← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§84.10-85.23

排除在辩证考察之外的问题条件

亚历山大就亚里士多德《论题篇》105a7展开评注,阐明证明过近或过远的事物以及浮浅的诡辩式问题被排除在辩证考察之外的原因,并界定了科学与哲学的问题在何种条件下可作为辩证问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.39

" Οὐδὲ δὴ ὧν σύνεγγυς ἡ ἀπόδειξις, οὐδ’ ὧν λίαν πόρρω." Τοῦ μηδὲ τὰ τοιαῦτα προβλήματα εἶναι διαλεκτικά,1 ὧν τε ἡ ἀπόδειξις ἐμφανής τε καὶ γνώριμος, καὶ ὧν πόρρω τε καὶ σφόδρα ἀσαφής, αὐτὸς τὰς αἰτίας παρέθετο εἰπὼν τὰ μὲν γὰρ οὐκ ἔχει ἀπορίαν, τὰ δὲ πλείω ἢ κατὰ γυμναστικήν. τὰ μὲν γὰρ ὧν σύνεγγυς ἡ ἀπόδειξις ῥᾴδια καὶ εὔγνωστα καὶ διὰ βραχείας ἐπιστάσεως γνωριζόμενα, οἷον εἰ προτείνοι τις πότερον ὁ ἄνθρωπος ζῷόν ἐστιν ἢ οὔ. τοιαῦτά ἐστι καὶ τὰ ἐν τοῖς περὶ καθηκόντων ὑπὸ τῶν ἀπὸ τῆς Στοᾶς ζητούμενα, οἷον πότερον χρὴ συναριστῶντά τισιν ἢ τῷ πατρὶ ἐκτείνειν ἐπὶ τὰ πορρωτέρω μέρη τὴν χεῖρα, ἂν ᾖ μείζω, ἢ μή, ἀλλ’ ἀρκεῖσθαι τοῖς παρακειμένοις, ἢ εἰ χρὴ ἀκούοντας φιλοσόφου ἐπηλλαχέναι τοὺς πόδας. ἀλλ’ οὐδὲ περὶ τῶν σοφιστικῶς καὶ ἐπιπολαίως συγκειμένων προβλημάτων ποιήσεται τὸν λόγον· παραχρῆμα γὰρ κατάφωρον γίνεται τὸ ἐν αὐτοῖς ἀμφισβητεῖσθαι δοκοῦν, οἷον πότερον ὁ ἀνδρεῖος ἀνδρείαν ἔχει ἢ οὔ, καὶ πότερον ὁ δίκαιος ἄδικος ἢ οὔ, καὶ πότερον ὁ σοφὸς ἀμαθὴς ἢ οὔ· δόξει γὰρ μήτε ὁ ἀνδρεῖος ἀνδρείαν ἔχειν διὰ τὸν χιτῶνα τὸν ἀνδρεῖον2 καὶ ὁ δίκαιος ἄδικος εἶναι διὰ τὸ ἄδικά ποτε πράττειν καὶ ὁ σοφὸς ἀμαθὴς εἶναι διὰ τὸ μανθάνειν μὲν τὸν ἀμαθῆ τὸν δὲ σοφὸν μανθάνειν. τοιαῦτα καὶ τὰ ‘πότερον τὸν τυφλὸν οἷόν τέ ἐστιν ὁρᾶν ἢ οὔ, ἢ τὸν σιγῶντα λέγειν’· τὰ γὰρ τοιαῦτα ἐριστικά τε καὶ ἐπιπόλαια καὶ παρὰ τὸ τῆς λέξεως διττὸν ἔχει τὴν κακουργίαν. ἐκλέγεσθαι δὲ δοκεῖ καὶ τὰ κατὰ τὰς ἐπιστήμας τε καὶ τέχνας προβλήματα τῶν διαλεκτικῶν, ὅτι κεῖται τὰ διαλεκτικὰ ἢ περὶ τῶν “πρὸς αἵρεσιν καὶ φυγὴν” εἶναι ἢ περὶ τῶν “πρὸς ἀλήθειαν καὶ γνῶσιν” ἢ περὶ τῶν συνεργούντων πρός τι τοιοῦτον· τὰ γὰρ κατὰ τὰς ἐπιστήμας τε καὶ τέχνας ἢ πρὸς αἵρεσίν ἐστιν, ὡς τὰ ἐν ἰατρικῇ, ἢ πρὸς ἀλήθειαν καὶ γνῶσιν, ὡς τὰ ἐν γεωμετρίᾳ, συντελεῖ. διὸ καὶ ταῦτα ἔσται διαλεκτικὰ προβλήματα, ἂν ἔχῃ τὰ προειρημένα, τοῦ διαλεκτικοῦ οὐ διὰ τῶν οἰκείων ἀρχῶν αὐτὰ δεικνύντος ἀλλὰ δι’ ἐνδόξων τινῶν· προείρηται γὰρ τὴν διαλεκτικὴν μέθοδον “περὶ παντὸς τοῦ προτεθέντος προβλήματος ἐξ ἐνδόξων” εἶναι συλλογιστικήν. διὸ ὅσα μὲν τῶν κατὰ τὰς ἐπιστήμας τε καὶ τὰ μαθήματα κοινοτέρας ἐπιχειρήσεις δέχεται, διαλεκτικὰ ἂν εἴη προβλήματα· ὅσα δὲ μὴ τοιαῦτα τῷ πλείω θεωρίαν ἔχειν ἢ κατὰ γυμναστικήν,3 ἐκπίπτοι ἂν τῶν διαλεκτικῶν προβλημάτων. οὐ γὰρ διαλεκτικὸν τὸ ‘πότερον πᾶν τρίγωνον τὰς ἐντὸς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει ἢ οὔ;’· κρείττονος γὰρ καὶ ἀκριβεστέρας μεθόδου δεῖ πρὸς τὴν τῶν τοιούτων κατασκευὴν προβλημάτων· τοῦ γὰρ γεωμέτρου τὸ δεῖξαι τοῦτο ὅπως ἔχει. διὸ οὐδὲ τῶν κατὰ φιλοσοφίαν ἐστὶ πάντα τὰ τοιαῦτα διαλεκτικὰ προβλήματα, οἷον πότερον μία ὕλη πάντων ἢ οὔ, καὶ πότερον ἡ ὕλη ἥνωται ἢ οὔ, καὶ πότερον αἱ ἄτομοι ἀρχαὶ τῶν ὄντων ἢ οὔ, καὶ πότερον πᾶν τὸ κινοῦν κινούμενον κινεῖ ἢ οὔ, καὶ πότερον ἀΐδιός ἐστιν ἡ κίνησις ἢ οὔ· πλείονος γὰρ καὶ ἀκριβεστέρας τὰ τοιαῦτα ἐπιστάσεως δεῖται. τῶν οὖν περὶ τὰ αἱρετὰ καὶ φευκτὰ καὶ τῶν πρὸς ἀλήθειάν τε καὶ γνῶσιν καὶ τῶν πρός τι τούτων συντελούντων ὅσα μὲν ἔνδοξά ἐστι, ταῦτα προτάσεις διαλεκτικαί· ὅσα δὲ τοιαῦτά ἐστιν ὡς μηδετέρως περὶ αὐτῶν δοξάζειν ἢ ἐναντίως τοὺς σοφοὺς τοῖς πολλοῖς ἢ ἑκατέρους αὐτοὺς ἑαυτοῖς, ταῦτα προβλήματα.

