- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:88.24-90.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德关于其余三种工具(多义划分、辨析差异、考察相似)在某种意义上也是前提的论断,并列举具体范例说明它们如何提供前提以论证各种论题。
" Ἔστι δὲ τρόπον τινὰ καὶ τὰ τρία τούτων προτάσεις." Τοῦτ’ ἔστιν ‘ἔστι δὲ καὶ τὰ τρία τούτων τρόπον τινὰ εἰς τὴν τῶν προτάσεων ἐκλογὴν συντελοῦντα, ἐξ ὧν οἵ τε συλλογισμοὶ καὶ αἱ ἐπαγωγαί’. ἔκ τε γὰρ τῆς διαιρέσεως τῶν πολλαχῶς λεγομένων προτάσεων εὐπορία γίνεται καὶ ἐκ τῆς τῶν διαφορῶν εὑρέσεως καὶ ἐκ τῆς τῶν ὁμοίων θεωρίας· αὐτὸ γὰρ διαιρεθὲν τὸ πολλαχῶς λεγόμενον πρότασις γίνεται· ὁμοίως καὶ τῶν ἄλλων ἕκαστον. καὶ δείκνυσι τοῦτο διὰ παραδείγματος τοῦ ὅτι τὸ αἱρετόν ἐστι τὸ καλὸν ἢ τὸ ἡδὺ ἢ τὸ συμφέρον. ἐκ γὰρ τῆς τούτου διαιρέσεως ἔχοντες τὴν πρότασιν ταύτην ἐπιχειροίημεν ἂν πρὸς τὸ πρόβλημα τὸ ‘πότερον τὸ τυραννεῖν αἱρετὸν ἢ οὔ;’· εἰ γὰρ πᾶν μὲν αἱρετὸν ἢ καλὸν ἢ ἡδὺ ἢ συμφέρον, ἡ δὲ τυραννὶς οὐδὲν τούτων ἔχει, οὐκ ἂν εἴη αἱρετή. πάλιν ἐκ τῆς τοῦ σώματος διαιρέσεως ἔχοντες ὅτι τὸ σῶμα ἢ φυσικόν ἐστιν ἢ μαθηματικόν, πρὸς τὸ πρόβλημα τὸ ‘πότερον ἡ ψυχὴ σῶμα ἢ οὔ;’ εὐπορήσομεν συλλογισμοῦ δεικνύντες ὅτι μήτε φυσικὸν σῶμα μήτε μαθηματικὸν ἡ ψυχή. ὁμοίως καὶ ἐκ τῆς τοῦ ἀγαθοῦ διαιρέσεως πρὸς τὸ ὅτι μὴ μόνον τὸ καλὸν ἀγαθὸν ἢ ὅτι μὴ μόνον τὸ ἀγαθὸν ἐν ψυχῇ. καὶ ἐκ τῆς τῶν διαφορῶν δὲ γνώσεως δείκνυσι πάλιν διὰ παραδείγματος πῶς εὐπορία προτάσεων γίνεται. ὅτι γὰρ διαφέρει αἴσθησις ἐπιστήμης τῷ τὴν μὲν ἀποβαλόντα δυνατὸν εἶναι πάλιν λαβεῖν τὴν δὲ αἴσθησιν ἀδύνατον,1 εἰδότες εὐποροίημεν ἂν προτάσεων πρὸς τὸ πρόβλημα τὸ ‘πότερον ταὐτὸν αἴσθησις καὶ ἐπιστήμη ἢ οὔ;’· εἰδότες