- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:80.9-81.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明了为何即便没有知名倡导者,凭借推论反对常识的命题也能成为论题,并以诡辩派混淆偶性存在与本质存在的论争为例进行反驳。进而他理清了论题与辩证问题之间的包摄关系,指出一切论题皆为问题,但反之并不成立。
καὶ γὰρ εἰ μὴ ἔνδοξον ἔχοι τὰ τοιαῦτα προστάτην, ἀλλ’ οἱ περὶ αὐτῶν συλλογισμοὶ ἐναντίοι ταῖς προκαταβεβλημέναις δόξαις περὶ αὐτῶν ὄντες ἄξια αὐτὰ παρέχονται ζητήσεως· ὃ γὰρ ἡ τῶν σοφῶν ἐν ἐκείνοις ποιεῖ δόξα, τοῦτο ἐν τούτοις ἡ διὰ τοῦ συλλογισμοῦ δεῖξίς τε καὶ πίστις. καὶ παρατίθεται δὲ τῆς τοιαύτης θέσεως δεικτικὸν παράδειγμα τοιοῦτον· ἡ μὲν κοινὴ δόξα λέγει ‘πᾶν τὸ ὂν ἤτοι ἀΐδιόν ἐστιν ἢ γεγονός’· οἱ δὲ σοφισταὶ τοῦτο ἀναιρεῖν πειρῶνται διὰ λόγου τινὸς παρεχόμενοί τινα οὔτε ἀεὶ ὄντα οὔτε γεγονότα. λαμβάνοντες γὰρ τὸ τῶν ὄντων τι εἶναι τὸ μουσικὸν ὄντα γραμματικὸν εἶναι1 δεικνύουσιν ὅτι τοῦτο οὔτε ἀΐδιόν ἐστιν (οὐ γὰρ ἀεὶ ἦν ὁ μουσικὸς γραμματικός, ἀλλ’ ἦν ποτε ὅτε οὐκ ἦν), ἀλλ’ οὐδὲ γενόμενον· οὐ γὰρ γίνεται ὁ μουσικὸς γραμματικός· εἰ γὰρ γίνεται, ἤτοι ὡς ἐξ ὕλης τοῦ μουσικοῦ γίνοιτ’ ἂν ὁ γραμματικός, ὡς ἐκ τοῦ χαλκοῦ ὁ ἀνδριὰς καὶ ὡς ὁ ἄνθρωπος γραμματικός (ἀλλ’ οὐκ ἔστιν ὕλη τὸ μουσικὸν τοῦ γραμματικοῦ), ἢ ὡς ἐξ ἐναντίου· οὐκ ἔστι δὲ ἐναντίον τῷ μουσικῷ τὸ γραμματικόν, ὅ γε καὶ συνυπάρχει αὐτῷ· οὐκ ἄρα τὸ μουσικὸν γραμματικὸν γίνεται· ἐξ ὧν συνάγουσι τὸ οὐ πᾶν ἄρα τὸ ὂν ἢ γενόμενόν ἐστιν ἢ ἀΐδιον. ἔτι εἰ μήτε ὁ γραμματικὸς γινόμενος μουσικὸς γραμματικὸς μουσικὸς ἐγίνετο, ἔστι δὲ μουσικὸς γραμματικός, ὃ μὴ γέγονεν, ἔστιν. ἔτι οὐδεμία τέχνη ἐστὶν ἢ ἐπιστήμη ἣ διδάσκει τὸν μουσικὸν γραμματικόν· οὐδεὶς γάρ, καθ’ ὃ μουσικός ἐστι, γραμματικὸς γίνεται (οὐ γὰρ ἀπὸ τούτου εἰς ἐκεῖνο ἡ μεταβολή), ἀλλ’ ἀμφότερα, καθ’ ὃ ἄνθρωπος. δύναται τὸ λεγόμενον ὑπὸ τῶν σοφιστῶν καὶ οὕτω λέγεσθαι· ἂν ᾖ γεγονώς τις γραμματικὸς πρῶτον, εἶτα μουσικός, οὗτος οὐ γέγονε μὲν μουσικὸς ὢν γραμματικός, ἔστι δὲ μουσικὸς ὢν γραμματικός· ὁ οὖν λέγων ‘μουσικὸς ὢν γραμματικός ἐστι’ λέγει καὶ ‘μουσικός ἐστι γραμματικός’. περὶ δὲ τῶν καθ’ αὑτὰ ὄντων ἦν λεγόμενον τὸ ἀίδια αὐτὰ ἢ γενόμενα εἶναι. ἔτι ὡς ἔστι (κατὰ συμβεβηκὸς δέ ἐστιν), οὕτως καὶ ἐγένετο· ὁ γὰρ μουσικὸς γιγνόμενος, εἰ προϋπῆρχεν ὢν γραμματικός (οὐ γὰρ δὴ ἅμα ἄμφω), γίνεται μουσικός· κατὰ συμβεβηκὸς δὲ ὁ γραμματικὸς μουσικὸς ἐγίνετο. ὡς οὖν τὰ τοιαῦτα ἔστιν, οὕτως καὶ γίνεται. τὰ γὰρ τοιαῦτα, φησί, λέγων τὰ παράδοξα, εἰ καὶ μὴ ἁπλῶς δοκεῖ τινι ἄξια ζητήσεως εἶναι, ἀλλὰ τῷ συλλογισμῷ τινα αὐτῶν εἶναι,2 δόξαι ἂν καὶ αὐτὰ διὰ τοῦτο ἄξια ζητήσεως. ὅτι μὲν οὖν καὶ ἡ θέσις ἐν τῷ προβλήματί ἐστι, γνώριμον· ἦν γὰρ πρόβλημα περὶ οὗ ἐναντίως δοξάζουσιν οἱ σοφοὶ τοῖς πολλοῖς· καὶ ἡ θέσις δέ, παράδοξος οὖσα ὑπόληψις τῶν γνωρίμων τινὸς κατὰ φιλοσοφίαν ἢ περὶ τῶν αἱρετῶν καὶ φευκτῶν ἢ περὶ τῶν θεωρητῶν ἢ περὶ τῶν συντελούντων πρός τι ἐκείνων, ἔχει τὸ ἐναντίως δοξάζειν τοῖς πολλοῖς τῶν σοφῶν τινα. ὑπὸ ταὐτὸ δ’ ἂν ὑπάγοιτο εἶδος τῶν προβλημάτων καὶ τὸ προσκείμενον τῇ θέσει τὸ περὶ ὧν λόγον ἔχομεν ἐναντίον ταῖς δόξαις·3 ὁ γὰρ λόγος καὶ ὁ συλλογισμὸς τὴν τοῦ σοφοῦ χώραν μεταλαμβάνων πρόβλημα καὶ τὸ τοιοῦτον ποιεῖ· ὁ γὰρ τοιοῦτος συλλογισμὸς παράδοξος ὑπόληψίς ἐστι καὶ αὐτός. Ἔστι μὲν οὖν καὶ ἡ θέσις πρόβλημα, οὐ μὴν ἀντιστρέφει. οὐ γὰρ ὥσπερ ἦν πᾶσα θέσις πρόβλημα, οὕτω καὶ πᾶν πρόβλημα θέσις ἐστίν· εἰσὶ γὰρ ἐν τοῖς προβλήμασι καὶ τὰ περὶ ὧν οὐδετέρως δοξάζομεν, ὃ οὐκ ἂν εἴη θέσις.
