← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§98.4-99.10

通过考察相反者判定词的多义性

亚历山大阐释了亚里士多德在《论题篇》106a10中提出的通过考察相反者来判定多重含义的论位,给出了“锐”、“重”、“美”等具体事例,并化解了针对“怯懦”因同时有“勇敢”与“鲁莽”两个相反者而看似也是多重含义词这一难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.52#1

" Πρῶτον μὲν ἐπὶ τοῦ ἐναντίου σκοπεῖν εἰ πολλαχῶς λέγεται." Ἀπὸ τῶν ἀντικειμένων ἀφορμὰς παραδιδοὺς τῆς τῶν πολλαχῶς λεγομένων εὑρέσεώς τε καὶ κρίσεως, πρῶτον, πῶς ἀπὸ τῶν ἐναντίων οἷόν τε γνωρίζειν τι πολλαχῶς λεγόμενον, δείκνυσι. δεῖν γάρ φησιν, εἰ ἔστιν ἐναντίον τι τῷ προκειμένῳ τε καὶ ζητουμένῳ εἰ πολλαχῶς λέγεται, σκοπεῖν εἰ τὸ ἐναντίον αὐτῷ πολλαχῶς λέγεται, ἢ κατὰ τὸ πρᾶγμα μόνον ἢ καὶ κατὰ τὸ ὄνομα, οἷς πλείοσιν οὖσι τοῦτο λέγεται εἶναι·1 τοῦτο γάρ ἐστι τὸ ἐάν τε τῷ εἴδει ἐάν τε τῷ ὀνόματι διαφωνῇ· λέγει γὰρ ‘ἄν τε καὶ τῷ ὀνόματι καὶ μὴ τῷ εἴδει μόνῳ’. ἔστι γὰρ ἐφ’ ὧν καὶ τὰ ὀνόματα εὐθὺς τῶν ἐναντίων τινὶ διαφέροντά ἐστιν, ὥσπερ ἐφ’ ὧν αὐτὸς παρατίθεται· τῷ γὰρ ὀξεῖ ἐναντίον ἐστὶ καὶ τὸ βαρὺ καὶ τὸ ἀμβλύ, ἐν φωνῇ μὲν τὸ βαρύ, ἐν ὄγκῳ δὲ τὸ ἀμβλύ, ἀλλὰ καὶ ἐν χυμῷ τὸ γλυκύ, οὐ μόνον τῷ εἴδει, τοῦτ’ ἔστι τῷ ὑποκειμένῳ πράγματι, διαφέροντα ἀλλήλων ἀλλὰ καὶ τοῖς ὀνόμασιν· ἄλλο γὰρ ὄνομα τὸ βαρὺ καὶ ἄλλο τὸ ἀμβλὺ καὶ ἄλλο τὸ γλυκύ. καὶ τὸ ὀξὺ ἄρα πλεοναχῶς λέγεται ὄν γε ἢ ἀμφοτέροις ἢ πᾶσιν ἐναντίον, καὶ ἔσται αὐτοῦ τὸ μὲν ἐν φωνῇ, ὅ ἐστιν ἐναντίον τῷ βαρεῖ, τὸ δὲ ἐν ὄγκῳ, ὅ ἐστιν ἐναντίον τῷ ἀμβλεῖ, τὸ δὲ ἐν χυμῷ, ὅ ἐστιν ἐναντίον τῷ γλυκεῖ· οὐ γὰρ δὴ τὸ αὐτὸ ὀξὺ καὶ τῷ βαρεῖ καὶ τῷ ἀμβλεῖ καὶ τῷ γλυκεῖ οἷόν τε εἶναι ἐναντίον. ἔστι δὲ ἑκάστῳ αὐτῶν ὀξὺ ἐναντίον· ὥστε διαφέροντα τὰ ὀξέα. σημειωτέον δὲ ὅτι διὰ τῶν ἑξῆς αὐτὸς τῷ ἐν χυμῷ ὀξεῖ τὸ ἐναντίον ἀμβλὺ ὀνομάζει. ὁμοίως πάλιν τῷ βαρεῖ καὶ τὸ ὀξὺ καὶ τὸ κοῦφόν ἐστιν ἐναντία,2 ἐν φωνῇ μὲν τὸ ὀξύ, ἐν ὄγκῳ δὲ τὸ κοῦφον· πολλαχῶς ἄρα καὶ τὸ βαρύ. ὁμοίως καὶ τὸ καλὸν δειχθήσεται τῶν πολλαχῶς λεγομένων ὄν, ἐπειδὴ ἐναντία ἐστὶν αὐτῷ τό τε αἰσχρὸν καὶ τὸ μοχθηρόν, ἐπὶ μὲν ζῴου καὶ τῆς τοῦ ζῴου μορφῆς τὸ αἰσχρόν (λέγεται γὰρ ζῷον καλὸν καὶ αἰσχρόν), ἐπὶ δὲ οἰκίας τὸ μοχθηρόν· οὐκέτι γὰρ οἰκία λέγεται αἰσχρά, ἢ οὐ καλή, ἀλλὰ μοχθηρά. ἀλλὰ τούτῳ γε ἔνεστι τῷ τόπῳ χρωμένους δεικνύναι καὶ τὴν δειλίαν τῶν πολλαχῶς λεγομένων οὖσαν· ἐναντία γὰρ αὐτῇ ἥ τε ἀνδρεία καὶ ἡ θρασύτης, πλείω ὄντα καὶ διαφέροντα ἀλλήλων. ἢ οὐκ ἀνάγκη· οὐ γάρ, ὥσπερ ἐπ’ ἐκείνων καθ’ ἑκάτερον ἦν τὸ ὁλοκλήρως ὑπὸ τοῦ ὀνόματος σημαινόμενον ἐναντίον, οὕτω καὶ ἐπὶ τούτων. τὸ γὰρ αὐτὸ ἀμφοτέροις ἐναντίον, οὐ μὴν κατὰ ταὐτόν· ἐν οἷς γὰρ τῇ δειλίᾳ τὸ εἶναι, τούτων κατὰ μέν τι τῇ ἀνδρείᾳ ἐστὶν ἐναντία, κατὰ δέ τι τῇ θρασύτητι, εἴ γέ ἐστιν ἡ δειλία κακία καὶ ἔνδεια [τῇ] περὶ τάδε τινὰ τὰ πάθη.

