← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§95.17-96.21

哲学与辩证术的目标差异及普遍前提的效用

亚历山大阐明了哲学家(依据真理)与辩证家(依据通念)探讨前提之目的的差异(105b30),并解释了尽可能普遍地选取前提以从单一普遍前提中推导出大量具体前提的益处(105b31)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.48

" Πρὸς μὲν οὖν φιλοσοφίαν κατ’ ἀλήθειαν περὶ αὐτῶν πραγματευτέον." Εἰπὼν τῶν προβλημάτων τε καὶ τῶν προτάσεων τὰ μὲν ἠθικὰ εἶναι τὰ δὲ φυσικὰ τὰ δὲ λογικά, προστίθησιν ὅτι τῷ μὲν φιλοσόφῳ κατὰ τὸ ἀληθὲς δεῖ τὴν περὶ τούτων γίνεσθαι ἐξέτασίν τε καὶ πραγματείαν. καθ’ ἕκαστον γὰρ εἶδος τῶν προειρημένων τῆς τοῦ ἀληθοῦς χάριν εὑρέσεως τὴν περὶ ταῦτα πραγματείαν ποιεῖται, ἐν μὲν ταῖς πολιτικαῖς τε καὶ ἠθικαῖς ἀκροάσεσι περὶ τῶν ἠθικῶν, ὥστε τὰς ἀληθῶς πρὸς αἵρεσιν καὶ ἀληθῶς πρὸς φυγὴν συντεινούσας προτάσεις ἐκλέξει καὶ περὶ τῶν ἀληθῶς αἱρετῶν, ἐν δὲ ταῖς θεωρητικαῖς τε καὶ φυσικαῖς τὰ ὡς ἀληθῶς ἀληθῆ ζητήσει, ἐν δὲ τοῖς Ἀναλυτικοῖς καὶ ἐν τοῖς περὶ προτάσεων καὶ ἐν τῇ τῶν πολλαχῶς λεγομένων διαιρέσει καὶ ὅσα τοιαῦτα τῶν ἀληθῶς χρησίμων τὴν ἐκλογὴν ποιήσεται λογικῶς. διαλεκτικῶς δὲ πρὸς δόξαν,1 ὡς ἔν τε ταύτῃ τῇ πραγματείᾳ καὶ ἐν τοῖς ῥητορικοῖς καὶ ἐν τοῖς ἐξωτερικοῖς· καὶ γὰρ καὶ ἐν ἐκείνοις πλεῖστα καὶ περὶ τῶν ἠθικῶν καὶ περὶ τῶν φυσικῶν ἐνδόξως λέγεται.

“因此对于哲学而言,必须依据真理来探讨它们。” 在说明了问题与前提有些是伦理的、有些是物理的、有些是逻辑的之后,他补充说,对于哲学家而言,关于这些事物的考察与探讨必须依据真理来进行。因为为了发现真理,哲学家就上述各个种分别进行关于这些事物的探讨:在政治学和伦理学的著述中探讨伦理事物,从而选录出真正倾向于抉择、真正倾向于规避的前提,以及关于真正值得抉择之事的前提;在理论的和物理学的著述中探寻真正真实的事物;而在《分析篇》、关于前提的论著、关于多重含义词的划分以及所有此类论题中,以逻辑的方式选录出真正有用的东西。反之,辩证地探讨则是面向思惑的,正如在这部论著中、在修辞学著述中以及在流传于外的著作中那样;因为即使在那些著作中,也有极多关于伦理与物理事物的话是依通念陈述的。