“当然,证明近在眼前的事物,以及证明相距太远的事物[也都不是问题]。” 关于无论是证明显明易懂的事物,还是证明遥远且极不明晰的事物,此类事物何以也都不是辩证问题,他自己说明了原因,说:“因为前者毫无疑难,而后者则具有超出智力训练限度的[疑难]。”因为那些证明近在眼前的事物简易明白,稍加留意即可认知,例如有人提出人是否是动物。斯多亚派在论及适宜行为的著作中所探讨的事情也是如此,例如与某些人或与父亲共进正餐时,若较远处的菜肴份额更大,是否应当伸手去取,还是不该如此而应当满足于近前的食物;或者听哲学讲座的人是否应当交叉双腿。但他也不会讨论那些诡辩式和浮浅地构成的问题;因为在其中看似有所争议之处立即就会原形毕露,例如勇敢者是否具有勇气,正义者是否不公,智者是否无知;因为根据男子的短袍,勇敢者将看似不具有勇气;根据有时做出不公之事,正义者将看似不公;根据无知者学习而智者也学习,智者将看似无知。“盲人是否能够看见,静默者是否能够说话”等问题也是如此;因为此类事项既属论争性又是浮浅的,其狡黠伎俩源于词句的歧义。此外,属于各门科学与技艺的问题似乎也从辩证问题中被挑选出来,因为辩证问题被规定为要么是关于“关乎抉择与规避”之事,要么是关于“关乎真理与知识”之事,要么是关于有助于此类目的之事;因为各门科学与技艺所涉及的事物,要么如医学中的事项那样有助于抉择,要么如几何学中的事项那样有助于真理与知识。因此,若具备上述特征,辩证家不是通过其固有本原而是通过某些享有声誉的意见来证明它们,这些也将成为辩证问题;因为先前已经说明,辩证方法是“从享有声誉的意见出发、就提出的任何问题进行推论”的方法。因此,在属于各门科学与数学学科的事物中,凡能接受更普遍论据的,都是辩证问题;而凡因具有超出智力训练限度的理论考察因而不是此类事物的,则会脱离辩证问题之列。因为“是否每一个三角形其内角三角之和都等于两直角”并非辩证问题;因为确立此类问题需要一种更高超且更严格的方法;因为表明其究竟如何乃是几何学家的职责。因此,在哲学所涉及的事物中,也并非所有此类事项都是辩证问题,例如万物是否具单一质料,质料是否合为一体,原子是否为存在者的本原,凡推动者是否都在受动中推动,以及运动是否永恒;因为此类事项需要更多且更为严格的留意。因此,在关乎可选择与可规避之事、关乎真理与知识之事以及有助于其中之一的事物中:凡享有声誉者,皆为辩证前提;而凡使人对其未持任何一种意见,或智者与大众持相反意见,或两群体各自内部持相反意见的事物,则为问题。

