- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:78.21-80.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德对论题的定义(在哲学上知名之士的悖理见解),以安提斯泰尼否定反驳可能性的论证及其反驳为例,说明了论题为何区别于普通人毫无论证的悖谬言论。
" Θέσις δέ ἐστιν ὑπόληψις παράδοξος τῶν γνωρίμων τινὸς κατὰ φιλοσοφίαν." Εἰπὼν περὶ τοῦ διαλεκτικοῦ προβλήματος ἑξῆς λέγει περὶ θέσεως, ἐπεὶ δοκεῖ καὶ θέσις τὸ πρόβλημα εἶναι, καὶ δείκνυσι τὸ ποῖον πρόβλημα θέσις ἐστίν. οὐ γὰρ πᾶν πρόβλημα θέσις ἐστίν· ἡ γὰρ παρὰ τὰς κοινὰς δόξας ὑπόληψίς τινος τῶν ἐνδόξων κατὰ φιλοσοφίαν θέσις κατ’ αὐτόν, οὖσα παράδοξος διὰ τὴν πρὸς τὰς κοινὰς προλήψεις μάχην, τὸ ἄξιον εἶναι ζητεῖσθαι περὶ αὐτῆς διὰ τὸν προστάτην ὄντα γνώριμον κατὰ φιλοσοφίαν ἔχουσα. διὸ δεῖ καὶ τὸν προστάτην τῆς δόξης τὸν συνιστάντα τὴν θέσιν προσκεῖσθαι τῷ τοιούτῳ προβλήματι· οἷον ‘πότερον πάντα συνεχῶς ῥεῖ καὶ ἀεὶ γίνεται, οὐδέποτε δὲ οὐδέν ἐστιν ἑστὼς καθ’ Ἡράκλειτον ἢ οὔ;’ καὶ ‘πότερον ἔστιν ἓν καὶ ἀκίνητον τὸ ὄν, ὡς Παρμενίδῃ δοκεῖ, ἢ οὔ;’ καὶ ‘πότερον κίνησίς ἔστιν ἢ οὔ, ὡς δοκεῖ Ζήνωνι;’ καὶ ‘πότερον ἡ ὑγεία ἀγαθὸν ἢ οὔ, ὡς Χρύσιππος λέγει;’ καὶ ‘πότερον ἔστιν ἀντιλέγειν ἢ οὔ, ὡς Ἀντισθένει δοκεῖ;’. ἀναιρῶν γὰρ Ἀντισθένης τὸ εἶναι ἀντιλέγειν ἔλεγε δεῖν μὲν τοὺς περί τινος λέγοντας ἐκεῖνο λέγειν1 καὶ σημαίνειν δι’ ὧν λέγουσι τὸ περὶ οὗ λέγουσιν, ἀλλὰ καὶ τοὺς ἀντιλέγοντας περὶ τοῦ αὐτοῦ ὀφείλειν λέγειν. ταῦτα προλαμβάνων ἔλεγεν· οἱ ἀντιλέγειν δοκοῦντες ἀλλήλοις περί τινος ἤτοι ἀμφότεροι λέγοντες τὸν τοῦ πράγματος λόγον ἀντιλέγουσιν ἢ οὐδέτερος ἢ ὁ μὲν λέγων ὁ δὲ οὐ λέγων· ἀλλ’ οὔτε, εἰ ἀμφότεροι λέγοιεν τὸν τοῦ πράγματος λόγον, ἀντιλέγοιεν ἂν (ταὐτὰ γὰρ ἂν λέγοιεν), εἴ τε μηδέτερος τὸν τοῦ πράγματος λέγοι λόγον, οὐδὲ τὴν ἀρχὴν