- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:9.3-10.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德推论定义中“必然得出不同于所设定事物的结论”一句,论述必然推论并不等同于推论性推论,修辞推论与斯多亚派的重复推论并非真正意义上的推论,并且推论为了充当证明未知事物的工具,其结论必须与前提相区别。
οὐκ ἂν δὲ παρέλκον ἐν τούτῳ τῷ λόγῳ δείκνυσιν,1 ὅτι ἐν ἐκείνῳ λείπει τι ἢ ἐνδεὴς ὁ λόγος καὶ ὁ συλλογισμός. οὐ γὰρ πάντως, εἴ τι ἕπεταί τινι ἐξ ἀνάγκης, ἤδη καὶ συλλογιστικῶς ἕπεται· οὐ γάρ, ἐπεὶ τὸ συλλογιστικῶς ἑπόμενον ἐξ ἀνάγκης ἕπεται, ἤδη καὶ ὃ ἐξ ἀνάγκης ἕπεταί τινι, συλλογιστικῶς ἕπεται· οὐ γὰρ ἀντιστρέφεται· ἐπὶ πλέον γὰρ τὸ ἀναγκαῖον τῆς ἐν συλλογισμοῖς ἀνάγκης.2 τοιοῦτοι δέ εἰσι καὶ οἱ ῥητορικοὶ συλλογισμοί, οὓς ἐνθυμήματα λέγομεν· καὶ γὰρ ἐν ἐκείνοις δοκεῖ γίνεσθαι διὰ μιᾶς προτάσεως συλλογισμὸς τῷ τὴν ἑτέραν γνώριμον οὖσαν ὑπὸ τῶν δικαστῶν ἢ τῶν ἀκροατῶν προστίθεσθαι·3 οἷον ‘οὗτος ἄξιός ἐστι κολάσεως· προδότης γάρ’· προστίθησι γὰρ ὁ δικαστὴς ὡς ἐναργὲς τὸ πάντα τὸν προδότην κολάσεως ἄξιον εἶναι· ἔχει γὰρ τὸ ὑπὸ τοῦ νόμου λεγόμενόν τε καὶ τιθέμενον. διὸ οὐδὲ οἱ τοιοῦτοι κυρίως συλλογισμοί, ἀλλὰ τὸ ὅλον ῥητορικοὶ συλλογισμοί. ἐφ’ ὧν γοῦν μὴ γνώριμόν ἐστι τὸ παραλειπόμενον, οὐκέτι ἐπὶ τούτων οἷόν τε τὸν δι’ ἐνθυμήματος γίνεσθαι συλλογισμόν· καὶ γὰρ καὶ ἀπ’ αὐτοῦ τοῦ ὀνόματος ὁ συλλογισμὸς σύνθεσίν τινα λόγων ἔοικε σημαίνειν, ὥσπερ καὶ ὁ συμψηφισμὸς ψήφων. Τὸ δὲ ἕτερόν τι τῶν κειμένων ὀφείλειν τὸ συναγόμενον εἶναι προσκείμενον4 τοῦ χρειώδους τε καὶ χρησίμου τῶν συλλογισμῶν ἐστι δεικτικόν. καὶ σχεδὸν διὰ τῆς τούτου προσθήκης δείκνυσιν ὁ Ἀριστοτέλης ὅτι ὄργανόν ἐστιν ὁ συλλογισμός. ἔστι γὰρ πρὸς τὸ φανερόν τι ποιῆσαι μὴ δοκοῦν εἶναι γνώριμον διά τινων γνωρίμων τε καὶ φανερῶν ἡ τοῦ συλλογισμοῦ χρεία· ὥστε εἰ μὴ οἷόν τε ταὐτὸν ἅμα φανερόν τε καὶ ἀφανὲς εἶναί τι, οὐδ’ ἂν ἡ τοῦ συλλογισμοῦ σώζοιτο χρεία, ἐν οἷς μὴ ἕτερόν ἐστι τῶν δεικνύντων τὸ δεικνύμενον. ὁ δὲ μὴ παρεχόμενος τὴν τοῦ συλλογισμοῦ χρείαν λόγος οὐδὲ συλλογισμός. εἰ γὰρ ὁ συλλογισμὸς ὄργανον, πᾶν δὲ ὄργανον χρήσιμον, ὁ συλλογισμὸς χρήσιμος· ἐν οἷς δὲ λόγοις ταὐτό τινι τῶν κειμένων ἐπιφέρεται, οὗτοι οὐ χρήσιμοι· ἐν οἷς ἄρα λόγοις τὸ αὐτό τινι τῶν κειμένων ἐπιφέρεται, οὗτοι οὐ συλλογισμοί. ὅτι δὲ τὸ ὄργανον χρήσιμον, δῆλον· ἐν πᾶσι γὰρ τοῖς ὀργάνοις ὁρῶμεν, ὅταν μὴ τὴν οἰκείαν χρείαν παρέχεσθαι δύνηται, ἀναιρούμενα αὐτά. οὔτε γὰρ λύραν ἄν τις εἴποι ᾗ οὐχ οἷόν τε μουσικῶς χρῆσθαι, οὔτε σκέπαρνον ᾧ μὴ τεκτονικῶς· ὁ γὰρ καὶ τὰ ἐκπίπτοντα τῆς χρείας ἔτι λέγων τῷ αὐτῷ ὀνόματι ὁμωνύμως λέγει, ὡς καὶ τὰ γεγραμμένα ἢ πεπλασμένα, ὡς χεῖρα τὴν λιθίνην. οὐδὲ συλλογισμὸς οὖν ἔτι εἴη ἂν ὁ μὴ τὴν χρείαν σῴζων τὴν τοῦ συλλογισμοῦ. τοιοῦτος δὲ ὁ συλλογισμὸς ἐν ᾧ τὸ αὐτὸ 〈τὸ〉 συμπέρασμά τινι τῶν κειμένων· οἷοί εἰσι κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς οἱ διφορούμενοί τε καὶ οἱ ἀδιαφόρως περαίνειν ὑπ’ αὐτῶν λεγόμενοι. διφορούμενοι μὲν γάρ εἰσι κατ’ αὐτοὺς οἱ τοιοῦτοι ‘εἰ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν’· ἀδιαφόρως δὲ περαίνοντες ἐν οἷς τὸ συμπέρασμα ταὐτόν ἐστιν ἑνὶ τῶν λημμάτων, ὡς ἐπὶ τῶν τοιούτων ‘ἤτοι ἡμέρα ἐστὶν ἢ φῶς ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν’. εἰ δή τις λέγοι καὶ τοὺς τοιούτους λόγους συλλογισμούς, ὁμωνύμως ἂν λέγοι. πῶς γὰρ οὐκ ἄτοπον τὸ ἤδη κείμενον συνάγεσθαι καὶ δείκνυσθαι λέγειν; πῶς δ’ οὐ τὰ ἐν ἀρχῇ λαμβανόντων; ὁ γὰρ τὸ δεικνύμενον ἐν ταῖς προδεικνυούσαις αὐτὸ προτάσεσι λαμβάνων τὸ ἐν ἀρχῇ λαμβάνει. ἄτοπον δὲ καὶ τὸ ἐπαγωγὴν μὲν μὴ λέγειν ἐν ᾗ τὸ συμπέρασμα τῶν εἰλημμένων τινὶ εἰς δεῖξιν ταὐτόν ἐστιν, ἐπεὶ μὴ παρέχει τὸ διὰ τῆς ἐπαγωγῆς χρήσιμον, συλλογισμὸν δὲ λέγειν τὸν μηδὲν δεικνύντα. οὐ γὰρ ἱκανὸν τὸ σχῆμα τῆς λέξεως ποιῆσαι συλλογισμόν, ἀλλ’ εἶναι δεῖ πρῶτον τὸ σημαινόμενον διὰ τῆς λέξεως δεῖξαί τι δυνάμενον.
