← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§77.4-78.20

存在相反推论的事项与辩证问题

亚历山大就亚里士多德在《论题篇》第一卷第11章(104b12)中将“存在相反推论的事项”追加为辩证问题进行注解,借助快乐和宇宙永恒性的实例,阐明这一新分类与此前所列问题种类的关系,并解释因双方论证在被普遍接受度上的抗衡如何构成了真正的问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.36

" Ἔστι δὲ προβλήματα καὶ ὧν ἐναντίοι εἰσὶ συλλογισμοί." Εἰπὼν διαλεκτικὰ εἶναι προβλήματα περὶ ὧν “ἢ μηδετέρως δοξάζουσι”, δῆλον ὅτι οἱ πολλοί (περὶ ὧν γὰρ οὗτοι μηδετέρῳ μέρει συγκατατίθενται καταληπτικῶς, προβλήματα ταῦτα· εἴη δ’ ἂν τοῦτο, ὡς εἶπον, καὶ περὶ τῶν σοφῶν λεγόμενον), “ἢ ἐναντίως οἱ σοφοὶ τοῖς πολλοῖς ἢ ἑκάτεροι αὐτοὶ ἑαυτοῖς”, προστίθησι τοῖς εἰρημένοις καὶ τὰ ὧν εἰσιν ἐναντίοι συλλογισμοί. καὶ τοῦ γε καὶ ταῦτα εἶναι ἐν τοῖς προβλήμασι τὴν αἰτίαν ἀπέδωκεν αὐτὸς προσθεὶς ἀπορίαν γὰρ ἔχει πότερον οὕτως ἔχει ἢ οὐχ οὕτως διὰ τὸ περὶ ἀμφοτέρων εἶναι λόγους πιθανούς. τὸ γὰρ ‘πότερον ἡ ἡδονὴ ἀγαθὸν ἢ οὔ;’ διαλεκτικὸν ἂν εἴη πρόβλημα διὰ τὸ εἶναι περὶ ἑκατέρου μορίου τῆς ἀντιφάσεως συλλογισμὸν ἔνδοξον. ὅτι μὲν γὰρ ἀγαθόν, δείκνυσιν ὁ συλλογισμὸς ὁ τοιοῦτος· οὗ πάντ’ ἐφίεται, ἀγαθόν, τῆς δὲ ἡδονῆς πάντ’ ἐφίεται, ἡ ἡδονὴ ἄρα ἀγαθόν· τὸ δὲ μὴ εἶναι αὐτὴν ἀγαθὸν ὁ τοιοῦτος· τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖ, ἡ ἡδονὴ ἀγαθοὺς οὐ ποιεῖ, οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν. ἐπιζητήσαι δὲ ἄν τις εἰ μὴ καὶ τοῦτο ἐμπεριείληπται τοῖς εἰρημένοις· οἱ γὰρ ἐναντίοι συλλογισμοὶ εἶεν ἂν ἐν οἷς “ἐναντίως οἱ σοφοὶ τοῖς πολλοῖς” δοξάζουσιν ἢ “ἑκάτεροι αὐτοὶ ἑαυτοῖς”. ἢ ἐκεῖνα μὲν εἶχεν ἐν τῇ μάχῃ1 τὴν ἑκατέρου τῶν μαχομένων συγκατάθεσιν μόνην χωρὶς συλλογισμοῦ· ἐνθάδε δὲ διὰ τοὺς ἀντικειμένους λόγους ἐπέχει τις, οὐ διὰ τοὺς προστάτας αὐτῶν. διὸ καὶ ἐπὶ τούτων τῷ μηδέπω συγκατάθεσίν τινα εἶναι γίνεται διαλεκτικὸν πρόβλημα τὸ ζητούμενον. λέγει δὲ διαλεκτικὰ εἶναι προβλήματα καὶ περὶ ὧν μὴ ἔχομεν λόγον τινὰ καὶ συλλογισμὸν πότερον οὕτως ἔχει ἢ οὔ, ὄντων μεγάλων καὶ ἀξίων γνώσεως καὶ δῆλον ὅτι ὄντων ἀγνώστων καὶ ἐχόντων τινὰς λόγους· τῶν γὰρ μικρῶν καὶ καταφρονοῦμεν ὡς οὐδὲ τὴν ἀρχὴν ἀξίων ζητήσεώς τε καὶ γνώσεως. παράδειγμα δὲ αὐτὸς ἐναργὲς παρέθετο τῶν μεγάλων μὲν καὶ ἀξίων γνώσεως ἀπορουμένων δὲ καὶ ζητουμένων διὰ τὸ μὴ ἔχειν περὶ αὐτῶν συλλογισμὸν δεικτικόν, τοῦτ’ ἔστιν ἀπόδειξιν πῶς ἔχει, πότερον ὁ κόσμος ἀίδιός ἐστιν ἢ οὔ· διὰ τί γὰρ ἀΐδιος, χαλεπὸν εἰδέναι καὶ ἄξιον ζητεῖσθαι. δύναται τὸ ἔστι δὲ προβλήματα καὶ ὧν εἰσιν ἐναντίοι συλλογισμοὶ εἰρῆσθαι οὐχ ὡς προστιθέντος αὐτοῦ ἄλλα τινὰ προβλημάτων εἴδη, ἀλλ’ ὡς περὶ τῶν προειρημένων λέγοντος,2 ὂν ἴσον τῷ ‘ἔστι δὲ καὶ ταῦτα κἀκεῖνα προβλήματα’. ἐναντίοι μὲν γὰρ συλλογισμοὶ ἐν οἷς ἐναντίως δοξάζουσιν “ἢ οἱ σοφοὶ τοῖς πολλοῖς ἢ ἑκάτεροι αὐτοὶ ἑαυτοῖς”· περὶ ὧν δὲ λόγον μὴ ἔχομεν ὄντων μεγάλων, εἴη ἂν ταῦτα τὰ αὐτὰ τοῖς περὶ ὧν “μηδετέρως δοξάζουσιν”, ὡς εἶναι τῶν προειρημένων ὡς καλῶς εἰρημένων ὑπόμνημα, ἴσον ὄν, ὡς εἶπον, τῷ ‘ἔστι δὲ καὶ ταῦτα προβλήματα’. ἐν δὲ τούτοις τὰ διαλεκτικὰ προβλήματα, ὅτι περὶ ὧν οὐδετέρως δοξάζουσιν οἱ πολλοί, οὐδέτερον μόριον τῆς ἀντιφάσεως προείληπται ὡς ἔνδοξον εἶναι· γίνεται μὲν γὰρ οὕτως διὰ τὸ προειλῆφθαι ἔνδοξόν τε καὶ πρότασις μᾶλλον ἢ πρόβλημα, τὸ δὲ ἀντικείμενον αὐτῷ ἄδοξον· τὸ γὰρ ἐνδόξῳ ἀντικείμενον ἄδοξον. ἀλλὰ καὶ περὶ ὧν οἱ σοφοὶ τοῖς πολλοῖς διαφέρονται ἢ ἑκάτεροι αὐτοὶ ἑαυτοῖς, ὅμοια· καὶ γὰρ ἐπὶ τούτων οὐδέτερον μόριον οὔτε ἁπλῶς ἔνδοξον 〈οὔτε ἁπλῶς ἄδοξόν〉 ἐστι3 διὰ τὸ ἑκατέρων αὐτῶν τοὺς προϊσταμένους ὡς πρὸς τὸ ἔνδοξον ἴσους πως εἶναι.

