- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:81.21-83.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德将论题规定为悖理见解的理据,指明论题属于问题的特定属,并讨论了“论题”一词的词源及其在辩证法和修辞学中的习惯用法。
διὰ δὴ τοῦτον τὸν τρόπον τὸ πρόβλημα ἀπὸ τῆς θέσεως χωρίσας ἐνεδείξατο ἡμῖν ὡς δυναμένης τῆς θέσεως ὑπάγεσθαί1 τινι τῶν ἄλλων προβλημάτων τῶν διὰ τὸ ἀντικειμένας εἶναι περὶ αὐτῶν δόξας ὄντων διαλεκτικῶν προβλημάτων, καὶ κατασκευάζει τοῦτο καὶ δείκνυσι δι’ ὧν ἐπιφέρει· ἐκ γὰρ τῶν εἰρημένων περὶ τῆς θέσεως ἀνάγκη ἢ τοὺς πολλοὺς τοῖς σοφοῖς ἀμφισβητεῖν ἢ ὁποτερουσοῦν ἑαυτοῖς, ἐπειδὴ παράδοξος ὑπόληψις ἡ θέσις ἐστίν. ἡ γὰρ παράδοξος ὑπόληψις τοιαύτη τῷ εἶναι αὐτῇ ἀντικειμένην τινὰ ὑπόληψιν ἔνδοξον. ἡ γὰρ παράδοξος ὑπόληψις, ὅταν μὲν ἔχῃ προσκείμενον τῶν γνωρίμων τινὰ κατὰ φιλοσοφίαν, ἕξει τῶν σοφῶν τινα ἀμφισβητοῦντα ἢ τοῖς πολλοῖς ἢ τοῖς σοφοῖς· ὅταν δὲ ᾖ ἡ θέσις λαμβανομένη ἐπὶ τούτων ἐφ’ ὧν ἔχομεν ἐναντίον συλλογισμὸν ταῖς δόξαις, δύναται καὶ ἐν τῇ τῶν πολλῶν κατὰ τὴν δόξαν διαφορᾷ εἶναι, εἴ γε μὴ σοφός ἐστιν ὁ προστάτης τοῦ συλλογισμοῦ· ὁ γὰρ μὴ σοφὸς τῶν πολλῶν. διὸ εἶπεν ἢ ὁποτερουσοῦν ἑαυτοῖς· οἱ γὰρ τὸν λόγον καὶ οἱ τὸν συλλογισμὸν λέγοντες ἢ σοφοὶ ὄντες πρὸς σοφοὺς ἂν μάχοιντο ἢ πρὸς τοὺς πολλούς, ἢ τῶν πολλῶν ὄντες μάχονται ταῖς δόξαις ταῖς τῶν σοφῶν ἢ ταῖς τῶν πολλῶν. ὅτι δὲ πρὸ ὀλίγου λέγων περὶ τοῦ προβλήματος οὐχ ὡς ἄλλα τινὰ εἴδη προβλημάτων προσέθηκε τὸ “ἔστι δὲ προβλήματα καὶ ὧν ἐναντίοι εἰσὶ συλλογισμοί” καὶ τὸ “περὶ ὧν λόγον μὴ ἔχομεν ὄντων μεγάλων”, ἀλλ’ ὡς τὰ προειρημένα ἀνακεφαλαιούμενος, δύναταί τις πιστοῦσθαι2 καὶ ἐκ τῶν νῦν περὶ τῆς θέσεως εἰρημένων· ὅτι γὰρ μὴ ἐπ’ ἴσης ἡ θέσις τῷ προβλήματι δεικνὺς οὔτε ἐκεῖνα λέγων, τὰ ἐν οἷς προβλήμασιν οὖσιν οὐκ ἔστιν ἡ θέσις, ἐμνημόνευσε τούτων οὔτε ταῦτα, ἐν οἷς εἶναι δύναται τῶν προβλημάτων. Εἰπὼν δὲ τὰ προειρημένα περὶ τῆς θέσεως, καὶ ὁποῖόν τι ἡ θέσις αὐτῷ εἶναι δοκεῖ παραστήσας (ὃ γὰρ οὐκ ὂν αὐτὸ καθ’ αὑτὸ οὐδὲ τῇ αὑτοῦ φύσει ζητήσεως ἄξιον ἢ διὰ τὸν προστάτην ἢ διὰ τὸν λόγον ἐγκρίνεται τοῖς προβλήμασί τε καὶ ζητήμασι, θέσις,3 ἀντιδιαιρουμένου καὶ ἐνταῦθα τοῦ ‘θέσει’ τῷ ‘φύσει’, ὥσπερ καὶ ἐπὶ τῆς τῶν ὀνομάτων θέσεως· καὶ γὰρ ἐκεῖ θέσει λέγομεν τὰ ὀνόματα, σημαίνοντες ὅτι μὴ φύσει), προστίθησι δὴ τούτοις ὅτι ἡ συνήθεια σχεδὸν πάντα τὰ διαλεκτικὰ προβλήματα θέσεις λέγει· τοὺς γοῦν εἰς προβλήματα λέγοντας εἰς θέσιν λέγειν φασίν. ἤδη δέ τινες θέσεις καὶ τὰ ῥητορικὰ καλοῦσι προβλήματα, ἐφ’ ὧν τὸ τῆς ὑποθέσεως ὄνομα συνηθέστερον τῷ δοκεῖν τὰ τοιαῦτα ἐπὶ ὑποκειμένοις τισὶ καὶ ὡρισμένοις συνίστασθαι· κοινότερα γὰρ τὰ διαλεκτικὰ καὶ καθολικώτερα. † ὅτι δὲ θέσεις καλοῦσι καὶ ταῦτα οἱ αἰτοῦντες τὰς ὑποθέσεις λέγουσιν. οὐδὲν δέ φησι δεῖν διαφέρεσθαι περὶ τοῦ ὀνόματος τοῦ τῆς θέσεως, εἴτε κατὰ παντὸς προβλήματος αὐτὸ ὁ διαλεκτικὸς φέρει, ὡς ἡ συνήθεια, εἴτε καὶ κατὰ τοῦ νῦν διωρισμένου προβλήματος (οὐ γὰρ ὀνοματοποιῆσαι βουληθέντες τὴν θέσιν οὕτως ὡρισάμεθα, ἀλλ’ ὑπὲρ τοῦ δεῖξαι τὴν ἐν τοῖς προβλήμασι διαφοράν, ἧς οὔσης γνωρίμου οὐδὲν ἔτι δεῖ περὶ τοῦ ὀνόματος φιλοτιμεῖσθαι), ἐνδεικνύμενος ἡμῖν καὶ διὰ τούτων ὅτι δεῖ τῇ συνήθει χρήσει τῶν ὀνομάτων ἐπακολουθοῦντας δεικνύναι τὰς τῶν σημαινομένων διαφοράς, ἀλλὰ μὴ νομοθετεῖν αὐτοὺς καὶ ὀνοματοποιεῖν καθ’ ἃς ἂν ἐπινοήσωμεν πραγμάτων διαφορὰς ὀνόματα, ὡς εἰώθασι ποιεῖν οἱ ἄλλο μὲν ἡδονὴν ἄλλο δὲ χαρὰν λέγοντες καὶ ἄλλο μὲν αἱρετὸν ἄλλο δὲ ληπτόν.
