- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:83.3-84.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德提出需要感觉或惩罚的事项不应作为问题加以考察,亚历山大从缺乏两造可辩驳性以及损害道德品格的角度,阐释了此类事项为何不能成为辩证问题。
" Οὐ δεῖ δὲ πᾶν πρόβλημα οὐδὲ πᾶσαν θέσιν ἐπισκοπεῖν." Εἰπὼν ὁποῖόν τί ἐστι τὸ διαλεκτικὸν πρόβλημα, καὶ τί ποτε τῶν προβλημάτων ἰδίως θέσις καλεῖται, προσδιορίζει ταῦτα καὶ δείκνυσιν ὅτι εὐλόγως τὸ πρόβλημα τὸ διαλεκτικὸν τοιοῦτον ἡμῖν κεῖται· οὐ γὰρ πᾶν πρόβλημα οὐδὲ πᾶσαν θέσιν ἐπισκοπεῖν δεῖ (λέγοι δ’ ἂν νῦν ἐκ παραλλήλου τὸ πρόβλημα καὶ τὴν θέσιν),1 ἀλλὰ περὶ τούτων τῶν προβλημάτων ἃ λόγου τοῦ κατασκευάσοντος αὐτὰ καὶ δείξοντος δεῖται ἀλλ’ οὐκ αἰσθήσεως ἢ κολάσεως. τὰ δὲ αἰσθήσεως ἢ κολάσεως δεόμενα οὔτε ἐν τούτοις ἐστὶ περὶ ὧν “οὐδετέρως δοξάζουσιν” οἱ ἄνθρωποι, οὔτε ἐν τούτοις περὶ ὧν “ἐναντίως οἱ σοφοὶ τοῖς πολλοῖς ἢ ἑκάτεροι αὐτοὶ ἑαυτοῖς”. ἢ λέγοι ἂν ὅτι, εἰ καὶ λόγοι τε καὶ συλλογισμοὶ τῶν τοιούτων εἶεν παράδοξοι καταβεβλημένοι, ὡς διὰ τοῦτο ὑποπίπτειν αὐτὰ τῷ τῆς θέσεως λόγῳ, ὅμως οὐ χρὴ τὰ τοιαῦτα προσίεσθαι, διορίζων τὸ προειρημένον. τίνα δέ ἐστι τὰ αἰσθήσεως δεόμενα καὶ τίνα τὰ κολάσεως, σαφῶς διὰ τῶν παραδειγμάτων ἐδήλωσεν. ἐπιζητήσαι δὲ ἄν τις διὰ τί μὴ καὶ τὰ τοιαῦτα προβλήματα· εἰ γὰρ τὸ πρόβλημα τὴν ἀντίφασιν περιέχει, οὐχ οὕτως ὁ προτείνων πότερον δεῖ τοὺς θεοὺς σέβειν ἢ μή, καὶ πότερον δεῖ τοὺς γονεῖς τιμᾶν ἢ οὔ, τὸ μὴ δεῖν σέβειν τοὺς θεοὺς ἀξιοῖ δείκνυσθαι ἢ τὸ μὴ δεῖν τοὺς γονεῖς τιμᾶν. ἤτοι οὖν λέγει ὅτι τὰ τοιαῦτα μέρη τῶν προβλημάτων οὐ δεῖ ἐπισκοπεῖν, ἢ οὐδ’ ὅλως τὰ τοιαῦτα προβλήματα διαλεκτικά· ὧν γὰρ ἀντιφάσεων τὸ ἕτερον μόριον οὐ λόγων ἀλλὰ κολάσεως δεῖται διὰ τὸ ἄδοξον εἶναι, τούτων οὐδὲ τὸ ἕτερον δεῖται λόγων διὰ τὸ ἐναργές τε καὶ ἔνδοξον· πρόβλημα γάρ ἐστι τὸ δεόμενον δείξεως. τὰ γὰρ οὕτω πεπιστευμένα ὁ πειρώμενος κατασκευάζειν διὰ λόγων πολὺ τῆς περὶ αὐτῶν προειλημμένης πίστεως ἀσθενεστέραν τὴν διὰ τῶν λόγων παρέξεται σύστασιν. διὸ οὐδ’ ὅλως τὰ τοιαῦτα ἦν προβλήματα διαλεκτικά, ἀλλὰ προτάσεις μᾶλλον διὰ τὸ ἔνδοξον. ἔτι καὶ διὰ τοῦτο χρὴ τὰ τοιαῦτα τῶν προβλημάτων φυλάσσεσθαι, ὅτι ἡ πρὸς ταῦτα εὐπορία τῶν ἐπιχειρημάτων