“也有些问题存在着相反的推论。” 在说明了关于“人们要么在两方面都不持意见”的事物存在着辩证问题之后——这显然是指大众(因为凡是大众对两部分都不加领会地予以赞同的事物,都是问题;正如我所说,这话也可以就智者而言)——,“要么智者与大众相反,或各方自身内部相反”,他在前述各项之外又补充了存在相反推论的事项。并且他自己给出了解释为何这些也属于问题的原因,他补充道:“因为由于关于双方都存在有说服力的论证,对于究竟是如此还是不如此便产生了困惑。”事实上,“快乐究竟是不是一种善?”将是一个辩证问题,因为关于矛盾对立的每一肢都存在被普遍接受的推论。因为证明它是善的,有如下的推论:“凡一切事物所追求者皆为善;一切事物皆追求快乐;因此快乐是善。”而证明它不是善的,则有如下推论:“善使人变善;快乐并不使人变善;因此快乐不是善。”然而有人可能会追问,这一点是否也已经包含在前述事项中了;因为相反的推论理应存在于“智者与大众相反”或“各方自身内部相反”地持意见的事项中。或者[应当说],前述情形在冲突中仅有冲突双方各自的赞同而缺乏推论;而在这里,人们是因为对立的论证而悬置判断,并非因为这些论据的主张者。因此在这些情形中,也是由于尚未有任何赞同,所探究的事项才成为了辩证问题。他还说,当我们关于其究竟是如此还是不如此没有任何论证和推论,而其又是重大且值得认识的事物时,显然在它们是未知的且具有某些论据的情况下,关于它们也存在辩证问题;因为对于微不足道的事物,我们甚至鄙视它们从根本上就不值得探究和认识。他自己就重大且值得认识、却因我们关于它们没有表明性的推论(即关于其究竟如何的证明)而令人困惑且有待探究的事物,给出了一个明晰的范例:宇宙究竟是永恒的还是不是;因为宇宙为何是永恒的,既难以知晓又值得探究。“也有些问题存在着相反的推论”这句话也可以被理解为并非是他补充了某些其他的问题种类,而是就前述事项所言,这等同于“这些也是问题,那些也是问题”。因为存在相反推论,正是在“智者与大众相反,或各方自身内部相反”地持意见的事项中;至于重大而我们却没有论证的事项,这些事项当与关于它们“在两方面都不持意见”的事项相同,因此这是对前述妥善论述的重申与提示,正如我所说,等同于“这些也是问题”。辩证问题存在于这些事项中,是因为关于大众在两方面都不持意见的事项,矛盾对立的任何一方都没有被预先假定为是被普遍接受的;因为这样一来,通过被预先假定,某事物就既成为被普遍接受的,又宁可说是前提而非问题,而与它对立的事物就成了悖理的;因为与被普遍接受的事物对立的即是悖理的。而且关于智者与大众产生分歧,或各方自身内部产生分歧的事项,情况也是相似的;因为在这些情形中,任何一方肢既非单纯地被普遍接受,〈也非单纯地悖理〉,这是由于每一方的主张者就其被普遍接受的程度而言都在某种意义上是均等的。