而在这一言论中[假言命题]不是冗余的这一事实表明,在那个言论中欠缺了某些东西,或者该言论即推论是有缺陷的。因为绝非只要某物由于必然性随某物而来,它就已经以推论方式随之而来;因为并不是由于以推论方式随之而来的事物必然随之而来,凡因必然性随某物而来的事物便已经以推论方式随之而来;因为它是不可换位的;必然之物比推论中的必然性范围更广。我们称之为修辞推论的那些修辞学推论也是这种情形;因为在它们之中,由于另一前提为人所熟知而被法官或听众补充,推论也显得是通过单一前提生成的;例如“此人应受惩罚,因为他是叛徒”;法官把“凡叛徒皆应受惩罚”作为自明之理予以补充,因为这包含了法律所规定和确立的内容。因此,此类言论在严格意义上也不是推论,而通称为修辞学推论。无论如何,在被省略的前提不为人熟知的情况下,通过修辞推论生成的推论就不再可能于这些情形中产生;因为即便从其名称本身来看,推论似乎也表示言论的某种结合,正如计算表示算筹的汇集一样。 而所推导出的结论应当是“不同于所设定的事物”这一附加规定,表明了推论的必要性与实用性。亚里士多德几乎正是通过这一附加规定表明推论乃是一种工具。因为推论的作用在于通过某些熟知且显明的事物,使某个显得不为人熟知的事物变得显明;因此,既然同一事物不可能同时既显明又不显明,那么在被证明之物不异于用以证明的事物的情形中,推论的作用便不能得到保全。而不能提供推论之作用的言论甚至根本不是推论。因为如果推论是工具,而一切工具都是有用的,那么推论就是有用的;但在所引出的结论与所设定的前提之一相同的言论中,这些言论并不是有用的;所以在所引出的结论与所设定的前提之一相同的言论中,这些言论不是推论。工具是有用的,这一点是显而易见的;因为在一切工具中我们都看到,每当它们无法提供其固有作用时,它们自身就失效了。因为没有人会把无法用于音乐之物称为竖琴,也不会把无法用于木工之物称为手斧;把失去了功用的事物仍然用同一名称称呼的人,乃是同名异义地称呼,正如对待画中或雕塑之物,例如石手一样。因此,不再保全推论作用的言论也就不再是推论。而在其中结论与所设定的前提之一相同的推论,正是此类推论;例如在来自斯多亚学派的人那里被称为“重复推论”以及被他们称为“无差别得出结论”的推论。因为在他们看来,重复推论乃是“如果天亮了,则天亮了;但是天亮了;所以天亮了”这一类;而无差别得出结论的推论则是结论与前提之一相同的推论,如在此类情形中:“或者天亮了,或者有光;但是天亮了;所以天亮了”。因此,如果有人把此类言论也称为推论,他就是同名异义地称呼。因为说已经设定的事物被推导并被证明,岂不是荒谬的吗?他们又岂能不是在乞题呢?因为在预先证明它的诸前提中采纳被证明之事本身的人,正是在乞题。再者,既然归纳中如果结论与为着证明而采纳的某项前提相同,人们因其未能提供通过归纳所获得的功用而不称其为归纳,那么把完全不能证明任何事物的言论称为推论,这也是荒谬的。因为言辞的句式并不足以构成推论,而首先必须是通过言辞所表达的含义能够证明某事。
- 1.2οὐκ ἂν δὲ παρέλκον ἐν τούτῳ τῷ λόγῳ δείκνυσιν
分词短语 οὐκ ἂν παρέλκον 以紧接前文所提及的假言命题(τὸ συνημμένον)为逻辑主语,名词化地充当主要动词 δείκνυσιν 的主语,意为“在这一言论中[假言命题]不会是冗余的这一事实”。ἄν 表潜在(或可能是抄本中 οὐκ ὂν δέ 的讹误),在上下文中正是以其不为冗余作为证据,来表明随后的 ὅτι 从句。
- 1.2ἐπὶ πλέον γὰρ τὸ ἀναγκαῖον τῆς ἐν συλλογισμοῖς ἀνάγκης
成语 ἐπὶ πλέον 意为“外延更广/范围更大”,其后跟随的属格 τῆς ἐν συλλογισμοῖς ἀνάγκης 是表示比较基准的比较属格。
- 1.2τῷ τὴν ἑτέραν γνώριμον οὖσαν ὑπὸ τῶν δικαστῶν ἢ τῶν ἀκροατῶν προστίθεσθαι
由与格定冠词 τῷ 引导的不定词结构(τῷ ... προστίθεσθαι),表示原因(“由于……被补充”)。宾格 τὴν ἑτέραν(另一前提)是不定词的逻辑主语,γνώριμον οὖσαν 为述语性分词,ὑπό 加属格表示被动语态的施动者。
- 1.2Τὸ δὲ ἕτερόν τι τῶν κειμένων ὀφείλειν τὸ συναγόμενον εἶναι προσκείμενον
句首的中性定冠词 τό 支配分词 προσκείμενον(附加规定),构成全句的主语短语(“……这一附加规定”)。中间插入的不定词短语 ἕτερόν τι τῶν κειμένων ὀφείλειν τὸ συναγόμενον εἶναι(推导出的结论应当是不同于所设定事物之物)说明该附加规定的具体内容。全句主谓语为后随的 ἐστί。
