- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:10.21-12.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大借助工具的比喻论证,对于推论的本性而言不仅需要形式也需要质料,并阐明在选言推论中,推论之所以成立是因为引出了剩余选言支的对立面,而非重复附加前提,即便二者在言辞表象上恰好合汇。
οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων ὀργάνων ἱκανὸν τὸ σχῆμα τὴν τοῦ ὀργάνου δηλῶσαι φύσιν, ἀλλὰ δεῖ καὶ τῆς οἰκείας ὕλης, σὺν ᾗ τὸ οἰκεῖον ἔργον ἀποδώσει· τῷ γοῦν πρίονι δεῖ καὶ τοιᾶσδε ὕλης· οὐδεὶς γὰρ ἐρεῖ πρίονα τὸ ἐν κηρῷ σχῆμα τοιοῦτον. δεῖ οὖν καὶ τὸν τοῦ συλλογισμοῦ ὅρον ὀργάνου ὄντος ἐν αὑτῷ ἔχειν καὶ τὴν οἰκείαν ὕλην. ὅτι δὲ ἄχρηστος ὁ τῶν κειμένων τι ἐπιφέρων, δῆλον ἐκ τοῦ μήτε πρὸς ἀπόδειξιν μήτε πρὸς τὸν διαλεκτικὸν συλλογισμὸν μήτε πρὸς τὸν σοφιστικὸν χρῆσθαί τινα δύνασθαι τούτῳ· ταῦτα δὲ εἴδη συλλογισμοῦ. ἔτι οἱ διφορούμενοι ἀσυλλόγιστοι, καθ’ ὅσον ἢ ἀμφότερα προσλαμβάνουσιν ἢ τὸ ἑπόμενον· τί γὰρ μᾶλλον τὸ ἡγούμενον ἢ τὸ ἑπόμενον; οἱ δὲ ἐξ ἀντιφάσεως διαιρετικοὶ οὐ ταὐτὸ τῶν κειμένων τινὶ ἐπιφέρουσιν ἀλλὰ τὸ ἀντικείμενον τοῦ λοιποῦ λόγου, ᾧ συμβαίνει διὰ τὸ ἐκ τοιούτων εἶναι τὸ διαιρετικὸν τὸ αὐτὸ γίνεσθαι τῇ προσλήψει· ἐπὶ γοῦν τῶν μὴ ἐκ τοιούτων διαιρετικῶν ἀσυλλόγιστος ὁ μὴ τὸ ἀντικείμενον τοῦ λοιποῦ ἐπιφέρων. ἀλλ’ οὐδὲ λέγομεν συλλογισμὸν εἶναι τὸν ἐκ διαιρετικοῦ καὶ ἑνὸς τῶν ἐν τῷ διαιρετικῷ τὸ λοιπὸν ἐπιφέροντα. ἐπεὶ γὰρ τῷ ἐπιφερομένῳ ἐν τῷ διὰ τοιούτου διαιρετικοῦ συλλογισμῷ συμβέβηκεν ὄντι ἀντικειμένῳ τοῦ ἑτέρου τῶν ἐν τῷ διαιρετικῷ τὸ αὐτὸ κατὰ τὴν λέξιν εἶναι τῷ προσειλημμένῳ, ὃ μὴ ταὐτόν ἐστι μηδὲ κατὰ ταὐτόν, ἀντικείμενόν τε τῷ ἑτέρῳ τῷ καταλειπομένῳ ἐκ τοῦ διαιρετικοῦ καὶ ταὐτὸν τῷ προσειλημμένῳ, δεῖ ζητῆσαι κατὰ τὸ πότερον λαμβανόμενον τῶν συμβεβηκότων αὐτῷ καὶ εἰς ταὐτὸ συνδεδραμηκότων ποιεῖ συλλογιστικὸν τὸν λόγον.1 ὅτι γὰρ μὴ ταὐτόν ἐστιν ἄμφω μηδὲ κατὰ ταὐτὸν αὐτῷ ὑπάρχει, δῆλον ἐκ τοῦ μὴ ἐν πᾶσι τοῖς διαιρετικοῖς τῷ αὐτῷ ἄμφω ὑπάρχειν. καίτοι εἰ τὰ αὐτὰ ἦν ἀλλήλοις καὶ ἦν ταὐτὸν ἀντικειμένῳ τε εἶναι τῷ ἑτέρῳ τῶν ἐν τῇ διαιρέσει καὶ τὸ αὐτὸ τῷ ἑτέρῳ τῶν ἐν αὐτῷ, ἐν ᾧ τὸ ἕτερον, ὑπῆρχε καὶ θάτερον. εἰ δ’ ἔστιν οἷς τὸ μὲν