语法注3 条
  1. 1.36ἢ ἐκεῖνα μὲν εἶχεν ἐν τῇ μάχῃ

    小词 ἤ 引出对紧接前文所提疑问(ἐπιζητήσαι δὲ ἄν τις εἰ μὴ...)的解释性回答,在此用作提出区分性解答的起始语:“或者[应当说]……”。

  2. 1.36δύναται τὸ ἔστι δὲ προβλήματα καὶ ὧν εἰσιν ἐναντίοι συλλογισμοὶ εἰρῆσθαι οὐχ ὡς προστιθέντος αὐτοῦ ἄλλα τινὰ προβλημάτων εἴδη, ἀλλ’ ὡς περὶ τῶν προειρημένων λέγοντος

    动词 δύναται 以带有冠词的主格引用句 τὸ ἔστι δὲ προβλήματα... 为主语,并接被动不定词 εἰρῆσθαι。后半部分的 οὐχ ὡς... ἀλλ' ὡς... 带有属格独立结构(προστιθέντος αὐτοῦ / [αὐτοῦ] λέγοντος),对比了对亚里士多德立论用意的两种不同理解(是增补新的问题种类,还是重申前述类型)。

  3. 1.36οὔτε ἁπλῶς ἔνδοξον 〈οὔτε ἁπλῶς ἄδοξόν〉 ἐστι

    底本补入的 〈οὔτε ἁπλῶς ἄδοξόν〉 是为了恢复与前文关于普遍接受者(ἔνδοξον)与悖理者(ἄδοξον)的对比结构的一致性,构成与 οὔτε ἁπλῶς ἔνδοξον 相对称的否定肢。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:77.4-78.20