- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:100.16-102.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《论题篇》第一卷第15章(106a36–106b4)中判定多义性的论位。他阐明了仅其中一种含义具有相反者而另一含义全然没有的论位(结合快乐、爱、实体之例,并化解了与前一论位的表面矛盾),以及基于居间者之有无或性质差异的论位(以白与黑为例)。
" Ἔτι εἰ τῷ μέν ἐστί τι ἐναντίον τῷ δὲ ἁπλῶς μηδέν." Δεύτερον τόπον τῆς τοῦ πολλαχῶς λεγομένου εὑρέσεως ὄντα καὶ αὐτὸν ἀπὸ τῶν ἐναντίων ἐκτίθεται τοῦτον, εἰ τῶν σημαινομένων ὑπὸ τοῦ προκειμένου, περὶ οὗ ἡ ζήτησις εἴτε πολλαχῶς λέγεται εἴτε μή, τῷ μὲν εἴη τι ἐναντίον τῷ δὲ μηδέν· δῆλον γὰρ ὅτι τῶν πλεοναχῶς λεγομένων ἔσται τοῦτο, σημαῖνόν γε φύσεις διαφόρους. οἷον ἐπὶ ἡδονῆς, ἐπεὶ τῇ μὲν ἀπὸ τοῦ πίνειν ἡδονῇ ἐστιν ἐναντία λύπη ἡ ἀπὸ τοῦ διψῆν, τῇ δὲ ἀπὸ τοῦ θεωρεῖν ἢ τῶν κατὰ γεωμετρίαν τι, οἷον ὅτι ἡ διάμετρος ἀσύμμετρος τῇ πλευρᾷ, ἢ τῶν κατὰ φιλοσοφίαν τι ἢ τῶν κατά τινα ἄλλην ἐπιστήμην μηδέν ἐστιν ἐναντίον, ἡ ἡδονὴ ἔσται τῶν πολλαχῶς λεγομένων· διαφέρει γὰρ κατ’ εἶδος τὸ ᾧ μηδέν ἐστιν ἐναντίον τοῦ ἔχοντός τι ἐναντίον. ὁμοίως δεικνύοιτ’ ἂν καὶ τὸ φιλεῖν ὁμώνυμον, διότι τῷ μὲν κατὰ τὴν διάνοιαν φιλεῖν τὸ μισεῖν ἐστιν ἐναντίον, τῷ δὲ κατὰ τὴν σωματικὴν ἐνέργειαν, ἐφ’ ἧς εἰώθαμεν καὶ τὸ καταφιλεῖν κατηγορεῖν, οὐδέν ἐστιν ἐναντίον. οὕτως ἂν δεικνύοιτο καὶ ἡ οὐσία ὁμώνυμος· τῇ μὲν γὰρ κατὰ τὸ εἶδος ἐναντίον ἡ στέρησις, τῇ δὲ κατὰ τὴν ὕλην οὐδέν. ἐπιζητήσαι δὲ ἄν τις, μήποτε ὁ δεύτερος οὗτος τόπος ἀναιρετικός ἐστι τοῦ πρὸ αὐτοῦ ῥηθέντος·1 ὁ μὲν γὰρ ἐδείκνυεν ὅτι, ἂν τὸ ἐναντίον πολλαχῶς, καὶ τὸ ἐναντίον· ἐκ δὲ τούτου δείκνυται ὅτι ἐνδέχεται τι τοῦ ἐναντίου αὐτῷ πολλαχῶς λεγομένου [τὸ ἐναντίον] μὴ λέγεσθαι πολλαχῶς. ἂν γὰρ ἀντιστρέψαντες λάβωμεν τὸ μισεῖν, εὑρήσομεν τὸ μὲν ἐναντίον αὐτῷ, τὸ φιλεῖν, πολλαχῶς λεγόμενον, αὐτὸ μέντοι τὸ μισεῖν μηκέτι. ἢ οὐκ ἔστιν οὗτος ὁ τόπος ἀναιρετικὸς ἐκείνου·2 ἐπὶ μὲν γὰρ ἐκείνου ἐλαμβάνετο, εἰ τὸ ἐναντίον τῷ προκειμένῳ πολλαχῶς καὶ πᾶσι τοῦτο ἐναντίον ἐκείνοις, καὶ τοῦτο πολλαχῶς· “ἑκατέρῳ” γὰρ εἶπε “τὸ ὀξὺ ἐναντίον”· διὸ πολλαχῶς· ἐνταῦθα δὲ οὐκέτι γίνεται τὸ εἰλημμένον πᾶσιν ἐναντίον τοῖς ὑπὸ τοῦ ἐναντίου σημαινομένοις, μᾶλλον δὲ οὐδέ ἐστιν τῷ μισεῖν ἐναντίον τὸ φιλεῖν πολλαχῶς λεγόμενον· μέρος γάρ τι τοῦ φιλεῖν τοῦ πολλαχῶς λεγομένου ἐναντίον ἐστὶ τῷ μισεῖν. διὸ οὐ διαβληθήσεται ὁ τόπος ἐκεῖνος ὡς μὴ δεικνὺς τὸ προκείμενον.