ἄν τι λέγοιεν περὶ τούτου· οἱ δὲ μὴ λέγοντες περὶ αὐτοῦ τούτου οὐδ’ ἂν ἀντιλέγοιεν περὶ αὐτοῦ· εἰ δ’ ὁ μὲν λέγοι ὁ δὲ μή, οὐδ’ οὕτως ἂν ἀντιλέγοιεν· ὁ γὰρ μὴ λέγων τὸν τοῦ πράγματος λόγον οὐδ’ ὅλως ἄν τι λέγοι περὶ αὐτοῦ, ἀλλὰ περὶ ἐκείνου ὃ σημαίνει δι’ ὧν λέγει· οὕτως δὲ οὐδ’ ἂν ἀντιλέγοι περὶ αὐτοῦ. τούτων δὲ οὕτως ἐχόντων οὐδ’ ἂν ἀντιλέγειν εἴη. ψεῦδος δὲ λαμβάνει τὸ τοὺς μὴ λέγοντας τὸν τοῦ πράγματος λόγον ἢ τὸν μὴ λέγοντα μηδ’ ὅλως ἄν τι λέγειν περὶ αὐτοῦ· οὐ γάρ, εἴ τις μὴ ἀληθῆ λέγει, οὗτος οὐδὲ λέγει περί τινος. ἔστι δὲ λέγειν περί τινος καὶ ψευδῆ λέγοντα (οὐδὲ γὰρ ἂν εἴη τὸ ψεύδεσθαι ὅλως, εἰ μόνος εἴη λέγων περί τινος ὁ τἀληθῆ περὶ αὐτοῦ λέγων), εἴ γε πᾶς μὲν ὁ ψευδόμενος περί τινος λέγων περί τινος ψεύδεται.2 εἰ δὲ ἔστι ψεύδεσθαι, εἴη ἂν καὶ ἀντιλέγειν τινὰ ψευδόμενον· καθόλου γὰρ τὸ ἀντιλέγειν ἐστὶ τὸ περὶ τοῦ αὐτοῦ τὰ ἀντικείμενα λέγειν. οὐ δυνατὸν δὲ τοὺς τὰ ἀντικείμενα περὶ ταὐτοῦ λέγοντας ἀληθεύειν ἀμφοτέρους. οὐ τοῖς συλλογισμοῖς δὲ καὶ λόγοις αὐτῶν χρῆσθαι λέγει, ἀλλὰ ταῖς δόξαις ψιλαῖς. Εἰπὼν δὲ τὴν γνωρίμου τινὸς κατὰ φιλοσοφίαν παράδοξον ὑπόληψιν θέσιν εἶναι (διὰ γὰρ τὸν προστάτην ἀξία ζητήσεως ἡ δόξα γίνεται, καὶ διὰ τοῦτο πρόβλημα οὐκ οὖσα καθ’ αὑτὴν τοιαύτη γίνεται), εὐλόγως προσέθηκε τὸ γὰρ τοῦ τυχόντος ἐναντία ταῖς δόξαις ἀποφηναμένου φροντίζειν εὔηθες·3 πανταχόθεν γὰρ εὐκαταφρόνητον, καὶ ἐξ αὐτοῦ τὸ ἄδοξον ἔχον καὶ ἐκ τοῦ προστάτου. τὸ δὲ ἀποφηναμένου εἶπε δηλῶν ὅτι εἰ καὶ χωρὶς συλλογισμοῦ λέγοι· ἐπεὶ ἐρεῖ γε πρόβλημα γίνεσθαι καὶ τὴν τοιαύτην δόξαν, ὅταν μετὰ συλλογισμοῦ τιθῆται. λέγει οὖν θέσεις εἶναι καὶ ταῦτα περὶ ὧν ταῖς κοιναῖς δόξαις ἐναντίοι τινές εἰσι λόγοι τε καὶ συλλογισμοί.
