- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:93.20-95.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《论题篇》第一卷第14章(105b19)进行注解,阐明辩证前提与问题区分为伦理、物理和逻辑三类的理由,并论述对它们的把握需要通过范例进行归纳,而非依赖严格的定义。
" Ἔστι δὲ ὡς τύπῳ περιλαβεῖν τῶν προτάσεων καὶ τῶν προβλημάτων μέρη τρία." Πρὸ ὀλίγου λέγων περὶ τοῦ προβλήματος εἶπε “πρόβλημα δέ ἐστι διαλεκτικὸν θεώρημα τὸ συντεῖνον ἢ πρὸς αἵρεσιν καὶ φυγὴν ἢ πρὸς ἀλήθειαν καὶ γνῶσιν, ἢ αὐτὸ ἢ ὡς συνεργὸν πρός τι ἕτερον τῶν τοιούτων”. ὃ δὴ τότε περὶ τοῦ προβλήματος εἶπε (καὶ ἐπεσημηνάμεθα ὅτι οὐ τὰ προβλήματα1 μόνον ἀλλὰ καὶ αἱ προτάσεις ἐν τούτοις), τοῦτο καὶ αὖθις νῦν λέγει· μέρη γὰρ ἀντὶ τοῦ ‘εἴδη’ καὶ τῶν προτάσεων καὶ τῶν προβλημάτων κοινὰ καθόλου φησὶν εἶναι ταῦτα, λέγων τῶν διαλεκτικῶν,2 ἐπεί ἐστί τινα προβλήματα καὶ προτάσεις οὔτε ἠθικαὶ οὔτε φυσικαὶ οὔτε λογικαί, αἱ γὰρ κατὰ τὰς τέχνας τε καὶ τὰς ἐπιστήμας, οἷον ἐν γεωμετρίᾳ, ἐν μουσικῇ. τῶν δὴ προτάσεων, ὁμοίως δὲ καὶ τῶν προβλημάτων, αἱ μέν, ὡς φησιν, εἰσὶν ἠθικαί, ἠθικὰς λέγων τὰς περὶ τῶν “πρὸς αἵρεσιν καὶ φυγήν” συντελούντων, αἱ δὲ φυσικαί· τοῦτο δὲ ταὐτὸν τῷ “πρὸς ἀλήθειαν καὶ γνῶσιν”· πάντα γὰρ τὰ φυσικὰ πρὸς τὴν γνῶσιν τοῦ ἀληθοῦς ἐν αὑτοῖς ἔχει τὴν κυριωτάτην ἀναφοράν, εἰ καί τινες ἤδη τῇ περὶ ταῦτα ἐμπειρίᾳ καὶ πρὸς πράξεις χρῶνταί τινας· τὰς δὲ λογικάς, ὃ ἐκεῖ εἶπεν “ἢ ὡς συνεργὸν πρός τι ἕτερον τῶν τοιούτων” νῦν λογικὸν ὀνομάσας, ὅτι τὸ λογικὸν ὀργανικόν ἐστι καὶ ὡς συντελοῦν τι πρὸς τὰ ἄλλα παραλαμβανόμενον δεικνύς. διὰ δὲ τῶν παραδειγμάτων ἔδειξε τίνες μέν εἰσιν αἱ ἠθικαί, τίνες δὲ αἱ φυσικαὶ καὶ τίνες αἱ λογικαί. τὸ δὲ ὡς τύπῳ περιλαβεῖν προσέθηκεν, ὅτι μὴ ἔστιν ἀκριβῶς ἀφορίσαντας εἰπεῖν τὰς μὲν “πρὸς αἵρεσιν καὶ φυγὴν” συντεινούσας ἠθικὰς εἶναι, τὰς δὲ “πρὸς ἀλήθειαν καὶ γνῶσιν” φυσικάς· ἔστι γὰρ ἐφ’ ὧν ὑπαλλάσσει, ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται. ὡς δὲ περὶ προτάσεων μέλλων λέγειν προσθεὶς τὸ αἱ μὲν γὰρ ἠθικαὶ προτάσεις εἰσίν, ἀλλὰ καὶ ἐπιφέρων τὸ ὁμοίως καὶ τὰ προβλήματα, [καὶ] τὰ παραδείγματα λέγων ἐσχημάτισεν ὡς προβλήματα· τὸ γὰρ ‘πότερον’ εἶπεν, ὅ τι προβλήματος οἰκεῖον, ὥσπερ τὸ ‘ἆρά γε’ προτάσεως, ἴσως οὐκέτι