γὰρ αὐτῶν τὰς πρὸς ἄλληλα διαφορὰς δεικνύοιμεν ἂν ὅτι οὐ ταὐτόν. ὁμοίως δὲ τῷ ὑπ’ αὐτοῦ εἰρημένῳ καὶ διὰ τοῦ τὴν μὲν ἐπιστήμην δύνασθαι παρ’ ἄλλου λαβεῖν τὴν δὲ αἴσθησιν μή. ἀλλὰ καὶ οὕτως· αἴσθησιν μὲν μᾶλλον καὶ ἧττον ἔχειν ἔστιν, ἐπιστήμην δὲ οὔ, καὶ ἔστιν ἡ μὲν αἴσθησις ἐκ γενετῆς, ἡ δὲ ἐπιστήμη οὔ, καὶ ἡ μὲν φύσει, ἡ δὲ οὔ, καὶ τῆς μὲν πάντα τὰ ζῷα κοινωνεῖ, τῆς δὲ τὰ λόγον ἔχοντα μόνα. ὁμοίως δὲ καὶ τῆς δόξης καὶ τῆς ἐπιστήμης εἰδότες διαφορὰν ἔχοιμεν ἂν προτάσεις πρὸς τὸ δεικνύναι ὅτι μὴ αἱ αὐταί, εἴ γε ἡ μὲν περὶ τῶν ἐνδεχομένων καὶ ἄλλως ἔχειν, ἐπιστήμη δὲ οὔ. πάλιν ἀπὸ τῆς τοῦ ὁμοίου θεωρίας παρέθετο πρότασιν εὑρισκομένην τὴν ὅτι ὁμοίως ἔχει τὸ ὑγιεινὸν πρὸς ὑγείαν καὶ τὸ εὐεκτικὸν πρὸς εὐεξίαν. ἔχοντες γὰρ ταύτην τὴν πρότασιν εὐποροίημεν ἂν πρὸς τὸ πρόβλημα τὸ ‘πότερον τὰ εὐεκτικὰ ποιητικά ἐστιν εὐεξίας ἢ οὔ;’· εἰ γὰρ ὁμοίως μὲν ἔχει ταῦτα πρὸς εὐεξίαν καὶ τὰ ὑγιεινὰ πρὸς ὑγείαν, ποιητικὰ δὲ ὑγείας τὰ ὑγιεινά, ποιητικὰ ἂν εὐεξίας εἴη τὰ εὐεκτικά. πάλιν ζητουμένου πότερον ἡ γαλήνη ἡσυχία ἐστὶν ἢ οὔ, διὰ τῆς τοῦ ὁμοίου θεωρίας ἔχοντες πρότασιν τὴν ‘ὁμοίως ἔχει νηνεμία ἐν ἀέρι καὶ γαλήνη ἐν θαλάσσῃ’, προσλαβόντες ὅτι ‘ἡ δὲ νηνεμία ἡσυχία’ εἴημεν ἂν καὶ ὅτι ἡ γαλήνη ἡσυχία δεδειχότες.2 εἰ δὲ καὶ τὰ τρία τῶν ὀργάνων πρὸς τὴν εὐπορίαν τῶν προτάσεων ἔχει τὴν συντέλειαν, εὐλόγως κατὰ τὴν ἀρχὴν λέγων περὶ τίνα τῇ διαλεκτικῇ τὸ εἶναι εἰπὼν “εἰ δὴ λάβοιμεν πρὸς πόσα τε καὶ ποῖα καὶ ἐκ τίνων οἱ λόγοι” προσέθηκε τὸ “καὶ πῶς τούτων εὐπορήσομεν”, εἴ γε τὰ ὄργανα πάντα πρὸς τὴν τῶν προτάσεων εὐπορίαν συντελεῖ, αἱ δὲ προτάσεις ὕλη τῶν συλλογισμῶν.
