← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§92.20-93.19

从成文文献中提取与分类前提的方法

亚历山大注解了亚里士多德在《论题篇》第一卷第十四章(105b12)关于从成文著作中选录前提的论述,阐明了按属(定义、性质、相反与随从关系)系统整理前提并注明提出者姓名的实际功用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.46

" Ἐκλέγειν δὲ χρὴ καὶ ἐκ τῶν γεγραμμένων λόγων." Εἰπὼν πῶς χρὴ θηρᾶν τε καὶ ἀθροίζειν τὰς διαλεκτικὰς προτάσεις, δεῖν φησι μὴ μόνον ἐκ τῶν περιφερομένων δοξῶν τὰς προτάσεις τὰς διαλεκτικὰς λαμβάνειν, ἀλλὰ καὶ ἐκ τῶν γεγραμμένων λόγων ὅσα ἐνδόξως ἐν αὐτοῖς γέγραπται ἐκλέγειν καὶ ἔχειν παρεσκευασμένα· οὐ γὰρ ῥᾴδιον ἐκ τοῦ παραχρῆμα τῶν χρησίμων πρὸς τὸ προκείμενον πρόβλημα προτάσεων εὐπορεῖν μὴ προπαρεσκευασμένον. δεῖν δέ φησι τὰς ἐκλογὰς ποιεῖσθαι μὴ πεφυρμένως ἀλλὰ κατὰ διαγραφὰς καὶ κεχωρισμένως καὶ ἰδίᾳ καθ’ ἕκαστον γένος· οὕτως γὰρ ἡμῖν ἔσονται χρήσιμοι, εἰδόσιν ἐν οἷς αὐτὰς εὑρεῖν δυνησόμεθα, ὅταν δεηθῶμεν· ἀλλὰ καὶ καθ’ ἕκαστον γένος τάξιν τινὰ ἐπιτιθέντας, οἷον ἰδίᾳ περὶ ζῴου καὶ ἰδίᾳ περὶ ἀγαθοῦ καὶ ἀγαθοῦ παντὸς ἰδίᾳ καὶ περὶ ἑκάστου καθ’ ἕκαστον γένος, πρῶτον μὲν τὸ τί ἐστι τάσσοντας,1 οἷον ὅτι πᾶν ζῷον οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, ἢ ὅτι οὐσία, εἶτα ποιόν τι, ὅτι ἔμψυχον, ὅτι αἰσθητικόν, ἢ ὅλως εἴ τι αὐτῷ ὑπάρχει, οἷον ὅτι πᾶν ζῷον ἢ πεζὸν ἢ ἔνυδρον ἢ πτηνόν, ἢ ὅτι οὐ πᾶν ζῷον ἀναπνεῖ, ἢ ὅτι οὐ πᾶν ζῷον κερασφόρον ἄμφοδον, ἀλλὰ καὶ εἰ ἐναντίον τί ἐστι τῷ προκειμένῳ, καὶ τί ποτέ ἐστιν αὐτῷ ἐναντίον, ἢ τίνι ἀκολουθεῖ αὐτό, ἢ τί αὐτῷ ἀκολουθεῖ. χρήσιμα δὲ καὶ τὰ τοιαῦτα, οἷον ὅτι [καὶ] “ἡ ἀγχίνοιά ἐστιν εὐστοχία τις ἐν ἀσκέπτῳ χρόνῳ”, ἢ ὁ ἥλιος “ἄστρον ἡμεροφαές”, ἢ τὸ ἀγαθὸν τὸ πᾶσιν ἐφετόν, ἢ τὴν ἀρετὴν βελτίστην ἕξιν ἢ τὴν εὐδαιμονίαν εὔροιαν βίου, καὶ ὅτι ἀκόλουθον μέν ἐστιν ὃ ἀναγκαῖον εἶναι τῷ ἕτερον εἶναι,2 μαχόμενον δὲ ὃ ἀναγκαῖον μὴ εἶναι. οὕτως πεποίηκε καὶ ἐν ταῖς δέκα κατηγορίαις περὶ ἑκάστης κατηγορίας λέγων. τὰ γὰρ τοιαῦτα τῷ ἐναργῶς ἀποδίδοσθαι προσάγεται τὸν προσδιαλεγόμενον· διὸ δεῖ αὐτὰ ἔχειν ἐκλελεγμένα. δύναται τὸ ἀρξάμενον ἀπὸ τοῦ τί ἐστι περὶ τοῦ ἀγαθοῦ εἰρῆσθαι,3 ἐπεὶ δοκεῖ ἐν τοῖς δέκα γένεσιν εἶναι· περὶ παντὸς γὰρ τοῦ ἀγαθοῦ λέγειν φησὶ δεῖν ἀρξάμενον ἀπὸ τοῦ ἐν οὐσίᾳ ἀγαθοῦ· τὸ γὰρ τί ἐστι κυρίως ἐν οὐσίᾳ. δεῖν δέ φησιν ἐν ταῖς ἐκλογαῖς παρασημαίνεσθαι καὶ παραγράφεσθαι τὰς ἑκάστων δόξας· ῥᾷον γὰρ συγχωροῦσι τοῖς λεγομένοις πολλάκις μαθόντες τὸν εἰρηκότα, καὶ οἷς ἁπλῶς λεγομένοις οὐ συγχωροῦσι, ταῦτα τιθέασι μαθόντες τὸν εἰπόντα.

