← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§96.22-98.3

区分多重涵义与赋予固有定义

在亚里士多德探讨辩证法的第二种工具即多重含义的区分与辨认时,亚历山大首先阐明了为每个涵义给出固有定义的重要性,随后论证了加上“依形式”一语意指本质定义(逻各斯)的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.50

" Τὸ δὲ ποσαχῶς, πραγματευτέον μὴ μόνον ὅσα λέγεται." Τῶν τεσσάρων, ὧν ὡς ὀργάνων χρησίμων εἶπεν εἶναι πρὸς τοὺς συλλογισμούς, δεύτερον ἦν τὸ δύνασθαι τὸ πολλαχῶς λεγόμενον διαιρεῖν τε καὶ γνωρίζειν. ἐφ’ ὃ μετὰ τὸ ὑποθέσθαι, πῶς οἷόν τέ ἐστι τῶν προτάσεων εὐπορεῖν, μέτεισι, καὶ παραδίδωσι τόπους ἡμῖν τινας καὶ ἀφορμάς, δι’ ὧν γνωρίζειν δυνησόμεθα, εἴτε τῶν πολλαχῶς λεγομένων ἐστὶ τὸ προκείμενον εἴτε καὶ μοναχῶς λέγεται. διττοῦ δὲ ὄντος τοῦ πολλαχῶς, τοῦ μὲν ἐν ὀνόμασιν, ἃ ὁμώνυμα καλεῖται, τοῦ δὲ ἐν λόγῳ, ἃ εἰώθαμεν ἀμφίβολα λέγειν, πῶς τὸ ἐν ὀνόμασι διττὸν γνωρίζειν δυνησόμεθα, νῦν δείκνυσι. πρὸ δὲ τούτων πρῶτον παράγγελμά τι ἡμῖν παραδίδωσι, διδάσκων πῶς δεῖ τὴν τῶν πολλαχῶς λεγομένων διαίρεσίν τε καὶ ἀπόδοσιν ποιεῖσθαι. οὐ γὰρ μόνον φησὶ δεῖν αὐτὰ τὰ διαφέροντα μὲν ἀλλήλων σημαινόμενα δὲ ὑπὸ τοῦ αὐτοῦ παρέχεσθαι, λέγοντας ἢ γράφοντας ὅτι ἄλλως μὲν φέρε εἰπεῖν τὸ ἀγαθὸν λέγεται κατὰ δικαιοσύνης καὶ ἀνδρείας, ἄλλως δὲ κατὰ τοῦ εὐεκτικοῦ τε καὶ ὑγιεινοῦ (λέγεται γὰρ καὶ ταῦτα ἀγαθά), ἀλλὰ καὶ προστιθέντας1 ὅτι τὰ μὲν ὡς ἕξεις ἀγαθὰ λέγεται καὶ καθ’ αὑτὰ τοιαῦτα, ὡς αἱ ἀρεταί (ποιὰ γὰρ ἀντὶ τοῦ ‘ἀγαθὰ’ εἶπεν, ἐπεὶ ἁπλῶς γε ποιὰ καὶ τὰ ὑγιεινά), τὰ δὲ ὡς ποιητικὰ ἀγαθοῦ τινος, ὡς τὰ εὐεκτικά τε καὶ ὑγιεινά· ταῦτα γὰρ ἀγαθά, ὅτι ἀγαθοῦ ποιητικά, ὡς εἴωθεν αὐτὸς ποιεῖσθαι τὴν διαίρεσιν τῶν ἀγαθῶν· διὸ καὶ τὰ μὲν ὡς ἕξεις λεγόμενα καὶ τῷ αὐτὰ ποιὰ εἶναι τοὺς ἔχοντας αὐτὰ ἀγαθοὺς ποιεῖ, τὰ δὲ οὕτω λεγόμενα ἀγαθὰ ὡς ποιητικά τινος ἀγαθοῦ οὔτε καθ’ αὑτά ἐστιν ἀγαθὰ οὔτε τοὺς ἔχοντας αὐτὰ ἀγαθοὺς ποιεῖ ἀλλὰ ἔχοντας ἀγαθόν. οὕτως γὰρ ἔστιν εἰδέναι σαφῶς ὅτι πολλαχῶς λέγεται, εἰ κατὰ τὸν οἰκεῖον λόγον διάφορον τοῖς σημαινομένοις τὴν ἀπόδοσιν ποιούμεθα ἑκάστου.

