- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:7.3-9.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明了亚里士多德首先给出推论定义的原因(100a21),进而逐一解析这一定义的各个要素(100a25),指出“言论”是属,而“某些事物被设定”意味着前提的直言性质与复数性,并反驳了单前提推论的主张。
" Πρῶτον οὖν ῥητέον τί ἐστι συλλογισμός." Εἰπὼν ὅτι ἐστὶν ἡ πρόθεσις περὶ παντὸς τοῦ προτεθέντος προβλήματος δι’ ἐνδόξων συλλογίζεσθαι, εἰκότως πρῶτον, τί ἐστι συλλογισμός, λέγει. ἔπειτα τὰς διαφορὰς τῶν συλλογισμῶν ἐρεῖ, ἵνα ὁποῖός τίς ἐστιν ὁ διαλεκτικὸς συλλογισμὸς ὁ δι’ ἐνδόξων γινόμενος, περὶ οὗ νῦν πραγματευόμεθα, καὶ τίνι τῶν ἄλλων διαφέρει, φανερὸν γένηται.
“因此,首先应当说明何谓推论。” 在说明了既定意图乃是通过公认意见就每一个提出的问题进行推论之后,他首先说明何谓推论是合情合理的。接着他将说明推论的诸种差异,以便使我们当下所探究的、通过公认意见生成的辩证推论具有怎样的性质,以及它与其余推论有何区别,变得显明。
"Ἔστι δὴ συλλογισμὸς λόγος, ἐν ᾧ τεθέντων τινῶν." Περὶ τοῦ ὅρου τοῦ συλλογισμοῦ καὶ τῶν πρὸς αὐτὸν ὑπό τινων προσαπορουμένων εἴρηται μὲν ἡμῖν καὶ ἐν τοῖς εἰς τὰ Πρότερα ἀναλυτικὰ ὑπομνήμασιν· καὶ γὰρ προηγούμενος ὁ περὶ συλλογισμῶν λόγος ἐν ἐκείνοις, ἐν οἷς παραδίδωσιν ὁ Ἀριστοτέλης πᾶσαν τὴν μέθοδον τὴν συλλογιστικήν· καὶ νῦν δέ, ὅσα πρὸς σαφήνειαν τοῦ ὅρου φέρει, τούτων μνημονεύσομεν. ἐν γένει μὲν οὖν τῷ λόγῳ τὸν συλλογισμὸν ἔθετο, ἐπεὶ ὁ λόγος κατηγορούμενος τοῦ συλλογισμοῦ συνωνύμως οὐ κατὰ τούτου μόνου κατηγορεῖται ἀλλὰ καὶ κατ’ ἄλλων κατ’ εἶδος τοῦ συλλογισμοῦ διαφερόντων· καὶ γὰρ καὶ κατὰ μύθου καὶ κατὰ διηγήσεως καὶ κατὰ δημηγορίας καὶ κατὰ ἄλλων μυρίων κατ’ εἶδος ἀλλήλων διαφερόντων ὁ λόγος συνωνύμως τε καὶ ἐν τῷ τί ἐστι κατηγορεῖται. ταῖς δὲ προστιθεμέναις τῷ λόγῳ διαφοραῖς χωρίζει τῶν ἄλλων λόγων τὸν συλλογισμόν,1 καὶ ἐν τίνι ἐστὶν αὐτῷ τὸ εἶναι, δηλοῖ. ἐν ᾧ γὰρ λόγῳ τεθέντων τινῶν ἕτερον, φησί, τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει διὰ τῶν κειμένων, τοῦτον εἶναι τὸν συλλογισμόν, διὰ μὲν τοῦ τεθέντων χωρίζων τὸν συλλογισμὸν τῶν ἄλλων λόγων, ἐν οἷς οὐδὲν τίθεται, οἷός ἐστι καὶ ὁ διηγηματικός. σημαίνει δὲ αὐτῷ τὸ τεθέντων ‘ληφθέντων τε καὶ ὁμολογηθέντων καὶ συγχωρηθέντων’, συγχωρηθέντων δὲ ἤτοι ὑπὸ τοῦ προσδιαλεγομένου, εἰ πρὸς ἄλλον ὁ συλλογισμὸς γίνοιτο, ἢ ὑφ’ αὑτοῦ, εἰ ἐφ’ ἑαυτοῦ τις δεικνύς τι συλλογίζοιτο· καὶ γὰρ τὸν οὕτως δεικνύντα δεῖ λαβεῖν τινα καὶ συγχωρῆσαί τισιν ὡς οὕτως ἔχουσιν, ἔπειτα διὰ τούτων ὡς ὁμολογουμένων ἄλλο τι