正是在以这种方式将问题与论题区分开之后,他向我们表明,论题能够被归入其他问题中的某一种——即由于关于它们存在相反见解而成为辩证问题的那类问题;并且他通过接下来补充的内容确立并证明了这一点。因为从关于论题所说的话来看,必然要么大众与智者争论,要么两群体之一各自内部相互争论,因为论题是一种悖理的见解。因为悖理的见解之所以是这样的,乃是由于存在某种与它相对立的声誉卓著的见解。确实,悖理的见解每当附有哲学上知名之士时,就会有智者中的某人要么与大众争论,要么与智者争论;而每当论题取自我们拥有与常识意见相反之推论的事项时,如果该推论的倡导者并非智者,它也可以存在于大众在意见上的分歧之中;因为非智者属于大众。因此他说“或者两群体之一各自内部”,因为提出论证和推论的人,如果是智者,要么会反对智者,要么会反对大众;如果属于大众,他们就会反对智者们的意见或大众的意见。至于他不久前谈论问题时,补充了“也存在推论彼此对立的问题”以及“作为重大事项,我们对其没有论证的问题”,并非把它们作为问题的其他某些种,而是作为对前面所述内容的概括,这一点也可以从现在关于论题所说的话中得到确证。因为在表明论题与问题并不等同时,他在谈论那些事项——即虽为问题但其中并不存在论题的事项——时并未提及这些,在谈论问题中论题能够存在的这些事项时也没有提及。在对论题谈了上述内容,并阐明论题在他看来究竟是怎样一种事物之后(因为那自身以及凭其自身本性并不值得探究,却因倡导者或因论证而被接纳进入问题与探究事项之中的事物,就是论题[措定之物],这里“依措定”也同样与“依本性”相对分,正如在名称的“设定”中那样;因为在那里我们也称名称是“依措定的”,以表明它并非依本性),他便对这些内容补充道:习惯用法把几乎一切辩证问题都称为“论题”;人们至少说针对问题发言的人是“针对论题”发言。不过如今有些人也把修辞学上的问题称为“论题”,而关于这些问题,“假说”这一名称更为通用,因为这类问题似乎是建立在某些底层的、确定的基础之上的;因为辩证问题更具一般性,也更普遍。†至于他们也将这些称为论题,要求假说的人们如此说†。但是他说,无论辩证家是像习惯用法那样把这一名称适用于每一个问题,还是适用于现在所限定的问题,完全没有必要为论题的名称发生争执(因为我们并非想要生造词汇才这样定义论题,而是为了指明问题之中的差异;既然这种差异已是显而易见的,就再也没有必要在名称上争竞了),他也通过这些向我们表明:应当遵从名称的习惯用法来指明所指事物之间的差异,而不应当在每当我们设想出事物的差异时就自己立法并生造名称,正如那些习惯于把快乐说成一回事而把欣喜说成另一回事、把应予选择之物说成一回事而把应予接纳之物说成另一回事的人所做的那样。
- 1.37ὡς δυναμένης τῆς θέσεως ὑπαγεσθαί
连词 ὡς 与属格绝对结构(或分词结构)连用,表达主语所展现的观点或思路内容(此处即亚里士多德所提出的见解内容)。
- 1.37ὅτι δὲ πρὸ ὀλίγου λέγων περὶ τοῦ προβλήματος ... δύναταί τις πιστοῦσθαι
倒装结构,其中表达内容的 ὅτι 从句置于主句动词短语 δύναταί τις πιστοῦσθαι 之前。ὅτι 从句的核心结构为 πρὸ ὀλίγου λέγων ... προσέθηκε。
- 1.37ὃ γὰρ οὐκ ὂν αὐτὸ καθ’ αὑτὸ οὐδὲ τῇ αὑτοῦ φύσει ζητήσεως ἄξιον ἢ διὰ τὸν προστάτην ἢ διὰ τὸν λόγον ἐγκρίνεται τοῖς προβλήμασί τε καὶ ζητήμασι, θέσις
该结构中由关系代词 ὃ 引导的关系从句(ὃ ... ἐγκρίνεται)充当主语,名词 θέσις 充当其表语名词,省略了系词 ἐστί。