“首先,必须就相反者考察其是否依多重含义而被说。” 在传授从对立者出发来发现和判定多重含义词的途径时,他首先指明了如何能够从相反者出发来辨认某种依多重含义而被说的事物。因为他说,如果在眼前所提出的且被探究是否依多重含义而被说的事物上有某种相反者,就必须考察它的相反者是否依多重含义而被说——或者仅仅在事物上,或者也在名称上——就这被说为属于的多个对象而言。因为这就是“无论在形式上还是在名称上有所分歧”的意思;因为他说的是“无论是否也在名称上[有分歧],而不仅在形式上”。因为在某些情况下,某物的相反者的名称也立刻各不相同,正如在他自己所引述的例子中那样:因为对于“锐”而言,“重[低]”与“钝”都是其相反者——在声音中是“重”,在体积中是“钝”——而且在滋味中则是“甜”,它们彼此相异不仅在形式上,即在底层事物上,而且在名称上也相异;因为“重”是一个名称,“钝”是另一个名称,“甜”又是另一个名称。因此“锐”既然与二者或与所有这些都相反,它也就是依更多方式被说的;它的一种形式是在声音中,与“重”相反;另一种是在体积中,与“钝”相反;再一种是在滋味中,与“甜”相反;因为同一个“锐”绝不可能既与“重”相反,又与“钝”相反,还与“甜”相反。而针对它们之中的每一个都存在一个相反的“锐”;因此诸“锐”是互异的。需要指出的是,在接下来的论述中,他自己把滋味中“锐[酸/辛]”的相反者命名为“钝”。同样地,对于“重”而言,“锐[高]”与“轻”也是其相反者——在声音中是“锐”,在体积中是“轻”;因此“重”也是依多重方式被说的。同样地,“美[好]”也将被指明属于依多重含义而被说的事物,既然“丑”与“劣”都是它的相反者:就动物及动物的形貌而言是“丑”(因为动物被称为美与丑),而就房屋而言则是“劣”;因为房屋不再被称为丑,或不美,而是被称为劣。然而,运用这一论位,人们也可以指明“怯懦”同样属于依多重含义而被说的事物;因为“勇敢”与“鲁莽”都是它的相反者,它们既是多数且彼此相异。或者并非必然如此;因为并非如在那些例子中由名称从整体上所指示之物在每种情况下都是相反者那样,在这些事物上也同样如此。因为同一事物虽与二者相反,却绝非依同一方面;因为在构成怯懦之存在的那些要素中,就某一要素而言它与勇敢相反,而就另一要素而言则与鲁莽相反,如果怯懦确实是关于这些特定情感的恶习与匮乏的话。

语法注2 条
  1. 1.52οἷς πλείοσιν οὖσι τοῦτο λέγεται εἶναι

    与格短语 οἷς πλείοσιν οὖσι 被理解为与 εἶναι 连用的领属或关涉与格(“就这被说为属于的多个事物而言”)。它指代相反者所适用的多个不同种或外延,作为判定其是否具有多重含义的基准。

  2. 1.52ἐν οἷς γὰρ τῇ δειλίᾳ τὸ εἶναι, τούτων κατὰ μέν τι τῇ ἀνδρείᾳ ἐστὶν ἐναντία

    结构骨架中,关系从句 ἐν οἷς... τὸ εἶναι 表示“怯懦之存在[本质]所由构成的要素”,其中 τῇ δειλίᾳ 是修饰 τὸ εἶναι 的领属性与格。主句中的 τούτων 充当该关系从句的先行词,作为部分属格与 κατά τι 呼应(“在这些要素中的某一要素上……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:98.4-99.10