ἀντικειμένοις εἶναι τοῖς ἑτέροις ὑπάρχει, τὸ δὲ τοῖς αὐτοῖς εἶναι τοῖς προσειλημμένοις οὐχ ὑπάρχει, οὐκ ἂν εἴη ἐν τοῖς διαιρετικοῖς ταὐτὸν τὸ ἀντικειμένῳ τε εἶναι τῷ ἑτέρῳ τῶν ἐκ τῆς διαιρέσεως καὶ τῷ ἑτέρῳ τῷ προσειλημμένῳ ταὐτό. ὥστε οὐδὲ ἐφ’ ὧν συνυπάρχει, ὡς τὰ αὐτὰ ἀλλήλοις ὄντα συνυπάρχει. εἰ δὲ μὴ ταὐτά, ζητεῖν δεῖ κατὰ πότερον αὐτῶν τῆς ἐπιφορᾶς γινομένης ὁ συλλογισμός. τοῦτο δὴ λάβοι τις ἂν ἐκ τῆς περιοχῆς τοῦ εἴδους2 τοῦ συλλογισμοῦ. ἔστι δὲ ἡ περιοχὴ αὕτη τοῦ τοιούτου συλλογισμοῦ ‘ὁ ἐκ διαιρετικοῦ καὶ ἑνὸς τῶν ἐν τῇ διαιρέσει τὸ ἀντικείμενον ἐπιφέρων τοῦ λοιποῦ’. ἀλλ’ εἰ τοῦτο, δῆλον ὅτι ὡς ἀντικείμενον λαμβανόμενον ποιεῖ τὸν συλλογισμόν, ἀλλ’ οὐχ ὡς ταὐτὸν τῷ προσειλημμένῳ· οὐ γὰρ τοῦτο ἡ περιοχὴ βούλεται. ὡς γὰρ ἐν οἷς ἄλλο τὸ ἀντικείμενον καὶ ἄλλο τὸ προσλαμβανόμενον, ὁ μὲν τὸ ἀντικείμενον τῷ ἑτέρῳ ἐπιφέρων ἐμμένει τῇ περιοχῇ τῇ τοῦ συλλογισμοῦ τοῦ κειμένου καὶ συλλογίζεται κατ’ αὐτήν, ὁ δὲ τὸ προσειλημμένον ἐπιφέρων, ὅτι μὴ ταὐτὸν ἐν αὐτοῖς τὸ προσειλημμένον καὶ τὸ ἀντικείμενον, οὔτε ἐμμένει οὔτε συλλογίζεται, οὕτως καὶ ἐφ’ ὧν ἄμφω συνδεδράμηκεν, ὁ συλλογισμὸς ἂν γένοιτο ὡς ἀντικειμένου τῷ ἑτέρῳ λαμβανομένου τοῦ ἐπιφερομένου, ἀλλ’ οὐχ ὡς τοῦ αὐτοῦ τῷ προσειλημμένῳ. ὅτι δὲ οὐδὲ ταὐτὸν ἐν αὐτοῖς τῷ προσειλημμένῳ τὸ ἐπιφερόμενον, ἐκ τούτων ἄν τις μάθοι. ὥσπερ ἐν τοῖς οὐκ ἐξ ἀντικειμένων ἀντιφατικῶς διαιρετικοῖς, οἷόν ἐστι τὸ ‘ἤτοι ἡμέρα ἐστίν, ἢ νύξ ἐστι’, τὸ ἀντικείμενον τῷ ‘νύξ ἐστιν’, ὅπερ ἐστὶν ‘οὐκ ἔστι νύξ’, σημαίνει μὲν τὸ ἡμέραν εἶναι, ἀλλ’ ἐπεὶ οὐ προηγουμένως τὸ ἡμέραν εἶναι σημαίνει, οὐ ταὐτὸν εἶναι λέγεται τῷ προσειλημμένῳ τῷ ‘ἡμέρα ἐστίν’ (οὐ γάρ, διότι ἕτερον τῇ λέξει τὸ ‘οὐκ ἔστι νύξ’ τοῦ ‘ἡμέρα ἐστί’, διὰ τοῦτο οὐκ ἔστιν αὐτῷ ταὐτόν· ἐν οἷς γὰρ διαφέροντά τινα κατὰ τὴν λέξιν τοῦ αὐτοῦ τινος ὁμοίως καὶ προηγουμένως ἐστὶ δηλωτικά, ταῦτα τὴν αὐτὴν πρότασιν ποιεῖ, εἰ καὶ φωνὴν ἔχει διάφορον· τὸ γὰρ ‘οὗτος ξίφος ἔχει’ τῷ ‘οὗτος μάχαιραν ἔχει’, εἰ ἐπὶ τοῦ αὐτοῦ λέγοιτο, ἡ αὐτὴ πρότασις, ὅτι ὑπὸ τοῦ ξίφους καὶ τῆς μαχαίρας τὸ αὐτὸ προηγουμένως δηλοῦται.
