← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§87.15-88.23

论证推导的四种工具之引入

亚历山大指出,亚里士多德在完成对支配辩证论题与前提的四种属(定义、固有属性、属、偶性)的解释后,转而阐明用于丰富获取辩证论证的四种“工具”(取得前提、区分多义、认识差异、发现相似)的引入及其意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.41

" Τὰ μὲν οὖν γένη." Λέγει ἃ ἐξέθετο τέσσαρα, τὸν ὅρον, τὸ ἴδιον, τὸ γένος, τὸ συμβεβηκός· περί τε γὰρ ὧν οἱ λόγοι, ἅπερ ἐστὶ τὰ προβλήματα, ἐν τοῖς γένεσι τούτοις, καὶ ὁμοίως ἐξ ὧν οἱ λόγοι, ἅ εἰσιν αἱ προτάσεις, ἐν τούτοις καὶ αὐταί. εἴρηκε δὲ καὶ τί ἑκάτερον τούτων. ἐν ἀρχῇ δὲ τοῦτο εἶπε δεῖν διορισθῆναι, τίνα ἐστὶ περὶ ὧν τε οἱ λόγοι καὶ ἐξ ὧν.

“诸属就是如此。” 他指的是他所陈列的四者:定义、固有属性、属、偶性。因为论证所关涉的那些事物,即论题,处于这些属中;同样,论证由以构成的那些事物,即前提,它们自身也处于这些属中。他也已经说明了这二者各自是什么。而在开端处他就说过必须界定这一点:论证所关涉的以及由以构成的究竟是哪些事物。

§1.42

"Τὰ δὲ ὄργανα, δι’ ὧν εὐπορήσομεν τῶν συλλογισμῶν, ἐστὶ τέσσαρα." Περιττεύον ἦν ἔτι τοῦτο καὶ τελευταῖον τῶν ἐν οἷς εἶπεν εἶναι τὴν μέθοδον τὴν διαλεκτικήν·1 εἰπὼν γὰρ “πρῶτον οὖν θεωρητέον ἐκ τίνων ἡ μέθοδος” ἐπήνεγκεν “εἰ δὴ λάβοιμεν πρὸς πόσα καὶ ποῖα καὶ ἐκ τίνων οἱ λόγοι καὶ πῶς τούτων εὐπορήσομεν, ἔχοιμεν ἂν ἱκανῶς τὸ προκείμενον”. εἰρηκὼς οὖν περί τε τῶν προτάσεων, ὧν ἦν δηλωτικὸν τὸ “ἐκ τίνων”, καὶ περὶ τῶν προβλημάτων, ἃ ἐδήλου διὰ τοῦ “πρὸς πόσα τε καὶ ποῖα”, νῦν καὶ περὶ τῶν ὀργάνων προτίθεται λέγειν, ἅ ἐστι συντελοῦντα πρὸς τὴν εὕρεσίν τε καὶ εὐπορίαν τῶν διαλεκτικῶν λόγων. ταῦτα δέ ἐστι συλλογισμός τε καὶ ἐπαγωγή, ὡς προείρηκεν. αὐτὸς μέντοι τῶν συλλογισμῶν ἐμνημόνευσε μόνων, καὶ ἔστι τὸ λεγόμενον ἴσον τῷ ‘τὰ δὲ ὄργανα δι’ ὧν εὐπορήσομεν τῶν διαλεκτικῶν λόγων, ἐστὶ τέσσαρα’. ὧν ἓν μέν φησι εἶναι τὸ προτάσεις λαβεῖν, οὐ τὰς προτάσεις λέγων ὄργανα τῶν διαλεκτικῶν λόγων· μέρη γὰρ αὗται καὶ τῶν συλλογισμῶν καὶ τῶν ἐπαγωγῶν· οὐκ ἔστι δὲ τὰ μέρη τινὸς ὄργανα ἐκείνου· ἀλλὰ ὄργανον λέγει τὸ δι’ οὗ δυνησόμεθα προτάσεων εὐπορεῖν· οὐ γὰρ αἱ προτάσεις ἀλλὰ τὸ εὐπορεῖν προτάσεων ποιοῦν δύνασθαι ὄργανον.2 δεύτερον δέ φησιν εἶναι τῶν ὀργάνων τῶν πρὸς τὴν εὐπορίαν τῶν προτάσεων συντελούντων τὸ δύνασθαι τὰ πολλαχῶς λεγόμενα γνωρίζειν τε καὶ διαιρεῖσθαι, εἴτε ἐν ὀνόμασιν εἴη ταῦτα εἴτε ἐν λόγοις. τρίτον τὸ δύνασθαι τὰς διαφορὰς γνωρίζειν τινῶν, καθ’ ἃς ἀλλήλων διαφέρει. τέταρτον τὸ τὰς ὁμοιότητας τὰς ἐν τοῖς διαφέρουσιν εὑρίσκειν δύνασθαι. ὅτι μὲν οὖν ἡ τῶν προτάσεων ἐκλογή τε καὶ παρασκευὴ χρήσιμος πρὸς τοὺς συλλογισμούς, δῆλον· ἔχοντες γὰρ προτάσεις ἐκλελεγμένας διαλεκτικάς, τοῦτ’ ἔστιν ἐνδόξους, ῥᾳδίως δυνησόμεθα περὶ τοῦ προτεθέντος προβλήματος συλλογίζεσθαι. τὴν δὲ τῶν ἄλλων ὀργάνων χρείαν, τήν τε τοῦ ἐπεσκέφθαι τὴν τῶν πολλαχῶς λεγομένων διαίρεσιν καὶ τὴν τοῦ τὰς διαφορὰς δύνασθαι γνωρίζειν τε καὶ εὑρίσκειν καὶ τὴν τοῦ ὁμοίου θεωρίαν, αὐτὸς προελθὼν λέγει μετὰ τὸ γράψαι τὰς καθ’ ἕκαστον αὐτῶν μεθόδους.