语法注3 条
  1. 1.39Τοῦ μηδὲ τὰ τοιαῦτα προβλήματα εἶναι διαλεκτικά

    属格冠词与不定词结构(Τοῦ ... εἶναι)因倒装(hyperbaton)置于句首,在句法上从属于后文主句的宾语名词短语 τὰς αἰτίας。句子的骨干结构为 αὐτὸς τὰς αἰτίας παρέθετο τοῦ μηδὲ τὰ τοιαῦτα προβλήματα εἶναι διαλεκτικά(“他自己陈述了此类事物不是辩证问题的原因”)。

  2. 1.39διὰ τὸν χιτῶνα τὸν ἀνδρεῖον

    介词短语 διὰ τὸν χιτῶνα τὸν ἀνδρεῖον 说明了为何看似得出“勇敢者不具有勇气”(μήτε ὁ ἀνδρεῖος ἀνδρείαν ἔχειν)这一命题。此处的论证基于 ἀνδρεῖος 一词的双重含义(既可指“勇敢者”,亦可指“男式的”):男式短袍作为衣物并不具有“勇气”这一德性,借此揭示基于字词歧义(παρὰ τὸ διττόν)的诡辩伎俩。

  3. 1.39τῷ πλείω θεωρίαν ἔχειν ἢ κατὰ γυμναστικήν

    此为表示原因的与格冠词不定词(τῷ ... ἔχειν),说明了前面的否定谓语短语 μὴ τοιαῦτα(“不属于此类事物”)的依据。比较级 πλείω 与由介词短语构成的比较基准 ἢ κατὰ γυμναστικήν(“超出智力训练限度”)相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:84.10-85.23