χείρους ποιεῖ τὰ ἤθη πολλάκις καὶ τοὺς λέγοντας καὶ τοὺς ἀκούοντας, ὅπερ ἐναντιώτατόν ἐστι τῇ γυμναστικῇ, εἴ γε προπαρασκευὴ πρὸς φιλοσοφίαν ἐστίν. ἢ εἰ καὶ μὴ ποιεῖ χείρους, ἀλλὰ φαίνεσθαί γε χείρους ποιεῖ· ἄτοπον δὲ λόγους ἐνδόξους παρέχεσθαι πειρώμενον ἑαυτὸν ἄδοξον ποιεῖν δι’ αὐτῶν. πρότασις μὲν οὖν ἐστι διαλεκτικὴ τὸ ἀντικείμενον τῷ κολάσεως δεομένῳ μορίῳ τοῦ προβλήματος, πρόβλημα δὲ οὐδέτερον· εἰ γὰρ “οὐδὲ ὧν σύνεγγυς ἡ ἀπόδειξις” προβλήματα, ὡς ἑξῆς λέγει, πολλῷ μᾶλλον οὐκ ἂν εἴη προβλήματα ἃ διὰ τὴν ἐνάργειαν κολάσεως ἀξίους παρέχεται τοὺς ἀντιλέγοντας αὐτοῖς. ἢ διὰ τοῦτο τὰ τοιαῦτα οὐ προβλήματα, ὅτι ἡ εἰς τὰ προβλήματα ἐπιχείρησις εἰς ἀμφότερα ἐγίνετο· ἀσύστατα γὰρ τὰ τὴν εἰς τὸ ἕτερον τῶν ἀντικειμένων ἐπιχείρησιν ἀφῃρημένα.2
“但不应当考察每一个问题,也不应当考察每一个论题。” 在说明了何为辩证问题以及诸问题中究竟何者被特称为论题之后,他进一步限定了这些内容,并表明我们将辩证问题设定为这样是有充分理由的。因为不应当考察每一个问题,也不应当考察每一个论题(他在此处或许是将问题与论题并列而言),而应当考察那些需要论证来确立和证明它们,而不需要感觉或惩罚的问题。而需要感觉或惩罚的事物,既不在人们“未持任何一种意见”的事项之中,也不在“智者与大众持相反意见,或两群体各自内部持相反意见”的事项之中。或者他可能是在说,即使关于此类事项提出了悖理的论证和推论,以至于它们因此归入论题的定义之下,也仍然不应接纳此类事项,从而限定了前面所述的内容。至于哪些是需要感觉的事物,哪些是需要惩罚的事物,他通过诸例证已清楚说明。但有人或许会追问,为什么此类事项也不算作问题:因为如果问题包含矛盾对立,那么提出“是否应当敬神”以及“是否应当孝敬父母”的人,并非以此种方式要求证明不应当敬神或不应当孝敬父母。因此,他要么是说不应当考察问题的此类部分,要么是说此类问题根本就不是辩证问题;因为在那些矛盾对立中,如果其中一个组成部分由于声名狼藉而不需要论证却需要惩罚,那么另一个组成部分由于自明和享有声誉也同样不需要论证;因为问题是需要证明之物。实际上,企图通过论证来确立如此确信无疑之事的人,其通过论证所提供的确证将远弱于人们对它们预先抱有的信念。因此,此类事项根本不是辩证问题,而毋宁是由于享有声誉而成为前提。此外,还应当因为以下缘由防范此类问题:针对这些事项的充足论据往往会使说话者与听话者的品格都变得更坏,如果练习是对哲学的预备训练的话,这与练习是最为背道而驰的。或者即使没有使品格变坏,但至少使其显得更坏;而在企图提供声誉卓著的论证时通过它们使自己声名狼藉,则是荒谬的。因此,与问题中需要惩罚的组成部分相对立的是辩证前提,但二者都不是问题;因为如果正如他接下来所说的“连证明近在眼前的事物”都不是问题,那么由于自明性而使反对它们的人应当受到惩罚的事物,就更不可能成为问题了。或者此类事项不是问题乃是因为对问题的论辩攻击是对两方展开的;因为被剥夺了针对对立面之一的论据的事物是无法成立的。
- 1.38λέγοι δ’ ἂν νῦν ἐκ παραλλήλου τὸ πρόβλημα καὶ τὴν θέσιν
短语 ἐκ παραλλήλου 意为“并列地”或“作为同等/互换概念”。亚历山大指出,在前一节对问题与论题作了严格区分之后,亚里士多德在此处将二者并列使用,未强调其差异。
- 1.38ἀσύστατα γὰρ τὰ τὴν εἰς τὸ ἕτερον τῶν ἀντικειμένων ἐπιχείρησιν ἀφῃρημένα
被动分词 ἀφῃρημένα(“被剥夺……”)保留了表示被剥夺之物的宾格短语(τὴν εἰς τὸ ἕτερον τῶν ἀντικειμένων ἐπιχείρησιν,“针对相反一方的论辩/攻击”)。主语是由定冠词引导的中性复数分词短语 τὰ ... ἀφῃρημένα,指那些缺少针对其中一方进行辩驳之余地的问题。