“而且在某种方式上,这些[工具]中的三种也是前提。” 这就是说:“这些[工具]中的三种在某种方式上也有助于前提的甄选,推论和归纳皆由前提构成。”因为无论是从多义表达事物的区分中,还是从差异的发现中,亦或是从相似者的考察中,都能产生丰富的前提;因为多义表达的事物本身一经区分就成为前提,其余各项亦同样如此。他通过“值得选择的事物或是高尚的、或是愉悦的、或是有益的”这一范例表明了这一点。因为从对它的区分中掌握了这一前提,我们便能针对“僭主统治是否值得选择”这一论题发起辩难;因为如果凡值得选择的事物要么高尚、要么愉悦、要么有益,而僭主统治不具有其中任何一项,那么它就不会是值得选择的。再者,从物体的区分中掌握了物体要么是自然的要么是数学的,针对“灵魂是否是物体”这一论题,我们通过证明灵魂既非自然物体亦非数学物体,便会丰富具备推论。同样地,从善的区分中,针对并非唯有高尚才是善,或者善并非仅仅存在于灵魂中,[也能丰富具备推论]。他又通过范例说明如何从对差异的认识中产生丰富的前提。因为知道了感觉与知识的差异在于丧失知识者能够重新获得,而丧失感觉者则不可能,针对“感觉与知识是否同一”这一论题,我们就会丰富具备前提;因为知道了它们相互之间的差异,我们便能证明它们并非同一。与他所言类似地,通过能够从他人处获得知识而感觉则不能,[也能说明这一点]。不仅如此,还可以这样说明:拥有感觉可以有程度的多与少,而知识则不能;感觉自出生即有,而知识则不是;前者出于本性,而后者则不是;前者为一切动物所共有,而后者唯有具备理性的动物才能分享。同样,如果知道了意见与知识的差异,我们便拥有前提去证明它们并非同一,因为前者关涉可能处于其他状态的事物,而知识则不然。再者,从对相似者的考察出发,他提出了所发现的前提:正如健康之物与健康的关系,强健之物与强健的状态亦具有同样的关系。因为掌握了这一前提,针对“强健之物是否产生强健的状态”这一论题,我们就会丰富具备[前提];因为如果这些事物与强健状态的关系类似于健康之物与健康的关系,而健康之物能够产生健康,那么强健之物也会产生强健的状态。再者,当探讨海面平静是否是静止时,通过对相似者的考察而掌握了前提“空气中的无风与海面上的平静情况相似”,并在额外假定“但无风是静止”之后,我们也就证明了海面平静同样是静止。如果这些工具中剩下的三种对于丰富具备前提也有所助益,那么在开端处论述辩证法就何种对象而言成立时,在说了“如果我们把握了论证关涉多少项和哪些种类的项,由什么构成”之后,他合理地补充了“以及我们如何能够丰富具备这些”——如果确实所有的工具都有助于丰富具备前提,而前提乃是推论的质料的话。
- 1.43τῷ τὴν μὲν ἀποβαλόντα δυνατὸν εἶναι πάλιν λαβεῖν τὴν δὲ αἴσθησιν ἀδύνατον
这是不带介词的定冠词与格不定式短语(τῷ + 不定式从句),作限定或原因与格,修饰前文的动词 διαφέρει(相异),说明相异的具体依据。不定式 εἶναι 的表语为中性宾格形容词 δυνατὸν ... ἀδύνατον;不定式 λαβεῖν 的逻辑主语是宾格分词 τὴν μὲν ἀποβαλόντα(丧失了知识的人),而下半句 τὴν δὲ αἴσθησιν 则承前省略了相应的补足成分([ἀποβαλόντα πάλιν λαβεῖν ἀδύνατον εἶναι])。
- 1.43εἴημεν ἂν καὶ ὅτι ἡ γαλήνη ἡσυχία δεδειχότες
这是由带 ἄν 的祈愿语气(εἴημεν ἄν)与完成时主动分词 δεδειχότες 构成的迂回完成时祈愿语气结构(潜在祈愿),作为由环境分词 ἔχοντες 与 προσλαβόντες 所构成的条件从句的主句,表示论证成立后的结果状态(“我们也就已经证明了……”)。连词 ὅτι 引导作为 δεδειχότες 宾语的从句。
