← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§90.5-91.7

基于通则见解的辩证前提甄选法

根据亚里士多德《论题篇》第一卷第14章(105a34),注解者阐述了辩证前提的甄选方法,包括采集所有人、智者和技艺专家的意见,以及通过否定利用相反前提、借助相似命题的并置来获取承认等手段。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.44

" Τὰς μὲν οὖν προτάσεις ἐκλεκτέον ὁσαχῶς διωρίσθη περὶ προτάσεων." Περὶ τῆς τῶν προτάσεων ἐκλογῆς πρῶτον λέγων τόπους τινὰς καὶ ἀφορμὰς τῆς τε ἐκλογῆς καὶ τῆς εὐπορίας αὐτῶν παραδίδωσιν. ὁσαχῶς γὰρ ὡρίσθη ἡ ἔνδοξός τε καὶ διαλεκτικὴ πρότασις, κατὰ πάντα χρὴ ταῦτα τὰς ἐκλογὰς αὐτῶν ποιεῖσθαι· καὶ γὰρ τὰ πᾶσι δοκοῦντα χρὴ ἔχειν ἐκλελεγμένα καὶ τὰ τοῖς πλείστοις, ὁμοίως καὶ ἐπὶ τῶν σοφῶν καὶ τὰ πᾶσι δοκοῦντα καὶ τὰ τοῖς πλείστοις καὶ τὰ τοῖς ἐνδοξοτάτοις. ἀλλὰ καὶ τὰς ἐναντίας ταῖς ἐνδόξοις φησὶ δεῖν ἐκλέγειν· ἐκ γὰρ τῆς τούτων ἐκλογῆς εὐπορία προτάσεων διαλεκτικῶν γίνεται κατ’ ἀντίφασιν προτεινομένων· ὁ γὰρ ἔχων τὴν ὅτι δεῖ τοὺς φίλους κακῶς ποιεῖν, ἐναντίαν οὖσαν ἐνδόξῳ προτάσει, ἐν τῇ χρείᾳ ἀποφατικῶς αὐτὴν προτείνας εὐπορήσει διαλεκτικῆς προτάσεως. ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ εἰπεῖν τὸ δεῖ δὲ προτείνειν καὶ τὰς ἐναντίας ταῖς φαινομέναις ἐνδόξοις κατ’ ἀντίφασιν· πῶς γὰρ δεῖ χρῆσθαι καὶ λαμβάνειν τὰς ἐναντίας ταῖς φαινομέναις, διώρισε διὰ τούτων. δεῖν δέ φησι καὶ ὅσαι κατὰ τὰς τέχνας δόξαι εὑρημέναι εἰσί, καὶ ταύτας ἐκλέγειν, οἷον τὰς ἐν γεωμετρίᾳ ὑπὸ τῶν γεωμετρῶν καὶ τὰς ἐν μουσικῇ ὑπὸ τῶν μουσικῶν ἢ τῶν διαφερόντων ἐν αὐτοῖς. θείη γὰρ ἄν τις ὡς ἔνδοξον τὸ ὑπὸ Ἱπποκράτους λεγόμενον ἐν ἰατρικῇ καὶ τὸ ὑπὸ Ἀρχιμήδους ἐν γεωμετρίᾳ καὶ τὸ ὑπὸ Ἀριστοξένου ἐν μουσικῇ. χρήσιμον δὲ λέγει πρὸς τὴν ἐκλογήν τε καὶ παρασκευὴν τῶν ἐνδόξων προτάσεων καὶ τὸ μὴ μόνον τὰς ἐνδόξους ἐκλέγειν ἀλλὰ καὶ τὸ τὰς ὁμοίας ταῖς ἐνδόξοις, τῇ παραθέσει τῇ τῶν ἐνδόξων ἐνδόξους αὐτὰς ποιοῦντας,1 ὡς εἶπε καὶ ἐν τῷ περὶ τῶν προτάσεων λόγῳ. ὄντος γὰρ ἐνδόξου τοῦ τῶν ἐναντίων τὴν αὐτὴν ἐπιστήμην εἶναι ὅμοιον μέν ἐστιν αὐτῷ τὸ αἴσθησιν τῶν ἐναντίων τὴν αὐτὴν εἶναι· ἔνδοξον δ’ ἂν γένοιτο τῶν τοιούτων ἕκαστον τῇ τοῦ ὁμοίου παραθέσει ὄντος ἐνδόξου.2 δεῖ γὰρ προτείνοντας λέγειν ‘ἆρά γε τῶν ἐναντίων ἡ αὐτὴ αἴσθησις, ὥσπερ καὶ ἐπιστήμη;’, ἢ οὕτως· ‘ἆρά γε τῶν ἐναντίων ἡ αὐτὴ αἴσθησις, ἐπειδὴ καὶ ἐπιστήμη ἡ αὐτὴ τῶν ἐναντίων;’ καὶ ‘ἆρά γε ὁρῶμεν πασχούσης τι τῆς ὄψεως; καὶ γὰρ καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ἡ ἀντίληψις οὕτως’· ῥᾷον γὰρ συγχωροῦνται διὰ τὴν πρὸς τὰς ἐνδόξους ὁμοιότητα. οἷόν ἐστι καὶ τὸ τοιοῦτον· ‘ἆρά γε ὥσπερ δεῖ τοὺς φίλους εὖ ποιεῖν, οὕτως καὶ μὴ ποιεῖν αὐτοὺς κακῶς χρή;’.