τῇ λέξει τὴν διαφορὰν αὐτῶν τηρῶν. καθόλου μὲν γὰρ πρόβλημα διαλεκτικὸν ὅσον ἐπὶ τῇ λέξει πρότασιν ἔστι ποιῆσαι καὶ πᾶσαν πρότασιν πρόβλημα τῇ τοῦ ‘πότερον’ καὶ τῇ τοῦ ‘ἆρά γε’ ὑπαλλαγῇ· οὐκέτι μέντοι ἡ κατὰ τὰ πράγματα αὐτῶν διαφορὰ ταύτην ἐπιδέχεται τὴν ὑπαλλαγήν· τὰ μὲν γὰρ προβλήματα ἀμφισβητούμενα εἶναι δεῖ, τὰς δὲ προτάσεις ἐξ αὑτῶν ἔχειν δεῖ τὸ πιστόν. Καθόλου δὲ περιλαβεῖν μὲν ὁρισμῷ τὰ προειρημένα εἴδη τῶν προτάσεων οὔ φησιν εἶναι ῥᾴδιον, δεῖν δὲ κατὰ τὰ προειρημένα παραδείγματα συνεθίζειν αὑτοὺς διὰ τῆς ἐπαγωγῆς τῷ δύνασθαι γνωρίζειν τὰς διαφορὰς αὐτῶν. οὔτε γὰρ ὁ λέγων ἠθικὰ εἶναι τὰ “πρὸς αἵρεσιν καὶ φυγὴν” συντείνοντα, ὡς ἐρρέθη πρὸ ὀλίγου, πάντα τὰ ἠθικὰ περιλήψεται· τὸ γοῦν περὶ τοῦ εἰ ἀντακολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταὶ πρόβλημά ἐστι μὲν ἠθικόν, οὐ μὴν ἡ γνῶσις αὐτοῦ πρὸς αἵρεσιν ἔχει τὴν ἀναφορὰν ἀλλὰ πρὸς γνῶσιν. ὁμοίως καὶ τὸ ‘πότερον ἡ ἡδονὴ λεία κίνησίς ἐστιν ἢ οὔ;’ ἔστι μὲν ἠθικὸν πρόβλημα, οὐ μὴν πρὸς αἵρεσίν τι ἡ γνῶσις αὐτοῦ συντελεῖ ἢ φυγήν. διὸ εὐλόγως εἶπε τὸ ποῖαι δὲ ἕκασται τῶν προειρημένων, ὁρισμῷ μὲν οὐκ εὐπετὲς ἀποδοῦναι περὶ αὐτῶν. (ἠθικὰς μὲν γὰρ ἐροῦμεν τὰς τοιαύτας, ὅτι ὁ μὴ τοῦ καλοῦ χάριν κοινωνῶν οὐκ ἐλευθέριος, ὅτι ἡ ἀρετὴ δι’ αὐτὴν αἱρετή, ὅσα περὶ αἱρετῶν, ὅσα περὶ πρακτῶν, φυσικὰς δὲ ὅσαι περὶ αὐξήσεως καὶ ὅσαι περὶ κινήσεως καὶ ὅσαι περὶ γενέσεως καὶ φθορᾶς, καὶ ὅτι πᾶν τὸ γενητὸν φθαρτόν, καὶ τὰς τούτων ἐχομένας· ἔστι δέ τινα προβλήματα καὶ προτάσεις καὶ ἐν τοῖς φυσικοῖς “πρὸς αἵρεσιν καὶ φυγὴν” τὴν ἀναφορὰν ἔχοντα· τὸ γὰρ ‘πότερον πάντα καθ’ εἱμαρμένην καὶ κατηναγκασμένως γίνεται;’ φυσικὸν ὂν τὴν ἀναφορὰν ἔχει “πρὸς αἵρεσιν καὶ φυγήν”· εἰ γὰρ δοκεῖ βουλεύεσθαι περὶ τῶν πρακτέων ἢ μή, ἐντεῦθεν ἤρτηται· λογικὰς δὲ ὅτι τὰ πρός τι ἅμα τῇ φύσει, ὅτι τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη, ὅτι ἡ ἀντίφασις διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, τὰ περὶ γένους καὶ εἴδους, τὰ περὶ τῶν συλλογιστικῶν σχημάτων, τὰ περὶ τῶν συζυγιῶν, τὰ περὶ τῶν προτάσεων), ἐνδεικνύμενος ὅτι ἰδίᾳ περὶ ἑκάστου χρὴ ἐκλέγειν εἴδους,3 ἠθικὰς ἰδίᾳ, φυσικὰς ἰδίᾳ καὶ λογικὰς ἰδίᾳ.