§1.49

"Ληπτέον δὲ ὅτι μάλιστα καθόλου πάσας τὰς προτάσεις." Πρὸς τὸ πλειόνων ἡμᾶς εὐπορεῖν προτάσεων καὶ λόγων καὶ τοῦτό φησιν εἶναι χρήσιμον τὸ πειρᾶσθαι ὡς ὅτι μάλιστα καθόλου λαμβάνειν τὰς προτάσεις ἐν ταῖς ἐκλογαῖς· οὕτως γὰρ ἀπὸ μιᾶς ληφθείσης πλειόνων εὐπορήσομεν, οἷον μὴ ὅτι τῶν ἐναντίων μία ἐπιστήμη, ἀλλὰ ὅτι τῶν ἀντικειμένων· ἔχοντες γὰρ τοῦτο ἔχομεν δι’ αὐτοῦ καὶ ὅτι τῶν ἐναντίων καὶ ὅτι τῶν κατὰ ἕξιν καὶ στέρησιν καὶ τῶν πρός τι καὶ τῶν κατ’ ἀντίφασιν ἀντικειμένων ἡ αὐτὴ ἐπιστήμη. ἀλλὰ καὶ τούτων ἑκάστην πάλιν διαιρήσομεν λαμβάνοντες τὰ ὑφ’ ἕκαστον αὐτῶν, οἷον τὰ ὑπὸ τὰ ἐναντία· ἀγαθοῦ γὰρ καὶ κακοῦ ἡ αὐτὴ ἐπιστήμη, καὶ λευκοῦ καὶ μέλανος ἡ αὐτὴ αἴσθησις, ὄψις γάρ· ἀλλὰ καὶ ψυχροῦ καὶ θερμοῦ ἡ αὐτή, ἁφὴ γάρ· ὁμοίως ξηροῦ καὶ ὑγροῦ. ἐπιστήμην δ’ ἂν κοινότερον τὴν γνῶσιν λέγοι,2 ἥτις γνῶσις καὶ δι’ αἰσθήσεως γίνεται. ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, καὶ ἐπὶ μὲν τῶν πρός τι διπλασίου καὶ ἡμίσεος ἡ αὐτή, καὶ βαρυτέρου καὶ κουφοτέρου ἡ αὐτή, ἀλλὰ καὶ τῶν ὁμοίων ἡ αὐτή. καὶ ἐπὶ ἕξεως δὲ καὶ στερήσεως τυφλοῦ καὶ βλέποντος ἡ αὐτὴ γνωστικὴ καὶ κωφοῦ καὶ ἀκούοντος. ἀλλὰ καὶ ἐπὶ ἀντιφάσεως τοῦ εἰδότος ὅτι ἥδε ἡ κατάφασις ἀληθής, ἔστι τὸ καὶ τὴν ἀντικειμένην αὐτῇ ἀπόφασιν εἰδέναι ὅτι ψευδής,3 καὶ ἔμπαλιν. πάλιν ὅτι πᾶσα κίνησις μεταβολὴ ποθὲν ποὶ ληπτέον, ἀλλ’ οὐχ ὅτι ἡ τοπικὴ κίνησις· ἔχοντες γὰρ ἐκεῖνο ἕξομεν ὅτι καὶ ἡ γένεσις καὶ ἡ φθορὰ καὶ ἡ ἀλλοίωσις καὶ ἡ αὔξησις καὶ ἡ φθίσις.

“而应当尽可能普遍地选取所有的前提。” 为了使我们拥有更丰富的前提与论证,他说这也是有用的:在选录时尽量尝试尽可能普遍地选取前提;因为这样一来,从所选取的一个前提中,我们将获得更多前提的丰富储备。例如,不是选取“对于相反者有同一种科学”,而是选取“对于对立者[有同一种科学]”;因为掌握了这一点,通过它我们也就能掌握:无论是对于相反者,还是对于依状态与缺失对立者,对于关系概念,还是对于依矛盾对立者,都有同一种科学。不仅如此,通过选取隶属于它们每一类之下的事物,我们将能再次对它们之中的每一类进行划分;例如隶属于相反者之下的:善与恶有同一种科学,白与黑有同一种感觉(即视觉),冷与热也有同一种感觉(即触觉),干与湿同样如此(在此他所说的“科学”大概是指更宽泛意义上的认知,即那种也能通过感觉而生成的认知)。但在其他事物上也同样如此:在关系概念中,对于两倍与一半有同一种科学,对于较重者与较轻者有同一种,对于相似者也有同一种。在状态与缺失中,同一认知机能适用于盲与见,以及聋与听。此外在矛盾对立中,凡知晓这一肯定命题为真者,知晓与之对立的否定命题为假亦属于他,反之亦然。再者,应当选取“一切运动皆是从某处到某处的改变”,而不应选取“位移运动是[从某处到某处的改变]”;因为掌握了前者,我们将能掌握生成、毁灭、质变、增长与衰减也是如此。

语法注3 条
  1. 1.48διαλεκτικῶς δὲ πρὸς δόξαν

    承接前文“对于哲学家而言,考察……必须依据真理来进行”(τῷ μὲν φιλοσόφῳ κατὰ τὸ ἀληθὲς δεῖ ... γίνεσθαι)以及引文“对于哲学而言,必须依据真理来探讨”(Πρὸς μὲν οὖν φιλοσοφίαν ... πραγματευτέον)所形成的对比,此处为省略句,需补出动形容词 πραγματευτέον(或 δεῖ τὴν πραγματείαν γίνεσθαι)作谓语来理解。

  2. 1.49ἐπιστήμην δ’ ἂν κοινότερον τὴν γνῶσιν λέγοι

    ἄν 与祈愿气(λέγοι)连用表示委婉的主张或推测(潜在祈愿气),体现了注解者自身对亚里士多德何以在刚提及“感觉”之后仍统称为“科学”(ἐπιστήμη)所作出的解释(“他所说的科学大概是指更宽泛意义上的认知”)。句法上为双重宾格,带冠词的 τὴν γνῶσιν 为直接宾语,无冠词的 ἐπιστήμην 为补足谓语宾格。

  3. 1.49τοῦ εἰδότος ὅτι ἥδε ἡ κατάφασις ἀληθής, ἔστι τὸ καὶ τὴν ἀντικειμένην αὐτῇ ἀπόφασιν εἰδέναι ὅτι ψευδής

    该句的基本句式为 ἔστι(充当表所属/特性的谓语)+带冠词的不定词短语(τὸ ... εἰδέναι 作主语)+属格(τοῦ εἰδότος)。属格分词 τοῦ εἰδότος 充当所有或特性的属格(“属于……/是……的特征”),整句结构为:“对于知晓此肯定命题为真的人而言,知晓与之对立的否定命题为假亦属于他”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:95.17-96.21