δεῖξαι. ὅτι δὲ καλῶς τῇ τεθέντων φωνῇ κέχρηται, δῆλον ἐκ τοῦ μὴ οἷόν τε εἶναι αὐτὴν εἰς εὐσημοτέραν μεταλαβεῖν. συγχωρῆσαι δὲ καὶ λαβεῖν οὐ πάντως καταφατικά· τίθεται γὰρ καὶ συγχωρεῖται οὐδὲν ἧττον τῶν καταφατικῶν καὶ τὰ ἀποφατικά, καὶ οὐ πάντως ὁ συλλογισμὸς καταφατικῶν πάντων δεῖται τῶν τιθεμένων. δύναται τὸ τεθέντων ἐμφαίνειν καὶ τὸ κατηγορικόν· τίθενται γὰρ κυρίως ταῦτα ἐν τῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν λαμβανόμενα· τὰ γὰρ ὑποθετικὰ οὐ τίθεται ἀλλ’ ὑποτίθεται. δοκοῦσι γὰρ τῷ Ἀριστοτέλει ἁπλῶς καὶ κυρίως ἔχειν συλλογισμοί, ὡς ἐν τοῖς Προτέροις ἀναλυτικοῖς δείκνυσιν, οἱ κατηγορικοί· οἱ δὲ ὑποθετικοὶ οὐχ ἁπλῶς εἰσι συλλογισμοὶ ἀλλὰ μετὰ προσθήκης. οὕτως δ’ ἂν εἴη τοῦ ἁπλῶς καὶ κυρίως λεγομένου συλλογισμοῦ τὸν λόγον ἀποδιδούς.2 τεθέντων δὲ εἶπεν ἀλλ’ οὐ ‘τεθέντος’, ὥς τινες ἀξιοῦσιν αἰτιώμενοι τὸν λόγον, ὅτι μηθὲν συλλογιστικῶς δι’ ἑνὸς ληφθέντος δείκνυται,3 ἀλλ’ ἐκ δύο τοὐλάχιστον. οὓς γὰρ οἱ περὶ Ἀντίπατρον μονολημμάτους συλλογισμοὺς λέγουσιν, οὐκ εἰσὶ συλλογισμοί, ἀλλ’ ἐνδεῶς ἐρωτῶνται, ὡς οἱ τοιοῦτοι ‘ἡμέρα ἐστί, φῶς ἄρα ἐστίν’· ‘ἀναπνεῖς, ζῇς ἄρα’. διότι γὰρ ἡμέρας οὔσης φῶς ἐστιν, ἡμέρα δέ ἐστι, διὰ τοῦτο 〈τὸ〉 ‘φῶς ἐστι’ συλλογιστικῶς δείκνυται, καὶ ὅτι ὁ ἀναπνέων ζῇ, ἀναπνεῖς δὲ σύ, διὰ τοῦτο τὸ ‘ζῇς’ συνάγεται, ἢ διότι πᾶς ὁ ἀναπνέων ζῇ, σὺ δὲ ἀναπνεῖς, ἀλλ’ οὐχ ἁπλῶς διὰ τοῦ ‘ἡμέρα ἐστί’ τὸ ‘φῶς ἐστιν’, ἀλλ’ οὐδὲ διὰ τοῦ ‘ἀναπνεῖς’ τὸ ‘ζῇς’. ἐφ’ ὧν γοῦν μή ἐστι τὸ συνημμένον γνώριμον, οὐκ ἀρκεῖ πρὸς τὸ συμπέρασμα ληφθεῖσα μόνη ἡ πρόσληψις. τῷ γοῦν ‘κίνησίς ἐστιν’ οὐ δοκεῖ ἕπεσθαι τὸ ‘οὐκ ἔστι κενόν’, ὅτι μὴ γνώριμόν ἐστι τὸ συνημμένον τὸ ‘εἰ κίνησίς ἐστιν, οὐκ ἔστι κενόν’· καίτοι καὶ τοῦτο δέδεικται ὑπὸ Ἀριστοτέλους ἀληθὲς ὄν. τῷ οὖν γνωρίμῳ τοῦ συνημμένου καὶ ἐναργεῖ χρώμενοι ἢ τῷ τῆς καθόλου προτάσεως φανερῷ ἡγοῦνται δι’ ἑνὸς τεθέντος συλλογίζεσθαί τι. σημεῖον δὲ τούτου φανερώτατον τὸ μὴ γίνεσθαι παρέλκοντα τὸν λόγον τὸν μετὰ τοῦ συνημμένου λαμβανόμενον τὸν ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστιν, ἀλλὰ μὴν ἡμέρα ἐστί, φῶς ἄρα ἐστί’. καίτοι εἰ διὰ τοῦ ‘ἡμέρα ἐστί’ τὸ φῶς δείκνυται, παρέλκον γίνεται τὸ συνημμένον· τὸ γὰρ τοῖς συλλογιστικῶς δεικνύουσιν ἔξωθεν προστιθέμενον πρὸς τὴν τοῦ αὐτοῦ δεῖξιν παρέλκον.
