- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:91.8-92.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《论题篇》105b10,阐明了为何应当将多数情况下成立的命题作为辩证法的原理来接受,并结合相反者与配对项的反例(如健康与体况、善死与善写等)进行了分析。
" Ἔτι ὅσα ἐπὶ πάντων ἢ τῶν πλείστων φαίνεται, ληπτέον ὡς ἀρχὴν καὶ δοκοῦσαν θέσιν." Δεῖν φησι καὶ τὰ ἢ ἐπὶ πάντων ἢ τῶν πλείστων οὕτως ἔχειν φαινόμενα καθόλου λαμβάνειν ὡς ἀρχὰς ὄντα καὶ ἀληθῆ καὶ δοκοῦντα πᾶσι καὶ οὕτω τιθέμενα (τῷ γὰρ τῆς θέσεως ὀνόματι νῦν ἐπὶ τοῦ συγχωρεῖσθαι καὶ τίθεσθαι κέχρηται), τοῦτ’ ἔστι χρῆσθαι δεῖ καὶ ταῖς τοιαύταις προτάσεσιν ὡς ὁμολογουμέναις καὶ ἀρχαῖς, κἂν μὴ ἐπὶ πάντων οὕτως πρὸς ἀλήθειαν τὸ λεγόμενον ἔχῃ. τοιαῦτα δ’ ἂν εἴη· ‘τὸ τῷ μείζονι ἀγαθῷ ἐναντίον μεῖζόν ἐστι κακόν’· τοῦτο γάρ, εἰ καὶ μὴ ἐπὶ πάντων οὕτως ἔχει, ἀλλὰ φαίνεταί γε τῷ ἐπὶ τῶν πλείστων οὕτως ἔχειν. ἔστι μέντοι τινὰ δι’ ἃ οὐκ ἔστιν ἀληθὲς τὸ καθόλου· ἐπὶ γὰρ ὑγείας καὶ νόσου καὶ εὐεξίας καὶ καχεξίας ἔμπαλιν ἔχον δείκνυται, ὡς καὶ ἐν τοῖς πρώτοις ἐπεσημηνάμεθα. ἡ μὲν γὰρ εὐεξία τῆς ὑγείας μεῖζον ἀγαθόν· συνεπιφέρει γοῦν ἡ εὐεξία τὴν ὑγείαν, ἡ μέντοι ὑγεία οὐκέτι τὴν εὐεξίαν· διὸ μεῖζον ἀγαθὸν ἡ εὐεξία· τὸ γὰρ συνεπιφέρον τι μεῖζον καὶ ἀγαθὸν καὶ κακὸν τοῦ συνεπιφερομένου μὲν μὴ συνεπιφέροντος δέ. οὐκέτι δὲ ἡ καχεξία, ἥτις ἐναντία τῇ εὐεξίᾳ, μεῖζον κακὸν τῆς νόσου, ἥτις ἐστὶν ἐναντία τῇ ὑγείᾳ, ἀλλ’ ἔμπαλιν ἡ νόσος τῆς καχεξίας· ἡ μὲν γὰρ νόσος τὴν καχεξίαν συνεπιφέρει· πᾶς γὰρ ὁ νοσῶν ἐν καχεξίᾳ· οὐκέτι δὲ ἡ καχεξία τὴν νόσον· εἰσὶ γάρ τινες καὶ ὑγιαίνοντες καχέκται. ὅμοιον δὲ τῷ προειρημένῳ καὶ τὸ ἐν δύο συζυγίαις ἐναντίων, ἂν θάτερον ἕπηται τῶν ἐκ τῆς ἑτέρας συζυγίας ἐναντίων τῷ ἑτέρῳ τῶν ἐκ τῆς ἄλλης συζυγίας ἐναντίων, καὶ τὸ λοιπὸν τῶν ἐκ τῆς πρώτης τῷ λοιπῷ τῶν ἐκ τῆς δευτέρας ἕπεσθαι.1 οὕτως, ἐπεὶ τῷ λευκῷ τὸ διακριτικόν, τῷ μέλανι τὸ συγκριτικόν, καὶ ἐπεὶ τῷ γλυκεῖ τὸ ἡδύ, τῷ πικρῷ τὸ λυπηρόν. ἐπὶ μὲν γὰρ τῶν πλείστων οὕτως ἔχει· ἔστι δὲ ἐφ’ ὧν ἔμπαλιν, ὥσπερ ἐπὶ τῶν προειρημένων, ὑγείας καὶ νόσου καὶ εὐεξίας καὶ καχεξίας· οὐ γάρ, ἐπεὶ τῇ εὐεξίᾳ ἡ ὑγεία ἕπεται, ἤδη καὶ τῇ καχεξίᾳ ἡ νόσος, ἀλλ’ ἔμπαλιν ἡ καχεξία τῇ νόσῳ. ὅμοιον τούτοις καὶ τὸ ‘οὗ ἡ ἀκρότης καὶ τὸ εὖ αἱρετώτερον, καὶ αὐτὸ αἱρετώτερον’· ἐπὶ γὰρ τῶν πλείστων οὕτως ἔχει, οὐ μὴν ἐπὶ πάντων. τὸ μὲν γὰρ εὖ ἀποθνήσκειν τοῦ εὖ γράφειν αἱρετώτερον, ἀκρότης ὂν τὸ μὲν τοῦ γράφειν τὸ δὲ τοῦ ἀποθνήσκειν· οὐκέτι δὲ καὶ τὸ ἀποθνήσκειν τοῦ γράφειν αἱρετώτερον. τοιοῦτόν ἐστι καὶ καθόλου λαμβανόμενον τὸ τὴν καρδίαν ἀρχὴν τῶν ζῴων εἶναι· ἐπὶ μὲν γὰρ τῶν πλείστων οὕτως ἔχει, οὐ μὴν καὶ καθόλου· ἔστι γάρ τινα ζῷα ἃ τὴν ἀρχὴν οὐκ ἔχει καρδίαν. ἐπιζητήσαι δ’ ἄν τις τίνι διαφέρει τὰ τοιαῦτα τῶν πᾶσιν ἢ τοῖς πλείστοις δοκούντων. ἢ λέγοι ἂν ὅτι τὰ τοιαῦτα οὐδ’ ἐρωτᾶν τὴν ἀρχὴν δεῖ,2 ἀλλὰ χρῆσθαι αὐτοῖς ὡς ὁμολογουμένοις καὶ ὡς ἀρχαῖς· οὐδὲ γὰρ τὰς ἀρχὰς οὐδεὶς ἐρωτᾷ, ἀλλ’ ὡς ὁμολογουμέναις αὐταῖς χρῆται. ἢ κἂν μὴ δοκῇ τὰ τοιαῦτα, ἐπακτικῶς αὐτὰ δεῖν φησι λαμβάνειν ὡς τοιαῦτα.
