- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:85.24-87.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《论题篇》第一卷第十二章开头将辩证论证划分为推论与归纳两类,亚历山大阐释了这两大属的穷尽性与定义、它们与例证和修辞推论的关系,以及二者在说服力、必然性及其在辩证术中的地位等方面的差异。
" Διωρισμένων δὲ τούτων χρὴ διελέσθαι πόσα τῶν λόγων εἴδη τῶν διαλεκτικῶν." Προτίθεται εἰπεῖν πόσα καὶ τίνα εἴδη τῶν λόγων τῶν διαλεκτικῶν, καθ’ οὓς τὸ γυμνάζεσθαι γίνεται, καὶ πρὸς οὓς χρήσιμα τὰ παραδοθησόμενα ὄργανα. δύο δέ φησιν εἶναι, ἐπαγωγήν τε καὶ συλλογισμόν. ὧν τί μέν ἐστι συλλογισμός, εἰρῆσθαι φθάνει· περὶ δὲ ἐπαγωγῆς νῦν τὸν λόγον ποιεῖται. ὅτι δὲ ταῦτα τῶν λόγων δι’ ὧν αἱ δείξεις γίνονταί τινων, τὰ ἀνωτάτω γένη, δῆλον ἐκ τοῦ πάντα τὸν δεικνύντα τι ἢ διά τινος καθόλου τε καὶ κοινοτέρου δεικνύναι αὐτὸ ἢ διά τινων τῶν ὑπ’ αὐτό· αὐτὸ γὰρ δι’ ἑαυτοῦ οὐδὲν δείκνυται. 〈οὐκ〉 εἴη δ’ ἂν καὶ τὸ ἴσον καθόλου.1 ἡ μὲν οὖν διὰ τοῦ καθόλου δεῖξις συλλογιστική, ἡ δὲ διὰ τῶν ὑπὸ τὸ καθόλου ἐπακτική. ὑποτάσσεται δὲ τῷ μὲν συλλογισμῷ τὸ ἐνθύμημα, τῇ δὲ ἐπαγωγῇ τὸ παράδειγμα, τὸ μὲν ἐνθύμημα ῥητορικὸς συλλογισμὸς ὤν, τὸ δὲ παράδειγμα ῥητορικὴ ἐπαγωγή. λέγει δὲ τὴν ἐπαγωγὴν εἶναι τὴν διὰ τῶν καθ’ ἕκαστα ἐπὶ τὸ καθόλου πρόοδον. διὸ οὐχ ὑγιῶς λέγουσιν οἱ λέγοντες τὴν ἐπαγωγὴν λόγον εἶναί τινα ἀπὸ ὁμοίου ἐπὶ ὅμοιον· οὐ γὰρ ὅμοιον τὸ καθόλου τοῖς ὑπ’ αὐτό· τῆς δὲ τοῦ καθόλου δείξεως χάριν ἡ ἐπαγωγὴ μάλιστα. ὁ δὲ ἀπὸ ὁμοίων ἐπὶ ὅμοιον λόγος μᾶλλον ἂν τὸ παράδειγμα σημαίνοι. ὁ γὰρ λόγος ὁ διὰ τῶν καθ’ ἕκαστα τὸ καθόλου δεικνὺς καὶ πιστούμενος, οὗτός ἐστιν ἐπαγωγή. ὁ γὰρ δεικνὺς καθόλου ὅτι ἐν πᾶσιν ἄριστος ὁ ἐπιστάμενος διὰ τοῦ λαβεῖν ὅτι κυβερνήτης ἄριστος ὁ ἐπιστάμενος, ὁμοίως καὶ ἡνίοχος, ὁμοίως καὶ στρατηγός, ὁμοίως καὶ ἰατρός, ὁμοίως γεωμέτρης, μουσικός, τέκτων, δι’ ἐπαγωγῆς τοῦ ἐν πᾶσιν ἄριστον εἶναι τὸν ἐπιστάμενον τὴν δεῖξιν ποιεῖται. λέγει δὲ καὶ τὴν κατὰ τὸ χρήσιμον διαφορὰν τοῦ τε