“推论是一种言论,在其中某些事物被设定”关于推论的定义以及某些人针对它进一步提出的疑难,我们在对《前分析篇》的注解中也已经论述过;因为关于推论的主要论述正是在那些著作中,亚里士多德在其中传授了全部推论方法;但现在,凡是有助于阐明这一定义的内容,我们也将予以提及。首先,他把推论置于“言论”这一属中,因为“言论”同名地述说推论,不仅述说推论,而且也述说在种上与推论不同的其他事物;因为对于神话、记叙、演说以及在种上彼此不同的无数其他事物,“言论”都是同名地且在“何谓”上被述说的。他通过添加到“言论”上的诸种差,把推论同其他言论区分开来,并揭示推论的存在究竟在于什么。因为他说,推论正是这样一种言论:在其中某些事物被设定,因着所设定的事物,必然产生不同于所设定事物的另一事物;他通过“被设定”一词,把推论同并未设定任何事物的其他言论(例如记叙性言论)区分开来。对他而言,“被设定”意味着“被采纳、被赞同并被承认”,而被承认,要么是被对话者承认(如果推论是针对他人进行的),要么是被自己承认(如果是某人在自身之中证明某事而进行推论);因为这样证明的人也必须采纳某些事物,并承认某些事物具有如此这般的状态,然后通过这些作为公认的事物去证明另一事物。他妥当地使用了“被设定”这一字眼,这从无法将其换成更明确的词语中即可明了。此外,承认与采纳绝非完全是肯定性的;因为否定性的事物同肯定性的事物一样被设定和承认,推论也绝非在所有被设定的前提中都需要肯定命题。 “被设定”也能够指示直言性质;因为当事物在存在或不存在的意义上被采纳时,才是在严格意义上被设定的;因为假言的事物不是被设定的,而是被假定的。因为在亚里士多德看来,正如他在《前分析篇》中所展示的,直言推论才被认为是单纯且严格意义上的推论;而假言推论并非单纯的推论,而是带有附加条件的推论。如此一来,他所给出的就是单纯且严格意义上所说的推论的定义。他说“被设定”[用复数]而不是像某些指责这一定义的人所要求的那样说“某单一事物被设定”,乃是因为通过一个被采纳的前提,绝不可能以推论方式证明任何事物,而是至少通过两个前提。因为安提帕特罗一派所称的“单前提推论”并不是推论,而是提问不完全的,例如这样的推论:“天亮了,所以有光”;“你在呼吸,所以你活着”。因为正是由于“天亮时便有光,而天亮了”,由此才推论性地证明了“有光”;正是由于“呼吸者活着,而你在呼吸”,由此才得出了“你活着”,或者由于“凡呼吸者皆活着,而你在呼吸”;而绝不是单纯由于“天亮了”而得出“有光”,也不是由于“你在呼吸”而得出“你活着”。无论如何,在假言连接命题不为人熟知的情况下,仅采纳附加前提对于结论是不充分的。例如,在“有运动”之后,并不显得必然随之得出“不存在虚空”,因为“如果有运动,则不存在虚空”这一假言连接命题并非人所熟知(尽管这一点也被亚里士多德证明是真实的)。因此,他们正是利用了假言连接命题的熟知与自明,或是全称命题的显明,才认为通过设定一个前提就能推论出某物。对此最显明的证据在于:连同假言命题一起被采纳的言论,即“如果天亮了,则有光;但是天亮了;所以有光”,并不变得冗余。然而,如果光是通过“天亮了”得到证明的,假言命题就变成了冗余;因为凡是为着同一证明而从外部额外添加到以推论方式证明的事物上的东西,都是冗余的。
- 1.2ἐν ᾧ γὰρ λόγῳ τεθέντων τινῶν ἕτερον, φησί, τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει διὰ τῶν κειμένων, τοῦτον εἶναι τὸν συλλογισμόν
由关系从句(ἐν ᾧ λόγῳ...)先行并由主句中的指示代词(τοῦτον)承接。整个句子在间接引语中构成不定式结构,εἶναι 的宾格主语为 τοῦτον,宾格补足语为 τὸν συλλογισμόν,插入的 φησί 表明这是转述亚里士多德的定义。
- 1.2οὕτως δ’ ἂν εἴη τοῦ ἁπλῶς καὶ κυρίως λεγομένου συλλογισμοῦ τὸν λόγον ἀποδιδούς
由 ἂν εἴη 与现在分词 ἀποδιδούς 构成的迂说法潜在希求法结构,相当于 ἂν ἀποδιδοίη,表达推论性的结论:“如此一来他就是在给出……的定义”。属格 τοῦ... συλλογισμοῦ 作宾语 τὸν λόγον 的修饰语。
- 1.2τεθέντων δὲ εἶπεν ἀλλ’ οὐ ‘τεθέντος’, ὥς τινες ἀξιοῦσιν αἰτιώμενοι τὸν λόγον, ὅτι μηθὲν συλλογιστικῶς δι’ ἑνὸς ληφθέντος δείκνυται
原因从属从句 ὅτι 依赖于主动词 εἶπεν,而不是插入句 ὥς τινες ἀξιοῦσιν αἰτιώμενοι τὸν λόγον(“正如某些指责这一定义的人所要求的那样”)。亦即它解释了亚里士多德使用复数 τεθέντων 而非单数的原因是“因为通过一个被采纳的前提绝不能以推论方式证明任何事物”。