因为在其他工具的情形中,仅凭形状也不足以表明该工具的本性,而是还需要适宜的质料,工具连同该质料才能完成其固有的功能;至少对于锯子而言,还需要这般的质料;因为没有人会把蜡制成的这般形状称为锯子。因此,推论作为一种工具,其定义自身之内也必须包含适宜的质料。而引出所设定前提之一的言论是无用的,这一点从没有人能将这种言论用于证明、辩证推论或诡辩推论中便显而易见;而这些乃是推论的诸种。再者,重复推论之所以不成推论,乃在于它们要么将两者都作为附加前提采纳,要么采纳后件;因为凭什么采纳前件而不采纳后件呢?相反,基于矛盾对立的选言推论所引出的结论并不是与所设定前提之一相同的事物,而是剩余陈述的对立面,由于选言命题是由此类事物构成的,这一对立面附带地变得与附加前提相同;至少在非由此类事物构成的选言命题中,凡不引出剩余陈述之对立面的言论都是不成推论的。但我们也不说由选言命题和选言命题中的一项构成、并引出剩余项的言论是推论。因为对于通过此类选言命题构成的推论中所引出的结论而言,它既是对立于选言命题中两项之另一项的事物,又附带地在言辞上与附加前提相同,而这两者——即对立于选言命题中剩余的另一项与相同于附加前提——既非同一事物,亦非基于同一方面,因此必须探讨:在属于它的并合汇于同一事物的这些属性中,究竟依循哪一项被采纳,才使得该言论具有推论性。因为这两者并非同一,且并非在同一方面属于它,这一点从并非在所有选言命题中这两者都属于同一事物便显而易见。然而,如果它们彼此相同,且对立于选言中的另一项与相同于其中的另一项是同一回事,那么在有一方属于之处,另一方也必属于。但如果在某些情形中,对立于另一项属于它,而相同于附加前提并不属于它,那么在选言命题中,对立于选言产生的另一项与相同于作为前提附加的另一项就不会是同一回事。因此,即便在它们共同属于的情形中,它们也不是作为彼此相同之物而共同属于的。如果它们不是同一的,就必须探寻依循其中哪一项引出结论才构成推论。而人们正可以从该推论之种的界说范围中领会这一点。此类推论的界说范围乃是:“由选言命题及选言中的一项构成、并引出剩余项之对立面的言论”。如果确实如此,显而易见,正是作为对立面被采纳构成了推论,而不是作为与附加前提相同之物;因为界说范围并非此意。正如在对立面与所附加采纳的前提不同之处,引出另一项之对立面的人固守并依照所设立推论的界说范围进行推论,而引出所附加采纳的前提的人,由于在那些情形中附加采纳的前提与对立面并非同一,既未固守亦未推论;同样,在两者合汇的情形中,也是由于所引出的结论作为另一项的对立面被采纳而生成推论,而不是由于作为与附加前提相同之物。而在此类情形中,所引出的结论甚至并不与附加前提相同,这一点人们可以从以下事实获知。正如在并非由矛盾对立项构成的选言命题中,例如“或者天亮了,或者夜幕降临”,对立于“夜幕降临”的陈述即“并非夜幕降临”,虽然意味着天亮了,但由于它并不是首要地意味着天亮了,因此并不被说成与附加前提“天亮了”相同(因为并不是由于“并非夜幕降临”在言辞上不同于“天亮了”,就因此不与它相同;因为凡在言辞上虽有差异但同样且首要地表明同一事物者,即便语音不同,也构成同一命题;因为“此人佩剑”与“此人佩小剑”如果针对同一事物而言,乃是同一命题,因为“剑”与“小剑”首要表明的是同一事物)。
- 1.2ἐπεὶ γὰρ τῷ ἐπιφερομένῳ ἐν τῷ διὰ τοιούτου διαιρετικοῦ συλλογισμῷ συμβέβηκεν ... δεῖ ζητῆσαι κατὰ τὸ πότερον λαμβανόμενον τῶν συμβεβηκότων αὐτῷ καὶ εἰς ταὐτὸ συνδεδραμηκότων ποιεῖ συλλογιστικὸν τὸν λόγον
主句的主干为 δεῖ ζητῆσαι ...(“必须探讨……”),前面是由 ἐπεὶ γὰρ ... 引导的原因从句。在 ἐπεὶ 从句内部,συμβέβηκεν 的主语是不定式短语 τὸ αὐτὸ κατὰ τὴν λέξιν εἶναι τῷ προσειλημμένῳ(“在言辞上与附加前提相同”),其支配与格分词短语 τῷ ἐπιφερομένῳ ... ὄντι ἀντικειμένῳ ...(“对于被引出的结论而言,作为……的对立面”)。关系代词 ὃ 引导的插入句 ὃ μὴ ταὐτόν ἐστι μηδὲ κατὰ ταὐτόν 之后的 ἀντικείμενόν τε ... καὶ ταὐτὸν ...,是同格性地展开说明上述两个不同方面(对立于选言命题的剩余项,以及相同于附加前提)。
- 1.2περιοχῆς τοῦ εἴδους
此处的 περιοχή 并非字面上的“包容”或“范围”,而是在逻辑学语境中指概括了该推论种之本质特征的“界说范围”或“定义性表述”。紧随其后的 ἔστι δὲ ἡ περιοχὴ αὕτη τοῦ τοιούτου συλλογισμοῦ 明确引述了具体的定义语句,印证了这一语法与逻辑功能。