因为即使这类事项没有名望卓著的倡导者,但关于它们的推论,由于与关于它们预先确立的常识见解相反,便使它们变得值得探究;因为在那些情形中智者们的意见所起的作用,在这些情形中推论所带来的证明与确信也同样起着这一作用。并且[亚里士多德]引证了表明此类论题的如下例子:通常的见解说“一切存在之物要么是永恒的,要么是生成的”;然而诡辩派试图通过某种论证来废除这一点,他们提出某些既非始终存在也非生成之物。因为他们假定,身为音乐家同时是文法家属于存在事物之一,并证明这既非永恒的(因为音乐家并非始终是文法家,而是曾经有过不是文法家的时候),也非生成之物;因为音乐家并不变成文法家;因为如果生成,文法家的生成要么如同以音乐家为质料,就像从青铜生成雕像以及人变成文法家一样(但音乐才能并不是文法家的质料),要么如同从对立面生成;但文法家并不是音乐家的对立面,甚至还与它共存;因此音乐家并不变成文法家;由此他们推断出:因此并非一切存在之物要么是生成的要么是永恒的。此外,如果文法家在变成音乐家时并非正在变成有文法知识的音乐家,而有文法知识的音乐家又确实存在,那么未曾生成之物就是存在的。此外,不存在教导音乐家成为文法家的技艺或科学;因为没有人由于是音乐家而变成文法家(因为转变不是从前者到后者),而是两者都由于是人。诡辩派所说的也可以这样表述:如果某人首先生成为文法家,然后成为音乐家,这个人并非在是音乐家的同时生成为文法家,但他却在是音乐家的同时是文法家;因此,说“他在是音乐家的同时是文法家”的人,也就是在说“音乐家是文法家”。但是,说它们要么是永恒的要么是生成的,原是就自身存在之物而言的。此外,正如它是怎样存在着的(并且它是偶性地存在着的),它也是怎样生成的;因为变成音乐家的人,如果预先存在着作为文法家(因为决不是两者同时),他就变成音乐家;而文法家则是偶性地变成音乐家。因此,这类事物以何种方式存在,它们也就以何种方式生成。因为他说,这类事物(指悖理的事项),即便在某人看来并非直接就值得探究,然而由于它们中有些通过推论而成立,它们自身因此也可能被认为值得探究。因此,论题也包含在问题之中,这是显而易见的;因为问题曾是智者们持有与大众相反意见的事项;而论题也是哲学上知名之士的悖理见解,无论关于应予选择与应予回避之事,还是关于可沉思之事,或是关于有助于这些事中某种事项的事,它都具有智者中某人持有与大众相反意见的特征。而附加于论题之上的东西,即我们拥有与常识意见相反之论证的事项,也将被归入问题的同一种之下;因为论证与推论取代了智者的位置,也使此类事物成为问题;因为这样的推论本身也是一种悖理的见解。因此,论题诚然也是问题,但反之并不成立。因为并非如同每一个论题曾是问题那样,每一个问题也都是论题;因为在问题中也存在着我们未作任何一方判断的事项,而这不会是论题。
- 1.37λαμβάνοντες γὰρ τὸ τῶν ὄντων τι εἶναι τὸ μουσικὸν ὄντα γραμματικὸν εἶναι
分词 λαμβάνοντες 支配带有定冠词的不定式短语 τὸ ... εἶναι;在此结构内部,第二个带定冠词短语 τὸ μουσικὸν ὄντα γραμματικὸν εἶναι(“作为音乐家的人是文法家”)充当主格性宾格(主语),而 τῶν ὄντων τι(“存在事物之一”)充当谓语,构成嵌套的双重宾格不定式结构。
- 1.37ἀλλὰ τῷ συλλογισμῷ τινα αὐτῶν εἶναι
由 ἀλλά 引导,与前文的 εἰ καὶ μὴ ἁπλῶς δοκεῖ... 形成对照。带冠词不定式短语 τῷ ... εἶναι 充当表原因的与格(“由于……的存在/成立”),τινα αὐτῶν 是不定式 εἶναι 的主格性宾格,与格 συλλογισμῷ 则表示推论的伴随或在推论上的确立。
- 1.37τὸ προσκείμενον τῇ θέσει τὸ περὶ ὧν λόγον ἔχομεν ἐναντίον ταῖς δόξαις
后置短语 τὸ περὶ ὧν...(“我们拥有与见解相反之论证的事项”)作为同位语修饰前面的 τὸ προσκείμενον τῇ θέσει(“附加于论题之上的东西”)。关系代词 ὧν 的先行词被省略,整体充当动词 ὑπάγοιτο 的主语。