“此外,若对其中之一有某种相反者,而对另一者则全然没有。” 他在此阐述了用于探寻依多重含义而被说之物的第二个论位(它本身同样基于相反者):如果眼前所提出的关于其是否依多重含义而被说的探究对象所表示的诸项中,对其中之一有某种相反者,而对另一者则没有;因为显而易见,这必定属于依更多方式被说之物,既然它表示了互异的本性。例如在快乐的场合中,既然与来自饮水的快乐相反的是来自口渴的痛苦,但与来自沉思几何学中的某种事物(例如对角线与边不可通约)、哲学中的某种事物或某种其他知识中的事物的快乐相反的却绝无任何东西,快乐便将属于依多重含义而被说之物;因为对于其没有任何相反者之物,在形式上是不同于具有某种相反者之物的。同样地,“爱”也能够被指明是同名异义的,因为与依理智的爱相反的是恨,而与依身体活动的爱(对于它我们也习惯于谓述“亲吻”)相反的则绝无任何东西。照此,实体也能够被指明是同名异义的;因为与依据形式的[实体]相反的是匮乏,但与依据质料的[实体]相反的则绝无任何东西。然而有人或许会探问:这第二个论位难道不是在否定它此前所说的论位吗?因为前一个论位曾指明,若相反者是依多重方式被说的,则其相反者亦然;但由此论位却表明,虽然某物的相反者依多重含义而被说,但该物[该相反者]却完全可能不是依多重含义而被说的。因为如果我们换位而取“恨”,我们将会发现与其相反的“爱”是依多重方式被说的,但“恨”本身却不再是如此。或者毋宁说,这一论位并不否定前一论位;因为在那一场合中所假定的是,若眼前对象的相反者是依多重方式被说的,且此对象与那些全部所指相反,则此对象也是依多重方式被说的;因为他说过“对于两者中的每一者,锐都是其相反者”,故而是依多重方式的。但在此处,所取的项不再与其相反者所表示的所有事物相反,甚至不如说,依多重方式被说的“爱”并不与“恨”相反;因为在依多重方式被说的“爱”之中,只有某一部分是与“恨”相反的。因此,前一个论位绝不会因未能指明眼前的论题而遭到质疑。
"Ἔτι ἐπὶ τῶν ἀνὰ μέσον, εἰ τῷ μέν ἐστί τι ἀνὰ μέσον τῷ δὲ μηδέν." Οἱ μὲν προειρημένοι δύο τόποι ἀπὸ τοῦ ἐναντίου τὸ ἐναντίον ἐδείκνυον πολλαχῶς λεγόμενον· οὗτος δὲ τρίτος ὢν ἀπὸ τῶν μεταξὺ τῶν ἐναντίων ἀμφότερα τὰ ἐναντία δείκνυσιν ὁμώνυμα. ἐπεὶ γὰρ τῶν ἐναντίων τὰ μὲν ἄμεσά ἐστι τὰ δὲ ἔμμεσα, ὡς ἐν Κατηγορίαις δέδεικται, καὶ οὐκ ἔστι τὰ αὐτὰ τὰ ἔμμεσα τοῖς ἀμέσοις, ἀλλ’ οὐδὲ ὧν διαφέροντα τὰ μέσα, οὐδὲ ταῦτα ταὐτά ἐστιν, ἐπιβλέπειν φησὶ δεῖν ἐπὶ τὰ ἐκκείμενα ἐναντία. κἂν εὑρίσκωμεν τῶν σημαινομένων ὑπ’ αὐτῶν τὰ μὲν ἔμμεσα ὄντα τὰ δὲ ἄμεσα, ἑκάτερον τῶν ἐναντίων τῶν εἰλημμένων ὁμώνυμον ἐροῦμεν εἶναι· οἷον λευκὸν καὶ μέλαν ἐναντία. καὶ σημαίνει γε ἑκάτερον αὐτῶν καὶ τὸ ἐν χρώμασι