“因此,应当按照关于前提所作规定的诸多方式来甄选前提。” 在首先论述前提的甄选时,他传授了有关甄选前提和丰富具备前提的若干论题与出发点。因为,通行的且辩证的前提以多少种方式被规定,就必须完全按照这些方式来进行它们的甄选;事实上,既必须甄选并掌握为所有人所认可的观点,也必须甄选并掌握为多数人所认可的观点,同样在智者方面,既必须甄选为所有人所认可的观点,也必须甄选为多数人以及最具声望者所认可的观点。但他又说,还必须甄选与通行观点相反的前提;因为从对这些前提的甄选之中,会产生丰富具备的、通过矛盾对立而提出的辩证前提。因为掌握了“应当恶待朋友”这一与通行前提相反的前提的人,在需要时将其以否定方式提出,便会丰富具备一条辩证前提。他自己也通过说“还必须通过矛盾对立提出与表面上通行的观点相反的前提”表明了这一点;因为如何使用并获得与表面上通行的观点相反的前提,他通过这些话作出了规定。他还说,凡是在诸技艺中被发现的意见,也都必须加以甄选;例如由几何学家在几何学中所提出的意见,由音乐家或在其中卓越的人在音乐中所提出的意见。因为人们可以把希波克拉底在医学中所言、阿基米德在几何学中所言以及阿里斯托克塞诺斯在音乐中所言确立为通行观点。他还说,对于通行前提的甄选和准备而言,不仅甄选通行前提是有用的,而且甄选与通行前提相似的前提,通过将它们与通行前提并置而使其自身成为通行前提也是有用的,正如他在关于前提的论述中所说的那样。因为当关于相反者的知识是同一的这一观点是通行的时候,关于相反者的感觉是同一的这一观点与它是相似的;而通过并置那身为通行观点的相似者,此类前提中的每一条都会成为通行的。因为在提问时应当说:“关于相反者的感觉是否也是同一的,正如知识也是同一的?”或者这样说:“既然关于相反者的知识是同一的,那么关于相反者的感觉是否也是同一的?”以及“我们看见,是否由于视觉器官承受了某种作用?因为在其他感觉中,知觉也是如此产生的”;因为由于与通行前提的相似性,它们更容易被承认。如下的例子亦属此类:“是否正如应当善待朋友,同样也必须不恶待他们?”

语法注2 条
  1. 1.44ποιοῦντας

    阳性宾格复数分词 ποιοῦντας 与前述不定式短语 τὸ μὴ μόνον ... ἐκλέγειν ἀλλὰ καὶ τὸ τὰς ὁμοίας ... [ἐκλέγειν] 的逻辑主语(依赖于主句动词 λέγει、被省略的泛指宾格如 ἡμᾶς)在性数格上保持一致,作为副词性分词表示伴随方式或手段。

  2. 1.44τῇ τοῦ ὁμοίου παραθέσει ὄντος ἐνδόξου

    属格分词短语 ὄντος ἐνδόξου 修饰其前的 τοῦ ὁμοίου,意为“通过并置身为通行观点的相似者”(语法上亦可视为省略主语的属格独立结构“当相似者是通行的时候”,但作为 τοῦ ὁμοίου 的限定/叙述性修饰更为直接自然)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:90.5-91.7