“还应当从已成文的著作中进行选录。” 在说明了应当如何搜求和汇集辩证前提之后,他说,不仅应当从流传的见解中获取辩证前提,而且还应当从已成文的著作中,把其中所记载的凡属公认的见解选录出来并备好;因为若未预先备好,要在当下立即充分获得对于手头问题有用的前提是不容易的。他说,进行选录不应杂乱无章,而应当依据图表、分门别类并按每个属分别进行;因为这样它们才会对我们有用,使我们在需要时知道能在何处找到它们。而且[他说在选录时]还要按每个属赋予一定的次序,例如分别关于动物、分别关于善、分别关于一切善,以及按每个属分别关于每一事物,首先排列“是什么” ——例如所有动物都是有灵魂的、有感觉的实体,或者它是实体——然后排列它具有何种性质,即它是有灵魂的、有感觉的,或者大体上是否有某种属性属于它,例如所有动物要么是陆生、要么是水生、要么是飞禽,或者并非所有动物都呼吸,或者并非所有具角的动物上下颚都长有牙齿;此外还要排列是否有某种事物与所提出的事物相反,究竟何物与其相反,或者它随从何物,抑或何物随从它。诸如此类的事物也是有用的,例如“机敏是在不暇思索的时刻的一种敏锐击中”,或者太阳是“日间显现的星体”,或者善是“万物所向往者”,或者德性是“最优秀的品质”,或者幸福是“顺畅的人生流向”,以及随从者是因另一者的存在而必然存在者,相悖者是必然不存在者。他在论述十个范畴中的每一个范畴时也是这样做的。因为此类界说由于表达得清晰明白而能争取论辩的对手;因此必须将它们选录备用。“从‘是什么’开始”这一说法,也可以被理解为是就善而言的,因为善似乎存在于十个属之中;因为他说必须从实体中的善开始来论述一切善;因为严格意义上的“是什么”是在实体之中的。他又说,在选录中应当在旁标注并记下各人的见解;因为人们在获悉说话者是谁之后,往往更容易认同所说的话,而那些若是单纯被说出他们便不认同的观点,在得知是谁说的之后,便会予以确立。

语法注3 条
  1. 1.46ἀλλὰ καὶ καθ’ ἕκαστον γένος τάξιν τινὰ ἐπιτιθέντας, ... πρῶτον μὲν τὸ τί ἐστι τάσσοντας

    宾格分词 ἐπιτιθέντας 与 τάσσοντας 与 δεῖν φησι 所支配的不定词 ποιεῖσθαι 的逻辑主语(即“我们”ἡμᾶς,宾格)保持一致。这并非句法断裂,而是通过分词短语进一步具体阐释“应当如何系统有序地进行选录”。

  2. 1.46τῷ ἕτερον εἶναι

    带冠词不定词的与格(τῷ εἶναι)带宾格主语 ἕτερον,在此作副词性用法表示原因或条件(“由于另一者的存在”或“在另一者存在的前提下”),修饰 ἀναγκαῖον εἶναι。

  3. 1.46δύναται τὸ ἀρξάμενον ἀπὸ τοῦ τί ἐστι περὶ τοῦ ἀγαθοῦ εἰρῆσθαι

    δύναται 在此作非人称用法(“可以被理解为……”),支配完成时被动不定词 εἰρῆσθαι。带中性单数冠词的短语 τὸ ἀρξάμενον ἀπὸ τοῦ τί ἐστι 系对亚里士多德原句的引述性名词化,充当 εἰρῆσθαι 的逻辑主语(宾格主语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:92.20-93.19