συλλογισμοῦ καὶ τῆς ἐπαγωγῆς ἥτις ἐστί. τὴν μὲν γὰρ ἐπαγωγὴν τὸ πιθανώτερόν φησιν ἔχειν καὶ σαφέστερον, καὶ ὅπως σαφέστερον προσέθηκε, διὰ γὰρ τὸ κατὰ τὴν αἴσθησιν γνωριμώτερον, ὃ κοινὸν τοῖς πολλοῖς ἐστιν· ἡ γὰρ ἐπαγωγὴ διὰ τῶν καθ’ ἕκαστα γίνεται, ἃ ἐστιν αἰσθητά, τὰ δὲ αἰσθητὰ καὶ τοῖς πολλοῖς κοινά τε καὶ γνώριμα. τὸ μὲν οὖν πιθανὸν ἡ ἐπαγωγὴ ἔχει, οὐ μὴν καὶ τὸ ἀναγκαῖον. οὐ γὰρ ἐξ ἀνάγκης ἐπὶ τοῖς κατὰ μέρος συγχωρηθεῖσι τὸ καθόλου διὰ τὸ μὴ οἷόν τε πάντα τὰ καθ’ ἕκαστα ἐπεξελθόντας διὰ τῆς ἐπαγωγῆς λαβεῖν· ἀδιεξίτητα γὰρ τὰ καθ’ ἕκαστα. καὶ γὰρ εἰ πάντα, ἤτοι καὶ τοῦτο λήψεται οὗ χάριν χρῆται τῇ ἐπαγωγῇ, καὶ οὐκέτι αὐτῷ τῆς τοῦ καθόλου λήψεως χρεία, ἀφ’ οὗ ἐπὶ τοῦτο μεταβήσεται, ὥστε οὐκέτ’ ἐπακτικὸς ὁ λόγος ἐστίν, ἢ οὐκ ἔστι τοῦτο ἐν τοῖς λαμβανομένοις, καὶ ἔστιν ἐνστάσεως ἀφορμὴ πρὸς τὴν τοῦ καθόλου λῆψιν ἐπ’ αὐτοῦ τούτου ὡς οὐχ ὁμοίως ἔχοντος τοῖς συγκεχωρημένοις. ὁ δὲ συλλογισμὸς ἧττον ἔχων τὸ πιθανὸν τὸ ἀναγκαῖον καὶ τὸ βιαστικὸν ἔχει, καὶ ἔστι πρὸς τοὺς ἀντιλέγειν πειρωμένους ἐνεργέστερον καὶ μᾶλλον τὸ προκείμενον ἐργαζόμενόν τε καὶ περαινόμενον·2 οὐ γάρ ἐστι χώρα ἀντιλογίας τοῖς τὰς συλλογιστικὰς συγχωρήσασιν προτάσεις, ὃ ἐπὶ τῆς ἐπαγωγῆς χώραν ἔχει τῷ μὴ πάντα οἷόν τε ἐπεξελθεῖν τὰ καθ’ ἕκαστα, ὡς εἶπον. ὥσπερ δὲ οὐ πᾶς συλλογισμὸς διαλεκτικός, οὕτως οὐδὲ πᾶσα ἐπαγωγή· καὶ γὰρ εἰ πᾶσα τὸ πιθανὸν ἔχει, ὃ οἰκεῖόν ἐστι τῆς διαλεκτικῆς, ἀλλ’ οὐ διὰ τοῦτο διαλεκτικοῦ μόνου ἡ δι’ ἐπαγωγῆς δεῖξις. ἢ ἡ μὲν χάριν δείξεώς τε καὶ λήψεως τοῦ καθόλου λαμβανομένη ἐπαγωγὴ μόνης ἢ μάλιστα τῆς διαλεκτικῆς οἰκεία· τῷ γὰρ πιστεύσαντα τοῖς λαμβανομένοις τῷ καθόλου συγχωρῆσαι χρώμεθα αὐτῇ.3 ἡ δὲ πρὸς τὴν τῶν ἀξιωμάτων λῆψιν συντελοῦσα, χάριν τοῦ σαφὲς ποιῆσαι τὸ λεγόμενον παραλαμβανομένη ἀλλ’ οὐ τὸ καθόλου δεῖξαι (ἐξ αὑτοῦ γὰρ γνώριμον τοῦτο νοηθέν), οὔτε διαλεκτικὴ ἔτι οὔτε κυρίως ἐπαγωγή.