“此外,凡在一切事物或在大多数事物中显明如此的,都应当作为原理和公认的命题来接受。” 他说,凡在一切事物中或在大多数事物中显明是如此的事物,也都必须全称地接受,视其为原理、真实、为所有人认可并如此被确立的(因为他现在是在被承认和被确立的意义上使用“命题”这个名称的);也就是说,必须把此类前提当作已达成共识者和原理来使用,即使所说之物在真理上并非在一切事物中皆是如此。此类前提会是这样的:“与更大的善相反之物是更大的恶”;因为这一前提即使并非在一切事物中皆是如此,但至少由于在大多数事物中是如此而显明成立。然而,存在着某些因之全称陈述并不真实的事物;因为在健康与疾病、良好的体况与不良的体况上,所显明的情况恰好相反,正如我们在开头部分也曾指出的那样。因为良好的体况是比健康更大的善;无论如何,良好的体况蕴含着健康,然而健康却不再蕴含良好的体况;因此良好的体况是更大的善;因为凡是蕴含某种事物的,无论善恶,都大于被蕴含而自身不蕴含它的事物。但作为良好体况的相反面的不良体况,却不再是比作为健康的相反面的疾病更大的恶,相反,疾病是比不良体况[更大的恶];因为疾病蕴含不良体况,因为每个患病者都处于不良体况中;但不良体况却不再蕴含疾病,因为有些人即使身体健康但也处于不良体况中。与前述内容相似的还有这样一条命题:在两对相反者中,如果一对相反者中的一个跟随另一对相反者中的一个,那么第一对中剩余的一个也跟随第二对中剩余的一个。依此,既然离散跟随白色,凝聚便跟随黑色;既然愉悦跟随甜,痛苦便跟随苦。因为在大多数情况下皆是如此;但也有相反的情况,正如前述的健康与疾病、良好的体况与不良的体况那样;因为并非由于健康跟随良好的体况,疾病就直接跟随不良体况,反而是不良体况跟随疾病。与这些相似的还有“若其极境与优异状态更值得欲求,则其自身也更值得欲求”;因为在大多数情况下皆是如此,但确实并非在一切情况下如此。因为善死比善写更值得欲求,一者是写的极境,另一者是死的极境;但死却不再比写更值得欲求。全称地接受“心脏是动物的原理”也是属于此类的;因为在大多数情况下是如此,但确实不是全称地如此;因为有一些动物并不具有心脏作为原理。有人可能会追问:此类前提与为所有人或多数人所认可的前提有何不同?或者可以回答说:此类前提根本就不应当提问,而应当把它们当作已达成共识者和原理来使用;因为任何人也不会对原理提出疑问,而是将其作为已达成共识者来使用。或者他说,即使此类前提不被认可,也必须通过归纳将它们作为此类事物来接受。
- 1.45ὅμοιον δὲ τῷ προειρημένῳ καὶ τὸ ἐν δύο συζυγίαις ἐναντίων, ἂν θάτερον ἕπηται τῶν ἐκ τῆς ἑτέρας συζυγίας ἐναντίων τῷ ἑτέρῳ τῶν ἐκ τῆς ἄλλης συζυγίας ἐναντίων, καὶ τὸ λοιπὸν τῶν ἐκ τῆς πρώτης τῷ λοιπῷ τῶν ἐκ τῆς δευτέρας ἕπεσθαι.
该句的句法骨架为表语形容词句:“ὅμοιον δὲ τῷ προειρημένῳ καὶ τὸ ... ἕπεσθαι”(……也是与前述内容相似的)。中性定冠词 τὸ 将整个包含条件从句(ἂν θάτερον ἕπηται...)和随后的不定式从属句(καὶ τὸ λοιπὸν ... ἕπεσθαι)的名词化结构整合在一起,充当全句的主语。
- 1.45οὐδ’ ἐρωτᾶν τὴν ἀρχὴν δεῖ
此处的“τὴν ἀρχήν”是与否定词 οὐδέ 连用的惯用宾格,充当副词性宾格,意为“根本/起初(at all)”。它修饰不定式 ἐρωτᾶν,与紧接着的前文中所出现的充当名词的“原理(ἀρχή)”在句法功能上完全不同。