“关于多重含义,不可仅探讨其被说的种数。” 在他所说的作为推论之有用工具的四种事物中,第二种是区分并辨认多重含义词的能力。在阐明了如何能够丰富地具备前提之后,他转向了这一项,并向我们传授了某些论位与途径,借此我们将能够辨认眼前所提出的事物是属于依多重含义而被说的,还是依单一含义而被说的。由于多重含义有两种——一种在名称中,被称为同名异义词;另一种在话语中,我们习惯称之为歧义句——他现在指明了我们将如何能够辨认名称中的多重含义。但在这些之前,他首先向我们传授了一条指导原则,教导人们应当如何进行多重含义词的划分与定则的陈述。因为他说,人们不仅应当给出那些彼此相异却由同一名称所指示的涵义本身,即通过口述或笔录指出:比如“善”就正义与勇敢而言是依一种方式被说,而就良好体魄与健康之物而言则是依另一种方式被说(因为这些也被称为善);而且还应当补充说,前者作为状态被称为善,且自身即是如此,如诸德性那样(因为他用了‘性质’一词代替‘善’,既然健康之物就普遍而言也是性质),而后者则是作为某种善的产生者[被称为善],正如良好体魄与健康之物那样;因为这些之所以是善,乃是由于它们能产生善,正如他自己通常对诸善事物所作的划分那样。因此,作为状态而被说的那些事物,凭借其自身具有特定性质,也使拥有它们的人成为善人;而那些作为某种善的产生者而被如此称为善的事物,既非自身为善,也不能使拥有它们的人成为善人,而是使他们成为拥有某种善的人。因为如果根据固有定则对所指示之物作出各自相异的陈述,如此便能够清楚地知晓它是依多重方式被说的。

§1.51

"Πότερον δὲ πολλαχῶς ἢ μοναχῶς." Εἰπὼν πῶς χρὴ τὴν διαίρεσιν ποιεῖσθαι τῶν πολλαχῶς λεγομένων, ἐπὶ τὸ τὴν μέθοδον ἡμῖν παραδιδόναι, πῶς γνωρίσομεν αὐτά, μέτεισι. τῷ δὲ πότερον πολλαχῶς ἢ μοναχῶς τὸ τῷ εἴδει προσέθηκεν,2 εὐλόγως· ὅταν γὰρ τῷ εἴδει καὶ τῷ λόγῳ καὶ αὐτῷ τῷ ὁρισμῷ διαφέρῃ ἀλλήλων τὰ σημαινόμενα, τότε ἐστὶν ὁμώνυμα καὶ ἀμφίβολα καὶ πολλαχῶς λεγόμενα. ἐπεὶ πολλαχῶς γε καὶ τὸ γένος καὶ τὸ εἶδος λέγεται· κατὰ πλειόνων γὰρ ἑκάτερον κατηγορεῖται· ἀλλ’ ἐπεὶ μὴ τὰ ὧν κατηγορεῖται κατὰ τὸ εἶδος καὶ τὸν λόγον τὸν κατὰ τοὔνομα τὸ κοινὸν διαφέρει, οὐ λέγεται ὁμώνυμα ἢ ἀμφίβολα οὔτε τὸ γένος οὔτε τὸ εἶδος· ὁμώνυμα γάρ ἐστιν, ὡς ἐν Κατηγορίαις εἶπεν, “ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος”, ὃ νῦν εἶδος εἴρηκεν. ὅτι δὲ τῷ εἴδει ἀντὶ τοῦ ‘τῷ λόγῳ’ εἶπεν, αὐτὸς ἐδήλωσε δι’ ὧν ἐπιφέρει, ἄν τε τῷ εἴδει λέγων ἄν τε τῷ ὀνόματι διαφωνῇ.

“究竟是多重地还是一重地[依形式……]。” 在说明了应当如何对多重含义词进行划分之后,他进而向我们传授我们将如何辨认它们的方法。在“究竟是多重地还是一重地”之后,他合理地加上了“依形式”;因为每当所指示的事物在形式、定则以及定义本身上彼此有别时,它们就是同名异义的、歧义的以及依多重含义而被说的。因为属和种其实也是依多重方式被说的(既然二者都述说多个事物);但是由于它们所述说的事物在形式上以及依公共名称的定则上并不相异,所以属和种都不被称为同名异义或歧义的。正如他在《范畴篇》中所说,同名异义者乃是“唯有名称共通,而依名称的本质定则是相异的”,他现在将这〔定则〕称为“形式”。而他以“依形式”代替“依定则”,这一点他自己通过紧接着补充的话显明了,即“无论在形式上还是在名称上有所分歧”。

语法注2 条
  1. 1.50οὐ γὰρ μόνον φησὶ δεῖν αὐτὰ τὰ διαφέροντα μὲν ἀλλήλων σημαινόμενα δὲ ὑπὸ τοῦ αὐτοῦ παρέχεσθαι, λέγοντας ἢ γράφοντας ... ἀλλὰ καὶ προστιθέντας

    阳性宾格复数分词 λέγοντας、γράφοντας 与 προστιθέντας 充当非人称动词 δεῖν(依存于 φησί)的不定指逻辑主语。句式骨架为 οὐ μόνον ... παρέχεσθαι 与 ἀλλὰ καὶ προστιθέντας [δεῖν] 的对照。

  2. 1.51τῷ δὲ πότερον πολλαχῶς ἢ μοναχῶς τὸ τῷ εἴδει προσέθηκεν

    动词 προσέθηκεν(“加上了”)支配以与格定冠词 τῷ 引导的引句“πότερον πολλαχῶς ἢ μοναχῶς”作为间接宾语,并以带有中性宾格定冠词 τὸ 的短语“τῷ εἴδει”作为直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:96.22-98.3