λευκόν τε καὶ μέλαν καὶ τὸ ἐν φωνῇ. ὅτι οὖν ταῦτα ἕτερα ἀλλήλων τῷ εἴδει, γνωρίζομεν ἐκ τοῦ τὰ μὲν ἐν τοῖς χρώμασιν ἔχειν αὑτῶν μεταξύ τινα τὰ δὲ ἐν τῇ φωνῇ3 [οὔ. ὅτι ἦν ταῦτα ἕτερα ἀλλήλων] ἢ μηδὲν ἤ, εἴπερ ἄρα, τὸ σομφόν, ὃ ἄλλο ἐστὶ φαιοῦ καὶ ὠχροῦ καὶ τῶν ἄλλων ἃ τῶν ἐν χρώμασιν ἐναντίων ἐστὶ μεταξύ. καθόλου γάρ, ἄν τε τῶν μὲν ᾖ τι ἐναντίων τῶν δὲ μή, ἄν τε τῶν μὲν πλείω τῶν δὲ ἓν ᾖ ἢ ὅλως διαφέροντα καὶ μὴ τὰ αὐτά, ὁμώνυμα ἔσται τὰ ἐν ταῖς τοιαύταις διαφοραῖς ἐναντία.
“此外在居间者上,若对其中之一有某种居间者,而对另一者则没有。” 前述的两个论位都是基于相反者指明其相反者是依多重方式被说的;但这第三个论位则是基于相反者之间的居间者,指明这两个相反者皆是同名异义的。因为正如在《范畴篇》中所指明的那样,既然在相反者之中,有些是无中介的,有些是有中介的,并且有中介者与无中介者不是同一的,甚至居间者相异的事物彼此也不是同一的,故他说应当考察眼前所列出的相反者。如果我们发现它们所表示的事物中有的是有中介的,有的是无中介的,我们便可以说所取的每一个相反者都是同名异义的;例如白与黑是相反者。而它们各自既表示色彩中的白与黑,也表示声音中的白与黑。因此,它们在形式上彼此互异这一点,我们是从色彩中的相反者具有某些居间者,而声音中的相反者或者毫无居间者,或者即使有也只是嘶哑声(它不同于灰暗色、淡黄色以及处于色彩中相反者之间的其他颜色)这一事实中认识到的。因为总体而言,无论对某些相反者有某种[居间者]而对另一些没有,还是对某些有多个而对另一些只有一个,抑或完全不同而非同一,处于此类差异中的相反者都将是同名异义的。
- 1.53μήποτε ὁ δεύτερος οὗτος τόπος ἀναιρετικός ἐστι τοῦ πρὸ αὐτοῦ ῥηθέντος
μήποτε 置于动词 ἐπιζητήσαι ἄν τις 之后,引导表达疑虑或探问(“是否可能……”)的间接疑问从句。它与直陈式现在时 ἐστι 连用,将这种逻辑矛盾的可能性作为一个严肃的问题引入考察。
- 1.53ἢ οὐκ ἔστιν οὗτος ὁ τόπος ἀναιρετικὸς ἐκείνου
句首的连词 ἤ 是哲学注解中用于引出对前述疑难(μήποτε...)的解答或反驳的典型用法(“或者说/毋宁说……”)。随后的对比结构(ἐπὶ μὲν γὰρ ἐκείνου ... ἐνταῦθα δὲ ...)指明了两个论位在前提条件上的差异,从而化解了矛盾。
- 1.54ἐκ τοῦ τὰ μὲν ἐν τοῖς χρώμασιν ἔχειν αὑτῶν μεταξύ τινα τὰ δὲ ἐν τῇ φωνῇ
由介词 ἐκ 和属格冠词 τοῦ 引出的定冠词不定式结构(ἐκ τοῦ + 不定式),作为状语表示动词 γνωρίζομεν 的依据。不定式从句内部由 τὰ μὲν 与 τὰ δὲ 对举构成宾格逻辑主语,述谓不定式 ἔχειν 直接统辖前半句,在后半句中则承前省略。