“粗略地概括而言,前提与问题有三个部分。” 不久前他在论述问题时曾说:“辩证问题是一种考察对象,它要么倾向于抉择与规避,要么倾向于真理与认知,或是其自身如此,或是作为对此类其他事物的辅助。”他当时关于问题所说的这些话(我们当时也已指出,不仅是问题,前提也包含在其中),如今他又再次陈述;因为他说“部分”是代替“种”而言的,这些是前提和问题所共有的普遍的种——当然是指辩证的前提与问题,因为还有某些既非伦理的、亦非物理的、亦非逻辑的问题与前提,即那些依照各门技艺和科学的问题与前提,例如在几何学中和音乐中。在前提中,同样在问题中,如他所言,有些是伦理的——他把那些关于有助于“抉择与规避”的事物的前提称为伦理的——有些是物理的;这与“倾向于真理与认知”是同一回事;因为一切物理事物在自身内部都具有朝向真理认知的最本真的指向,即使有些人如今也把关于这些事物的经验用于某些实践行动;另一些则是逻辑的,他在那里所说的“或是作为对此类其他事物的辅助”,如今称之为“逻辑的”,表明逻辑的是工具性的,是被用来对其他事物有所贡献的。通过这些例证,他展示了哪些是伦理的,哪些是物理的,以及哪些是逻辑的。他之所以加上“粗略地概括而言”,是因为无法通过严格的界定而断言凡倾向于“抉择与规避”的都是伦理的,凡倾向于“真理与认知”的都是物理的;因为在某些情况下它们会发生互换,正如接下去将要说明的。此外,他仿佛是要论述前提,因而加上了“因为有些前提是伦理的”,但也附带加上了“问题同样如此”,而在陈述例证时却将它们构造成问题的形式;因为他用了“是否”,而这对于问题是特有的,正如“难道不是”对于前提是特有的一样,这或许是因为他在措辞上已不再保留两者的差别。因为普遍而言,仅就措辞而言,通过“是否”与“难道不是”的互换,完全可以将辩证问题做成前提,也可以将任何前提做成问题;然而,它们依照实在事物而有的差别却不再容许这种互换;因为问题必须是有争议的,而前提则必须自身具有可信性。 他说,要在普遍意义上用定义来涵盖上述各类前提并非易事,而是必须依照上述例证,通过归纳使自己习惯于能够辨析它们的差别。因为正如不久前所说,断言凡倾向于“抉择与规避”者皆为伦理的人,并不能涵盖所有的伦理事物;至少,关于诸德性是否相互伴随的问题固然是伦理问题,但对它的认知所指向的却不是抉择,而是认知。同样,“快乐是否是一种平滑的运动”也是一个伦理问题,然而对它的认知对于抉择或规避却毫无助益。因此他合乎情理地说:“至于上述各类具体如何,要通过定义对它们作出说明并不容易。”(因为我们将把诸如此类的称为伦理的:不为了高尚目的而与人共享者不是慷慨者,德性因其自身而值得抉择,凡关于可抉择之事、凡关于当行之事的;把凡关于增长、凡关于运动、凡关于生成与毁灭的事物,以及“凡被生成者皆可毁灭”,和与这些相连的事物称为物理的;但在物理事物中,也存在某些具有指向“抉择与规避”的问题和前提;因为“是否一切事物皆按命运且出于必然发生”这一问题虽是物理的,却具有指向“抉择与规避”的关联;因为究竟应当就当行之事进行深思熟虑与否,正是悬于这一问题的;而把“关系概念在本性上是共存的”、“对于相反者有同一种科学”、“矛盾划分真与假”、关于属与种的事物、关于三段论格的事物、关于前提结合的事物、关于前提的事物称为逻辑的),以此表明必须按每个种分别选录,分别选录伦理的,分别选录物理的,并分别选录逻辑的。
- 1.47ὡς δὲ περὶ προτάσεων μέλλων λέγειν προσθεὶς τὸ αἱ μὲν γὰρ ἠθικαὶ προτάσεις εἰσίν, ἀλλὰ καὶ ἐπιφέρων τὸ ὁμοίως καὶ τὰ προβλήματα, [καὶ] τὰ παραδείγματα λέγων ἐσχημάτισεν ὡς προβλήματα
该句的骨干为 προσθεὶς ... ἐπιφέρων ... ἐσχημάτισεν(“加上了……,但也附加上了……,而在陈述例证时将它们构造成……”)。分词 προσθείς 与 ἐπιφέρων 均修饰主语(亚里士多德)。句首的 ὡς δὲ περὶ προτάσεων μέλλων λέγειν 为表示意图或貌似如此的副词性分词短语(“仿佛要论述前提一样”)。
- 1.47μέρη γὰρ ἀντὶ τοῦ ‘εἴδη’ καὶ τῶν προτάσεων καὶ τῶν προβλημάτων κοινὰ καθόλου φησὶν εἶναι ταῦτα, λέγων τῶν διαλεκτικῶν
ταῦτα 为带不定式 εἶναι 结构中的主格性宾词(逻辑主语),μέρη 是代替“种”(εἴδη)使用的述语,由 κοινὰ καθόλου 充当述谓修饰。句末的属格 τῶν διαλεκτικῶν 是限定性属格,用以补充限定前面的 τῶν προτάσεων καὶ τῶν προβλημάτων。
- 1.47ἐνδεικνύμενος ὅτι ἰδίᾳ περὶ ἑκάστου χρὴ ἐκλέγειν εἴδους
在经历了长篇括号内的举例(ἠθικὰς μὲν γὰρ ἐροῦμεν ...)之后,末尾的现在分词 ἐνδεικνύμενος 与括号前的主句(διὸ εὐλόγως εἶπε τὸ ...)的主语(亚里士多德)保持一致,表明他在指出定义的困难并给出例证时所要表达的意图。