“论题是在哲学上知名之士的悖理见解。” 在讨论了辩证问题之后,他接着讨论论题,因为问题似乎也是论题,并且他指出了怎样的问题属于论题。因为并非所有问题都是论题;依他之见,在哲学上有名望之人的某种有悖于通常意见的见解就是论题,由于与通常的预设冲突而显得悖理,却由于其倡导者在哲学上知名而具有值得被探究的性质。因此,确立论题的该意见之倡导者也必须附属于此类问题:例如,“依赫拉克利特,是否一切事物都在不断流动且始终在生成,而决没有任何事物静止存在,或者不是?”;以及“是否正如巴门尼德所认为的,存在是一且不动的,或者不是?”;以及“是否如芝诺所认为的,运动存在或者不存在?”;以及“是否如克律西波所说的,健康是一种善,或者不是?”;以及“是否如安提斯泰尼所认为的,反驳是可能的,或者不是?”。 因为安提斯泰尼在否定反驳的可能时主张,谈论某事物的人固然必须说出那件事物并通过所说的话表明他们所谈论的对象,但进行反驳的人也必须就同一对象发言。他在预设了这些之后主张说:那些看似就某事物相互反驳的人,要么是双方都陈述了该事物的定义(逻各斯)而反驳,要么是双方都不陈述,要么是一方陈述而另一方不陈述;但是,如果双方都陈述该事物的定义,他们就不会构成反驳(因为他们所说的将是相同之事);而如果双方都不陈述该事物的定义,他们根本就没有就此事谈论任何东西;而那些并不就该事物本身发言的人,甚至不可能就它进行反驳;如果一方陈述而另一方不陈述,即便如此他们也不会构成反驳;因为不陈述该事物定义的一方,完全没有就它谈论任何东西,而是谈论着他通过所说之话表明的那个对象;这样他也就不可能就它进行反驳。既然这些情况如此,反驳本身也就不可能存在了。 但他采纳了一个虚假的假定,即那些不陈述该事物定义的人,或不陈述的一方,将完全不就它谈论任何东西;因为并非说,假若有人不说真话,这个人就没有就某事物发言。人在讲假话时也是能够就某事物发言的(因为如果只有就某事物讲真话的人才算就它发言,那么讲假话这件事就根本不存在了),只要每一个讲假话的人确实都是在谈论某事物的同时就某事物讲假话。而如果讲假话是可能的,那么有人在讲假话的同时进行反驳也是可能的;因为一般而言,反驳就是在谈论同一事物时提出对立的主张。而就同一事物提出对立主张的双方,是不可能都讲真话的。 他说不要使用他们的推论和论证,而要使用裸露的见解。在说明了在哲学上知名之士的悖理见解是论题之后(因为由于倡导者的缘故,该意见变得值得探究,并通过这一点,它在本身并非如此的情况下成为了问题),他合乎情理地补充道:“因为去理会任何碰巧之人发表与通常见解相反的议论是愚蠢的”;因为这种见解在各方面都是微不足道的,其不受赞同既来自其自身,也来自其倡导者。而他说“发表议论”,是借此表明如果也是没有推论而说出〔便是如此〕;因为他确将说明,当这种意见伴随着推论被提出时,它甚至也会成为问题。因此他说,凡存在与通常见解相反的论证和推论的事项,也是论题。
- 1.37ἀναιρῶν γὰρ Ἀντισθένης τὸ εἶναι ἀντιλέγειν ἔλεγε δεῖν μὲν τοὺς περί τινος λέγοντας ἐκεῖνο λέγειν καὶ σημαίνειν δι’ ὧν λέγουσι τὸ περὶ οὗ λέγουσιν, ἀλλὰ καὶ τοὺς ἀντιλέγοντας περὶ τοῦ αὐτοῦ ὀφείλειν λέγειν.
两个不定式 δεῖν 和 ὀφείλειν 并列充当主要动词 ἔλεγε 的宾语从属结构。前一分句(δεῖν μὲν...)规定了一般陈述某事物的条件,而后一分句(ἀλλὰ καὶ... ὀφείλειν)则规定了进行反驳的必要条件,宾格词 τοὺς λέγοντας 与 τοὺς ἀντιλέγοντας 分别作其逻辑主语。
- 1.37εἴ γε πᾶς μὲν ὁ ψευδόμενος περί τινος λέγων περί τινος ψεύδεται.
小词组合 εἴ γε 引导一个限制性/说明性的条件从句,为前句“说假话者亦可谈论某事物”提供理由。分词 λέγων 表伴随状况或方式(即“在谈论某事物的同时/通过谈论某事物”)。
- 1.37τὸ γὰρ τοῦ τυχόντος ἐναντία ταῖς δόξαις ἀποφηναμένου φροντίζειν εὔηθες
句子的核心骨架是由带冠词不定式作主语的结构:τὸ φροντίζειν [ἐστὶν] εὔηθες(“理会……是愚蠢的”)。动词 φροντίζειν 支配属格,此处由分词短语 τοῦ τυχόντος ἀποφηναμένου(“任何碰巧发表言论之人”)充当其宾语。ἐναντία ταῖς δόξαις 则是分词 ἀποφηναμένου 的内宾语(宾格)。
