂν καὶ τὸ προκείμενον τῶν πολλαχῶς λεγομένων ὄν, ᾗ διαφέρουσι πράγμασιν ἐναντίον.
前半句是以 φανερᾶς οὔσης τῆς διαφορᾶς 为核心的独立属格结构(括号中的 [λέγων] 常被视作传抄窜入文)。主句主动词为带 ἄν 的意愿法 δεικνύοιτο,主语 τὸ προκείμενον 带分词补足语 τῶν πολλαχῶς λεγομένων ὄν。句末的关系副词 ᾗ(意为“在……的限度内/在……方面”)引导从句 διαφέρουσι πράγμασιν ἐναντίον,规定了主句结论成立的条件。
- 1.52καὶ εἴη ἂν καὶ οὗτος ὁ τόπος πρὸς τὴν τοῦ πολλαχῶς λεγομένου θήραν ὅμοιος τοῖς φθάνουσιν εἰρῆσθαι.
句子的核心骨架是 εἴη ἂν ... ὁ τόπος ... ὅμοιος,其中 εἴη ἄν 为表推测或委婉断言的意愿法加 ἄν。介词短语 πρὸς τὴν ... θήραν 修饰 ὅμοιος 或全句,意为“对于捕捉多重含义词而言”。句末的 τοῖς φθάνουσιν εἰρῆσθαι 由与格分词 φθάνουσιν 搭配完成时被动不定词 εἰρῆσθαι 构成,是表示“先前已被陈述的[论位]”的固定用法。