“这些既然已被界定,就应当划分辩证论证有几种形态。” 他意图说明辩证论证有几种形态以及是哪些形态,智力训练正是依照这些〔论证〕进行的,且将要传授的工具也是就这些〔论证〕而言有用的。他说形态有两种:归纳与推论。在它们之中,推论是什么先前已经述及;关于归纳,他现在正展开论述。而这些是借以对某些事物进行证明的论证的最高属,这从任何证明某物的人要么通过某种普遍且更共通的事物证明它、要么通过某些从属于它的事物证明它这一点来看是显而易见的;因为没有任何事物是通过其自身被证明的。而且处于对等地位的事物也不会是普遍的。因此,通过普遍者的证明是推论性的,而通过从属于普遍者的诸事物的证明则是归纳性的。隶属于推论的是修辞推论,隶属于归纳的是例证,修辞推论是修辞学上的推论,而例证则是修辞学上的归纳。他说归纳是通过个别事物达到普遍者的递进。因此,那些说归纳是从相似者到相似者的某种论证的人,其说法并不健全;因为普遍者并不与其从属事物相似;而归纳首要正是为了证明普遍者。从相似事物到相似事物的论证反而应当意指例证。因为通过个别事物证明并确立对普遍者信任的论证,这才是归纳。因为凡通过假定懂行舵手为最佳、同样御者、同样将领、同样医生、同样几何学家、音乐家、建筑工皆是如此,从而普遍证明在一切事情上懂行者皆为最佳的人,乃是通过归纳作出了在一切事情上懂行者皆为最佳的证明。他也说明了推论与归纳在功用上的差异究竟为何。因为他说归纳具有更为可信和更为明晰的特点,并且他补充了为何更为明晰:因为按照感觉它是更为易知的,这一点对大众而言是共通的;因为归纳通过个别事物进行,这些个别事物是可感觉的,而可感觉之物对大众而言也是共通且熟知的。因此,归纳虽具有可信性,却并不具有必然性。因为普遍者并不因在个别部分上获得赞同就必然成立,因为不可能通过归纳穷尽所有个别事物来获得[普遍者];因为个别事物是不可穷尽的。因为即使[能穷尽]一切,要么他也会取得他借以使用归纳的这同一个目的事物,从而他不再需要假定普遍者并由其过渡到这事物上,以致论证不再是归纳性的;要么这事物不在所假定的诸事物之内,从而就这同一个事物本身而言就有了反对采纳普遍者的契机,理由是它与已被赞同的事物情况不同。另一方面,推论虽具有较少的可信性,却具有必然性与强制性,且面对试图反驳的人更为有力,能更好地制作并完成所提出的任务;因为对于赞同了推论前提的人来说没有反驳的余地,而正如我所说,由于不可能穷尽所有个别事物,这种反驳的余地在归纳中是存在的。正如并非所有推论都是辩证的一样,并非所有归纳也都是辩证的;因为即便所有归纳都具有属于辩证术的可信性,但通过归纳进行的证明并不因此就只属于辩证家。或者不如说,为了证明和取得普遍者而被采用的归纳,唯独或主要属于辩证术;因为我们使用它,是为了让信任所假定事实的人赞同普遍者。至于有助于取得公理、为了使所说之话清楚而被引入而非为了证明普遍者(因为这一旦被理解凭自身就是熟知的)的归纳,则既不再是辩证的,也不是严格意义上的归纳。
- 1.40〈οὐκ〉 εἴη δ’ ἂν καὶ τὸ ἴσον καθόλου
否定词 οὐκ 为整理者所补。根据紧接的前文,证明要么通过“普遍且更共通者”、要么通过“从属于其下者”进行,没有任何事物通过自身被证明;此处补充说明既非普遍亦非下位事物的对等者(τὸ ἴσον)同样不会是普遍的(或无法作为证明的中介)。
- 1.40καὶ ἔστι πρὸς τοὺς ἀντιλέγειν πειρωμένους ἐνεργέστερον καὶ μᾶλλον τὸ προκείμενον ἐργαζόμενόν τε καὶ περαινόμενον
虽然语法主语是阳性名词 ὁ δὲ συλλογισμός,但补足表语的形容词和分词却以中性单数形式出现(ἐνεργέστερον, ἐργαζόμενον, περαινόμενον)。这种句式将主语视为一种抽象实体或工具(πρᾶγμα / ὄργανον),从而采用中性表语。
- 1.40τῷ γὰρ πιστεύσαντα τοῖς λαμβανομένοις τῷ καθόλου συγχωρῆσαι χρώμεθα αὐτῇ
由中性与格定冠词引导的不定式短语 τῷ ... συγχωρῆσαι 作为与格补足成分依附于动词 χρώμεθα,表示使用归纳的目的或方式。不定式 συγχωρῆσαι 的逻辑主语是表示泛指之人的宾格分词 πιστεύσαντα,它支配与格补足语 τοῖς λαμβανομένοις,而 τῷ καθόλου 则是 συγχωρῆσαι 的与格宾语。