“另一方面,借以使我们丰富具备推论的工具共有四种。” 这在他所说的辩证方法所包含的各项中,仍是剩下的且居于最后的一项。因为在说过“首先因此必须考察该方法由什么构成”之后,他接着补充道“如果我们把握了论证关涉多少项和哪些种类的项,由什么构成,以及我们如何能够丰富具备这些,我们便充分掌握了所提出的论题”。因此,既然已经论述了“由什么构成”所指的前提,以及通过“关涉多少项和哪些种类的项”所指明的论题,他现在也打算论述那些有助于发现并丰富具备辩证论证的工具。正如他先前所说,这些〔辩证论证〕就是推论与归纳。不过他自己仅仅提到了推论,所说的等同于:“另一方面,借以使我们丰富具备辩证论证的工具共有四种。”他说其中之一是取得前提,但并不是说前提是辩证论证的工具;因为它们既是推论的部分也是归纳的部分,而某事物的部分并不是该事物的工具;相反,他把使我们能够丰富具备前提的手段称为工具;因为并不是前提自身,而是使[我们]能够丰富具备前提的事物才是工具。他又说,有助于丰富具备前提的工具中第二种是能够认识并区分多义表达的事物,无论这些是在名称中还是在言辞中;第三是能够认识某些事物的差异,即它们借以彼此相异的差异;第四是能够在相异的事物中找到相似点。前提的选择与准备对推论是有用的,这一点是显然的;因为掌握了甄选出的辩证前提,也就是公认信念,我们就能够容易地针对所提出的论题进行推论。至于其余工具的用处——探讨多义表达的区分、能够认识并发现差异,以及对相似者的考察——他在后文中写完针对它们每一项的方法之后,会亲自予以说明。

语法注2 条
  1. 1.42Περιττεύον ἦν ἔτι τοῦτο καὶ τελευταῖον τῶν ἐν οἷς εἶπεν εἶναι τὴν μέθοδον τὴν διαλεκτικήν

    主要动词是不完成过去时 ἦν,中性分词 περιττεύον 与形容词 τελευταῖον 作为主语 τοῦτο 的表语。随后的属格短语 τῶν ἐν οἷς εἶπεν εἶναι... 是由最高级 τελευταῖον 所支配的部分属格(“在他所说的辩证方法所包含的诸项中”)。

  2. 1.42οὐ γὰρ αἱ προτάσεις ἀλλὰ τὸ εὐπορεῖν προτάσεων ποιοῦν δύνασθαι ὄργανον

    在对比句式 οὐ γὰρ... ἀλλὰ... 中,前半句省略了 ὄργανόν εἰσιν。后半句的主语是带有冠词的中性分词短语 τὸ ... ποιοῦν [ἡμᾶς] δύνασθαι εὐπορεῖν προτάσεων(“使[我们]能够丰富具备前提的事物”),而 ὄργανον 则是省略了 ἐστίν 的表语名词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:87.15-88.23